Κυριακή της Απόκρεω

Κυριακή της Απόκρεω

Μνεία της δευτέρας και ενδόξου παρουσίας του Κυρίου ημών Ιησού Χριστού
Βλασίου ιερομάρτυρος, Θεοδώρας βασιλίσσης
Ήχος γ΄ εωθινόν γ΄

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Προοιμιακός

Εις το Κύριε εκέκραξα ιστώμεν στίχους ι΄
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου 6
Ἦχος γ΄

Στίχ. α´. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου
Τῷ σῷ σταυρῷ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σῳζόμενον, ὕμνον σοι καθ’ ἑκάστην προσφέρει.

Στίχ. β´. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται, πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσά σε, ὕμνον σοι καθ’ ἑκάστην προσφέρει.

Στίχ. γ´. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου, ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον Θεότητα, Τριάδα ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.

Στίχ. δ´. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν ἀνάστασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν• τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν.

Στίχ. ε´. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ὑμνοῦμεν τὸν Σωτῆρα, τὸν ἐκ τῆς Παρθένου σαρκωθέντα• δι’ ἡμᾶς γὰρ ἐσταυρώθη, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.

Στίχ. Ϛ´. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Τοῖς ἐν ᾅδῃ καταβὰς Χριστὸς εὐηγγελίσατο, θαρσεῖτε λέγων, νῦν νενίκηκα. Ἐγὼ ἡ Ἀνάστασις, ἐγὼ ὑμᾶς ἀνάξω, λύσας θανάτου τὰς πύλας.

Στιχηρὰ, Τριῳδίου
Ἦχος πλ. β’ (Ὅλην ἀποθέμενοι)

Στίχ. ζ´. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός,ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον
Ὅταν μέλλῃς ἔρχεσθαι, κρίσιν δικαίαν ποιῆσαι, Κριτὰ δικαιότατε, ἐπὶ θρόνου δόξης σου καθεζόμενος· ποταμὸς πύρινος, πρὸ τοῦ σοῦ Βήματος καταπλήττων ἕλκει ἅπαντας, παρισταμένων σοι, τῶν ἐπουρανίων Δυνάμεων, ἀνθρώπων κρινομένων τε, φόβῳ καθ’ ἃ ἕκαστος ἔπραξε· τότε ἡμῶν φεῖσαι, καὶ μοίρας καταξίωσον Χριστέ, τῶν σῳζομένων ὡς εὔσπλαγχνος, πίστει δυσωποῦμέν σε.

Στίχ. η´. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώ‐σεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Βίβλοι ἀνοιγήσονται, φανερωθήσονται πράξεις, ἀνθρώπων ἐπίπροσθεν, τοῦ ἀστέκτου Βήματος, διηχήσει δέ, ἡ κοιλὰς ἅπασα, φοβερῷ βρύγματι, τοῦ κλαυθμῶνος, πάντας βλέπουσα τοὺς ἁμαρτήσαντας, ταῖς αἰωνιζούσαις κολάσεσι, τῇ κρίσει τῇ δικαίᾳ σου, παραπεμπομένους, καὶ ἄπρακτα, κλαίοντας Οἰκτίρμον· διό σε δυσωποῦμεν ἀγαθέ· Φεῖσαι ἡμῶν τῶν ὑμνούντων σε, μόνε Πολυέλεε.

Στίχ. θ´. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη,ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ἠχήσουσι σάλπιγγες, καὶ κενωθήσονται τάφοι, καὶ ἐξαναστήσεται, τῶν ἀνθρώπων τρέμουσα, φύσις ἅπασα· οἱ καλὰ πράξαντες ἐν χαρᾷ χαίρουσι, προσδοκῶντες μισθόν λήψεσθαι, οἱ ἁμαρτήσαντες, τρέμουσι δεινῶς ὀλολύζοντες, εἰς κόλασιν πεμπόμενοι, καὶ τῶν ἐκλεκτῶν χωριζόμενοι· Κύριε τῆς δόξης, οἰκτείρησον ἡμᾶς ὡς ἀγαθός, καὶ τῆς μερίδος ἀξίωσον, τῶν ἠγαπηκότων σε.

Στίχ. ι´. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Κλαίω καὶ ὀδύρομαι, ὅταν εἰς αἴσθησιν ἔλθω, τὸ πῦρ τὸ αἰώνιον, σκότος τὸ ἐξώτερον, καὶ τὸν τάρταρον, τὸν δεινὸν σκώληκα, τὸν βρυγμὸν αὖθις τε, τῶν ὀδόντων, καὶ τὴν ἄπαυστον, ὀδύνην μέλλουσαν, ἔσεσθαι τοῖς ἄμετρα πταίσασι, καὶ σὲ τὸν Ὑπεράγαθον, γνώμῃ πονηρᾷ παροργίσασιν ὧν εἷς τε καὶ πρῶτος, ὑπάρχω ὁ ταλαίπωρος ἐγώ· ἀλλὰ Κριτὰ τῷ ἐλέει σου, σῶσόν με ὡς εὔσπλαγχνος.

