Κυριακή Γ΄Νηστειών της Σταυροπροσκυνήσεως

Κυριακή Γ΄Νηστειών  της Σταυροπροσκυνήσεως

Σωφρονίου Πατριάρχου Ιεροσολύμων, Πιονιοί, Τροφίμου και Θαλλού των μαρτύρων, Θεοδώρας οσίας βασιλίσσης Άρτης
Ήχος βαρύς εωθινόν ζ΄

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Προοιμιακός

Εις το Κύριε εκέκραξα ιστώμεν στίχους ι΄
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου 6
Ἦχος βαρὺς

Στίχ. α´. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τῷ συντρίψαντι θανάτου τὸ κράτος, καὶ φωτίσαντι ἀνθρώπων τὸ γένος, μετὰ τῶν Ἀσωμάτων κραυγάζοντες· Δημιουργὲ καὶ Σωτὴρ ἡμῶν δόξα σοι.

Στίχ. β´. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ταφὴν δι’ ἡμᾶς, θανάτῳ δὲ ὡς Θεός, θάνατον ἐνέκρωσας· διὸ προσκυνοῦμεν τὴν τριήμερόν σου ἀνάστασιν, Κύριε δόξα σοι.

Στίχ. γ´. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Ἀπόστολοι ἰδόντες τὴν Ἔγερσιν τοῦ Δημιουργοῦ, ἐθαύμασαν βοῶντες τὴν αἴνεσιν τὴν Ἀγγελικήν. Αὕτη ἡ δόξα τῆς Ἐκκλησίας, οὗτος ὁ πλοῦτος τῆς Βασιλείας, ὁ παθὼν δι’ ἡμᾶς, Κύριε δόξα σοι.

Στίχ. δ´. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Κἂν συνελήφθης Χριστέ, ὑπὸ ἀνόμων ἀνδρῶν, ἀλλὰ σύ μου εἶ Θεός, καὶ οὐκ αἰσχύνομαι, ἐμαστίχθης τὸν νῶτον, οὐκ ἀρνοῦμαι. Σταυρῷ προσηλώθης, καὶ οὐ κρύπτω· εἰς τὴν Ἔγερσίν σου καυχῶμαι· ὁ γὰρ θάνατος σου ζωή μου. Παντοδύναμε καὶ φιλάνθρωπε, Κύριε δόξα σοι.

Στίχ. ε´. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Δαυϊτικὴν προφητείαν ἐκπληρῶν, Χριστὸς μεγαλειότητα, ἐν Σιών, τὴν οἰκείαν Μαθηταῖς ἐξεκάλυψεν, αἰνετὸν δεικνὺς ἑαυτόν, καὶ δοξαζόμενον ἀεί, σὺν Πατρὶ τε καὶ Πνεύματι ἁγίῳ, πρότερον μὲν ἄσαρκον ὡς Λόγον, ὕστερον δὲ δι’ ἡμᾶς, σεσαρκωμένον, καὶ νεκρωθέντα ὡς ἄνθρωπον, καὶ ἀναστάντα κατ’ ἐξουσίαν ὡς φιλάνθρωπον.

Στίχ. Ϛ´. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Κατῆλθες ἐν τῷ ᾍδῃ Χριστὲ ὡς ἠβουλήθης, ἐσκύλευσας τὸν θάνατον, ὡς Θεὸς καὶ Δεσπότης, καὶ ἀνέστης τριήμερος, συναναστήσας τὸν Ἀδάμ, ἐκ τῶν τοῦ ᾍδου δεσμῶν καὶ τῆς φθορᾶς, κραυγάζοντα καὶ λέγοντα· Δόξα τῇ Ἀναστάσει σου, μόνε φιλάνθρωπε.

Στιχηρὰ, Τριῳδίου
Στίχ. ζ´. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός,ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον
Ἦχος πλ. α’ (Χαίροις ἀσκητικῶν ἀληθῶς)
Λάμψον ὁ τοῦ Κυρίου Σταυρὸς τὰς φεγγοβόλους ἀστραπάς σου τῆς χάριτος καρδίας τῶν σὲ τιμώντων καὶ θεολήπτῳ στοργῇ, περιπτυσσομένων κοσμοπόθητε, δι’ οὗ τῶν δακρύων, ἐξηφανίσθη κατήφεια καὶ τοῦ θανάτου, τῶν παγίδων ἐρρύσθημεν, καὶ πρὸς ἄληκτον, εὐφροσύνην μετήλθομεν, δεῖξον τῆς ὡραιότητος τῆς σῆς τὴν εὐπρέπειαν τὰς ἀντιδόσεις παρέχων τῆς ἐγκρατείας τοῖς δούλοις σου πιστῶς αἰτουμένοις σὴν πλουσίαν προστασίαν καὶ μέγα ἔλεος.

Στίχ. η´. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώ‐σεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς Ἐκκλησίας ὁ ὡραῖος παράδεισος τὸ ξύλον τῆς ἀφθαρσίας τὸ ἐξανθῆσαν ἡμῖν αἰωνίου δόξης τὴν ἀπόλαυσιν, δι’ οὗ τῶν δαιμόνων ἀποδιώκονται φάλαγγες καὶ τῶν Ἀγγέλων συνευφραίνονται τάγματα, καὶ συστήματα τῶν πιστῶν ἑορτάζουσιν, ὅπλον ἀκαταγώνιστον κραταίωμα ἄρρηκτον τῶν Βασιλέων τὸ νῖκος τῶν Ἱερέων τὸ καύχημα, Χριστοῦ νῦν τὰ πάθη καὶ ἡμῖν δίδου προφθάσαι, καὶ τὴν Ἀνάστασιν.

