Κυριακή ΙΕ΄Λουκά Μαξίμου Οσίου του Ομολογητού, Μαξίμου του Γραικού, Αγνής παρθενομάρτυρος

Κυριακή ΙΕ΄Λουκά Μαξίμου Οσίου του Ομολογητού, Μαξίμου του Γραικού, Αγνής παρθενομάρτυρος

Ήχος πλ.Δ΄ Εωθινόν ΙΑ΄

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Προοιμιακός

Εις το Κύριε εκέκραξα ιστώμεν στίχους ι΄

Στίχ. α´. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου, Ἦχος πλ. δ΄
Ἑσπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.

Στίχ. β´. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
Κύριε, Κύριε, μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.

Στίχ. γ´. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.Χ
αῖρε Σιὼν ἁγία, Μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον∙ σὺ γὰρ ἐδέξω πρώτη, ἄφεσιν ἁμαρτιῶν, διά τῆς Ἀναστάσεως.

Στίχ. δ´. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ’ ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς Ἀπειρογάμου σαρκωθείς, βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε, διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως.

Στίχ. ε´. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δοξολογοῦμεν Χριστέ, δι’ ἧς ἠλευθέρωσας Ἀδαμιαῖον γένος, ἐκ τῆς τοῦ ᾍδου τυραννίδος, καὶ ἐδωρήσω τῷ κόσμῳ ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Ϛ´. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Δόξα σοι Χριστὲ Σωτήρ, Υἱέ, Θεοῦ μονογενές, ὁ προσπαγεὶς ἐν τῷ Σταυρῷ, καὶ ἀναστὰς ἐκ τάφου τριήμερος.

Στίχ. ζ´. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός,ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον
Του Ομολογητού
Ήχος δ΄(Ὡς γενναῖον ἐν Μάρτυσιν)
Τὸν δι᾿ οἶκτον γενόμενον, ὡς εὐδόκησεν ἄνθρωπον, ἐν δυσὶ θελήσεσιν ἐνεργείαις τε, κατανοούμενον Ὅσιε, ἐκήρυξας Μάξιμε, ἀποφράττων μιαρῶν, τὰ ἀπύλωτα στόματα, μονοθέλητον, μονενέργητον τοῦτον δοξαζόντων, ἐπηρείᾳ διαβόλου, τοῦ τὴν κακίαν τεκτήναντος.

Στίχ. η´. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώ‐σεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ταῖς νευραῖς τῶν δογμάτων σου, Πύρρον Πάτερ ἀπέπνιξας, ληρῳδοῦντα Μάξιμε τὸν κακόφρονα, καὶ διωγμοὺς ἐκαρτέρησας, καὶ θλίψεις ἀοίδιμε, μαστιζόμενος δεινῶς, καὶ τὴν γλῶτταν τεμνόμενος, καὶ τὴν πάντοτε, πρὸς Θεὸν αἱρομένην θείαν χεῖρα, δι’ ἧς γράφων διετέλεις, τὰ ὑψηλότατα δόγματα.

Στίχ. θ´. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη,ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ὀξυγράφου ὡς κάλαμος, τεθηγμένη τῷ Πνεύματι, ἡ ἁγία γέγονε Πάτερ γλῶσσά σου, καλλιγραφοῦσα ἐν χάριτι, πλαξὶ καρδιῶν ἡμῶν, τόμον θείων ἀρετῶν, καὶ δογμάτων ἀκρίβειαν, καὶ τὴν σάρκωσιν, τοῦ ἐν δύω οὐσίαις τοῖς ἀνθρώποις, καὶ μιᾷ τῇ ὑποστάσει, ἐμφανισθῆναι θελήσαντος.