Δόξα… Ἰδιόμελον
Ἦχος βαρὺς
Τὰς τοῦ Κυρίου γνόντες ἐντολὰς οὕτω πολιτευθῶμεν· πεινῶντας διαθρέψωμεν, διψῶντας ποτίσωμεν, γυμνοὺς περιβαλώμεθα, ξένους συνεισαγάγωμεν, ἀσθενοῦντας, καὶ τοὺς ἐν φυλακῇ, ἐπισκεψώμεθα, ἵνα εἴπῃ καὶ πρὸς ἡμᾶς, ὁ μέλλων κρῖναι πᾶσαν τὴν γῆν· Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε, τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν.

Καὶ νῦν… Θεοτοκίον
Ἦχος γ΄
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ’ ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Είσοδος
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον. Ἦχος πλ. β’.
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ἀπόστιχα, Τα Ἀναστάσιμα της Ὀκτωήχου
Ἦχος γ΄
Άυτόμελον
Ὁ τῷ πάθει σου Χριστέ, ἀμαυρώσας τὸν ἥλιον, καὶ τῷ φωτὶ τῆς σῆς Ἀναστάσεως, φαιδρύνας τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν, τὸν ἑσπερινὸν ὕμνον Φιλάνθρωπε.

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Ἡ ζωοδόχος σου Ἔγερσις Κύριε, τὴν οἰκουμένην πᾶσαν ἐφώτισε, καὶ τὸ ἴδιον πλάσμα, φθαρὲν ἀνεκαλέσατο. Διὸ τῆς κατάρας τοῦ Ἀδάμ, ἀπαλλαγέντες βοῶμεν• Παντοδύναμε Κύριε δόξα σοι.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Θεὸς ὑπάρχων ἀναλλοίωτος, σαρκὶ πάσχων ἠλλοίωσαι, ὃν ἡ κτίσις μὴ φέρουσα, κρεμάμενον ὁρᾷν, τῷ φόβῳ ἐκλονεῖτο, καὶ στένουσα ὕμνει τὴν σὴν μακροθυμίαν, κατελθὼν ἐν ᾅδῃ δέ, τριήμερος ἀνέστης, ζωὴν τῷ κόσμῳ δωρούμενος, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ἵνα τὸ γένος ἡμῶν, ἐκ τοῦ θανάτου Χριστὲ λυτρώσῃς, θάνατον ὑπήνεγκας, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, ἑαυτῷ συνανέστησας, τοὺς σὲ Θεὸν ἐπιγνόντας, καὶ κόσμον ἐφώτισας, Κύριε δόξα σοι.

Δόξα… Ἦχος πλ. δ’
Οἴμοι μέλαινα ψυχή! ἕως πότε τῶν κακῶν οὐκ ἐκκόπτεις; ἕως πότε τῇ ῥαθυμίᾳ κατάκεισαι; τί οὐκ ἐνθυμῇ τὴν φοβεραν ὥραν τοῦ θανάτου; τί οὐ τρέμεις ὅλη τὸ φρικτόν Βῆμα τοῦ Σωτῆρος; ἆρα τί ἀπολογήσῃ, ἢ τί ἀποκριθήσῃ; τὰ ἔργα σου παρίστανται πρὸς ἔλεγχόν σου, αἱ πράξεις σου ἐλέγχουσι κατηγοροῦσαι. Λοιπὸν ὧ ψυχή, ὁ χρόνος ἐφέστηκε· δράμε, πρόφθασον, πίστει βόησον. Ἥμαρτον Κύριε, ἥμαρτόν σοι, ἀλλ’ οἶδα φιλάνθρωπε τὸ εὔσπλαγχνόν σου, ὁ ποιμὴν ὁ καλός, μὴ χωρίσῃς με, τῆς ἐκ δεξιῶν σου παραστάσεως, διὰ τὸ μέγα σου ἔλεος.

Καὶ νῦν… Ἦχος πλ. δ’
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις, δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Ἀπολυτίκιον
Ἦχος γ΄ Άυτόμελον
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Θεοτοκίον τοῦ γ΄ήχου
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε• ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Η ακολουθία του Όρθρου και η Θεία Λειτουργία της Κυριακής εδώ

Κοινοποίηση άρθρου:
RSS
Follow by Email
Facebook
Facebook
Google+
https://www.agiospatrokosmas.gr/2018/02/10/%ce%ba%cf%85%cf%81%ce%b9%ce%b1%ce%ba%ce%ae-%cf%84%ce%b7%cf%82-%ce%b1%cf%80%cf%8c%ce%ba%cf%81%ce%b5%cf%89/
Twitter