Στίχ. θ´. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη,ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς εὐσεβείας τὸ ἀήττητον τρόπαιον ἡ θύρα τοῦ Παραδείσου ὁ τῶν πιστῶν στηριγμὸς τὸ τῆς Ἐκκλησίας περιτείχισμα, δι’ οὗ ἐξηφάνισται, ἡ ἀρὰ καὶ κατήργηται καὶ κατεπόθη τοῦ θανάτου ἡ δύναμις καὶ ὑψώθημεν ἀπὸ γῆς πρὸς οὐράνια, ὅπλον ἀκαταμάχητον δαιμόνων ἀντίπαλε δόξα Μαρτύρων Ὁσίων ὡς ἀληθῶς ἐγκαλλώπισμα λιμὴν σωτηρίας ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στίχ. ι´. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Δεῦρο τῶν Πρωτοπλάστων δυὰς ἡ τῆς χορείας ἐκπεσοῦσα τῆς ἄνωθεν, τῷ φθόνῳ τοῦ βροτοκτόνου διὰ πικρᾶς ἡδονῆς, τῆς τοῦ ξύλου πάλαι ἀπογεύσεως· ἰδοὺ τὸ πανσέβαστον ὄντως Ξύλον προσέρχεται· ᾧ προσδραμόντες, ἐν χαρᾷ περιπτύξασθε καὶ βοήσατε, πρὸς αὐτὸ μετὰ πίστεως. Σὺ ἡμῶν ἡ ἀντίληψις Σταυρὲ πανσεβάσμιε, οὗ τοῦ καρποῦ μετασχόντες τῆς ἀφθαρσίας ἐτύχομεν· Ἐδὲμ τὴν προτέραν κομισάμενοι βεβαίαν καὶ μέγα ἔλεος.

Δόξα… Ἦχος γ’
Χριστὲ ὁ Θεὸς ἡμῶν ὁ τὴν ἑκούσιον σταύρωσιν, εἰς κοινὴν ἐξανάστασιν, τοῦ γένους τῶν ἀνθρώπων καταδεξάμενος, καὶ τῷ καλάμῳ τοῦ Σταυροῦ βαφαῖς ἐρυθραῖς, τοὺς σαυτοῦ δακτύλους αἱματώσας, ταῖς ἀφεσίμοις ἡμῖν, βασιλικῶς ὑπογράψαι φιλανθρωπευσάμενος, μὴ παρίδῃς ἡμᾶς κινδυνεύοντας καὶ πάλιν τὴν ἀπὸ σοῦ διάστασιν, ἀλλ’ οἰκτείρησον μόνε μακρόθυμε, τὸν ἐν περιστάσει λαόν σου καὶ ἀνάστηθι, πολέμησον τοὺς πολεμοῦντας ἡμᾶς, ὡς Παντοδύναμος.

Θεοτοκίον – Ὀκτώηχος
Ἦχος βαρὺς
Και νυν…
Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν,
καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται· παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως· ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διό σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς. Πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Είσοδος
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον. Ἦχος πλ. β’.
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται

Ἀπόστιχα, Τὸ Ἀναστάσιμον. – Ὀκτώηχος
Ἦχος βαρὺς
Ἀνέστης ἐκ τοῦ τάφου, Σωτὴρ τοῦ κόσμου, καὶ συνήγειρας τοὺς ἀνθρώπους, σὺν τῇ σαρκί σου, Κύριε δόξα σοι.

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Ἀπόστιχα, Τὰ κατ’ Ἀλφάβητον. – Ὀκτώηχος
Τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ φωτίσαντα τὰ πάντα, δεῦτε προσκυνήσωμεν· ἐκ τῆς τοῦ ᾍδου γὰρ τυραννίδος, ἡμᾶς ἠλευθέρωσε, διὰ τῆς αὐτοῦ τριημέρου Ἐγέρσεως, ζωὴν ἡμῖν δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Ὑπὸ τὸν ᾍδην κατελθὼν Χριστέ, θάνατον ἐσκύλευσας, καὶ τριήμερος ἀναστάς, ἡμᾶς συνανέστησας, δοξάζοντας τὴν σὴν παντοδύναμον Ἔγερσιν, Κύριε φιλάνθρωπε.

Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Φοβερὸς ὤφθης Κύριε, ἐν τάφῳ κείμενος ὡς ὁ ὑπνῶν, ἀναστὰς δὲ τριήμερος ὡς δυνατός, τὸν Ἀδὰμ συνανέστησας κραυγάζοντα· Δόξα τῇ Ἀναστάσει σου, μόνε φιλάνθρωπε.

Δόξα… Καὶ νῦν… Ἦχος δ’
Ὁ συμμαχήσας Κύριε τῷ πραοτάτῳ Δαυῒδ τῷ πιστῷ ἡμῶν ὑποτάξαι τὸν ἀλλόφυλον Βασιλεῖ συμπολέμησον, καὶ τῷ ὅπλῳ τοῦ Σταυροῦ κατάβαλε τοὺς ἐχθροὺς ἡμῶν, δεῖξον εὔσπλαγχνε εἰς ἡμᾶς τὰ ἀρχαῖα ἐλέη σου καὶ γνώτωσαν ἀληθῶς ὅτι σὺ εἶ Θεὸς καὶ ἐν σοὶ πεποιθότες νικῶμεν πρεσβευούσης συνήθως τῆς ἀχράντου σου Μητρὸς δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον
Ἦχος βαρὺς
Άυτόμελον
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον, Τριῳδίου
Ἦχος α’
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Θεοτοκίον τοῦ ῆχου α’

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

εδώ

Κοινοποίηση άρθρου:
RSS
Follow by Email
Facebook
Facebook
Google+
https://www.agiospatrokosmas.gr/2018/03/10/5841/
Twitter