Στίχ. ι´. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
τοῦ Μάρτυρος
Ἦχος πλ. δ’ (Ὢ τοῦ παραδόξου θαύματος)
Ὢ τοῦ παραδόξου θαύματος! Περιστερὰ ὁμιλεῖ, Νεοφύτῳ τῷ Μάρτυρι, ἀνθρωπίνῳ φθέγματι, ἐκ τῶν ἄνω φοιτήσασα· δι’ ἧς ἀστράπτει, βίον ἰσάγγελον, ὑφ’ ἧς νεάζων, ἀθλουργεῖ κράτιστα. Ὢ θείων πράξεων, τοῦ πεντάθλου Μάρτυρος! οὗ ταῖς εὐχαῖς, σῶσον τὰς ψυχὰς ἡμῶν, Χριστὲ ὡς εὔσπλαγχνος.

Δοξαστικὸν
Ἦχος πλ. β’
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι’ ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Κύριον, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

Θεοτοκίον – Ὀκτώηχος, Ἦχος πλ. δ΄
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ’ οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Είσοδος
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον. Ἦχος πλ. β’.
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ἀπόστιχα, Τα Ἀναστάσιμα – Ὀκτώηχος
Ἦχος πλ. δ΄
Ἀνῆλθες ἐπὶ Σταυροῦ Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ, ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν, πρὸς τοὺς πεσόντας, ἡ πάντων Ἀνάστασις, ὁ φωτισμός, καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Ἀπόστιχα, Τὰ κατ’ Ἀλφάβητον. – Ὀκτώηχος
Χριστὸν δοξολογήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν∙ ψυχὴν καὶ σῶμα γὰρ ἀναλαβών, τῷ πάθει ἀπ’ ἀλλήλων διέτεμε, τῆς ἀχράντου μὲν ψυχῆς ἐν ᾍδῃ κατελθούσης, ὅν καὶ ἐσκύλευσε, τάφῳ δὲ διαφθορὰν οὐκ οἶδε τὸ ἅγιον σῶμα, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Ψαλμοῖς καὶ ὕμνοις δοξολογοῦμεν Χριστέ, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δι’ ἧς ἡμᾶς ἠλευθέρωσας, τῆς τυραννίδος τοῦ ᾍδου, καὶ ὡς Θεὸς ἐδωρήσω, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ὦ Δέσποτα τῶν ἁπάντων, ἀκατάληπτε Ποιητὰ οὐρανοῦ καὶ γῆς, διὰ Σταυροῦ παθών, ἐμοὶ ἀπάθειαν ἐπήγασας, ταφὴν δὲ καταδεξάμενος, καὶ ἀναστὰς ἐν δόξῃ, συνανέστησας τὸν Ἀδὰμ χειρὶ παντοδυνάμῳ. Δόξα τῇ σῇ τριημέρῳ Ἐγέρσει, δι’ ἧς δεδώρησαι ἡμῖν, τὴν αἰώνιον ζωήν, καὶ ἱλασμὸν ἁμαρτιῶν, ὡς μόνος εὔσπλαγχνος.

Δοξαστικὸν
Ἦχος πλ. δ’
Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σε τιμῶμεν Μάξιμε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν Ἀγγέλων συνόμιλε, Ὁσίων ὁμόσκηνε καὶ δικαίων, μεθ’ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. δ’
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Ἀπολυτίκια
Το αναστάσιμον Ἦχος πλ. δ΄
Άυτόμελον
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι

Ἀπολυτίκιον τοῦ Ὁσίου
Ἦχος πλ. δ’
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας Διδάσκαλε καὶ σεμνότητος, τῆς Ἐκκλησίας ὁ φωστήρ, τῶν Μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα, Μάξιμε σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος. Πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. δ’
Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Η ακολουθία του Όρθρου και η Θεία Λειτουργία εδώ

Κοινοποίηση άρθρου:
RSS
Follow by Email
Facebook
Facebook
Google+
https://www.agiospatrokosmas.gr/2018/01/20/%ce%ba%cf%85%cf%81%ce%b9%ce%b1%ce%ba%ce%ae-%ce%b9%ce%b5%ce%84%ce%bb%ce%bf%cf%85%ce%ba%ce%ac-%ce%bc%ce%b1%ce%be%ce%af%ce%bc%ce%bf%cf%85-%ce%bf%cf%83%ce%af%ce%bf%cf%85-%cf%84%ce%bf%cf%85-%ce%bf%ce%bc/
Twitter