Κυριακή ΙΑ΄Λουκά, των Αγίων Προπατόρων, Δανιήλ του Προφήτου και των Τριών Παίδων, Ανανίου, Αζαρίου και Μισαήλ, Διονυσίου Αιγίνης του εν Ζακύνθω

Κυριακή ΙΑ΄Λουκά, των Αγίων Προπατόρων, Δανιήλ του Προφήτου και των Τριών Παίδων, Ανανίου, Αζαρίου και Μισαήλ, Διονυσίου Αιγίνης του εν Ζακύνθω

Ήχος γ΄ εωθινόν στ΄

Εις τον Εσπερινόν

Προοιμιακός

Εις το Κύριε εκέκραξα ιστώμεν στίχους ι΄
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου Ἦχος γ’
Στίχ. α´. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου
Τῷ σῷ σταυρῷ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σῳζόμενον, ὕμνον σοι καθ’ ἑκάστην προσφέρει.

Στίχ. β´. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται, πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσά σε, ὕμνον σοι καθ’ ἑκάστην προσφέρει.

Στίχ. γ´. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου, ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον Θεότητα, Τριάδα ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.

Στίχ. δ´. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ἕτερα Στιχηρά, Ἀνατολικά
Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν ἀνάστασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν· τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν.

Στίχ. ε´. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ὑμνοῦμεν τὸν Σωτῆρα, τὸν ἐκ τῆς Παρθένου σαρκωθέντα· δι’ ἡμᾶς γὰρ ἐσταυρώθη, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.

Στίχ. Ϛ´. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Τοῖς ἐν ᾅδῃ καταβὰς Χριστὸς εὐηγγελίσατο, θαρσεῖτε λέγων, νῦν νενίκηκα. Ἐγὼ ἡ Ἀνάστασις, ἐγὼ ὑμᾶς ἀνάξω, λύσας θανάτου τὰς πύλας.

Στίχ. ζ´. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός,ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον
Ἦχος πλ. δ’ (Ὁ ἐν Ἐδὲμ Παράδεισος)
Τῶν Προπατόρων σήμερον πιστοί, τελοῦντες μνημόσυνα, ἀνυμνήσωμεν Xριστὸν τὸν Λυτρωτήν, τὸν μεγαλύναντα αὐτούς, ἐν πᾶσι τοῖς ἔθνεσι, καὶ θαυμάτων τὰ παράδοξα πιστῶς, ἐπιτελέσαντα Κύριον, ὡς κραταιὸν καὶ δυνατόν· καὶ ἐξ αὐτῶν ἀναδείξαντα, ῥάβδον δυνάμεως ἡμῖν, τὴν μόνην ἀπείρανδρον, καὶ θεόπαιδα Μαρίαν τὴν ἁγνήν, ἐξ ἧς τὸ ἄνθος προῆλθε Χριστός, βλαστήσας πᾶσι τὴν ζωήν, καὶ ἀδάπανον τρυφήν, καὶ σωτηρίαν τὴν αἰώνιον.

Στίχ. η´. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώ‐σεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ὁ τοὺς Ἁγίους Παιῖδας ἐκ πυρός, ῥυσάμενος Δέσποτα, καὶ ἐκ στόματος λεόντων Δανιήλ, ὁ εὐλογήσας Ἀβραάμ, Ἰσαάκ τε τὸν δοῦλόν σου, καὶ τὸν τούτου υἱὸν τὸν Ἰακώβ, ὁ εὐδοκήσας ἐκ σπέρματος, τούτων γενέσθαι καθ’ ἡμᾶς, ἵνα τοὺς πρὶν ὀλισθήσαντας, σώσῃς προπάτορας ἡμῶν, σταυροῦσαι καὶ θάπτεσαι, καὶ συντρίβεις τοῦ θανάτου τὰ δεσμά, συνεγείρεις τε πάντας, τοὺς ἀπ’ αἰῶνος ὄντας ἐν νεκροῖς, προσκυνοῦντάς σου Χριστέ, τὴν Βασιλείαν τὴν αἰώνιον.

Στίχ. θ´. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη,ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ὡς ἐν ψεκάδι μέσον τῆς φλογός, τῇ δρόσῳ τοῦ Πνεύματος, ἀγαλλόμενοι οἱ Παῖδες τοῦ Θεοῦ, περιεπάτουν μυστικῶς, ἐν αὐτῇ προτυπώσαντες, τὴν Τριάδα καὶ τὴν σάρκωσιν Χριστοῦ, καὶ ὡς σοφοὶ διὰ πίστεως, ἔσβεσαν δύναμιν πυρός, καὶ Δανιὴλ δὲ ὁ δίκαιος, λεόντων ὤφθη φιμωτής· ὧν ταῖς δεήσεσι, δυσωπούμενος φιλάνθρωπε Σωτήρ, καὶ ἡμᾶς τοῦ ἀσβέστου, καὶ αἰωνίου λύτρωσαι πυρός, καὶ ἀξίωσον τυχεῖν, τῆς οὐρανίου Βασιλείας σου.

Στίχ. ι´. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ὥσπερ ἐν δρόσῳ ὄντες οἱ πιστοί, καὶ Ἅγιοι Παῖδες σου, ἐν καμίνῳ τῆς φλογὸς τῆς τοῦ πυρός, προεζωγράφουν μυστικῶς, τὴν ἐκ Παρθένου σου ἔλευσιν, τὴν ἀφλέκτως ἀναλάμψασαν ἡμῖν, καὶ Δανιὴλ δὲ ὁ δίκαιος, καὶ ἐν Προφήταις θαυμαστός, τρανῶς τὴν θείαν δευτέραν σου, ἐπιδημίαν προδηλῶν. Ἑώρων ἐκραύγαζεν, ἕως οὗ θρόνοι ἐτέθησαν φησί, καὶ κριτὴς ἐκαθέσθη, καὶ τοῦ πυρὸς ἐπέστη ποταμός· οὗ ῥυσθείημεν Χριστέ, ταῖς ἱκεσίαις αὐτῶν Δέσποτα.

Δόξα… Ἦχος πλ. β’ Ἀνατολίου
Τοὺς πρὸ τοῦ νόμου Πατέρας, ἅπαντας εὐφημήσωμεν σήμερον πιστοί, Ἀβραὰμ τὸν φιλόθεον, Ἰσαὰκ τὸν ἐξ ἐπαγγελίας τεχθέντα, καὶ Ἰακώβ, καὶ τοὺς δώδεκα Πατριάρχας, Δαυΐδ τὸν πραότατον καὶ Δανιὴλ τὸν ἐπιθυμιῶν Προφήτην, καὶ τοὺς τρεῖς Παῖδας σὺν αὐτοῖς γεραίροντες, τοὺς τὴν κάμινον εἰς δρόσον μεταβαλόντας, αἰτούμενοι ἄφεσιν παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ ἐνδοξαζομένου ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Και νυν…
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ’ ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Είσοδος
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σὲ δοξάζει.

Καὶ ψάλλεται τὸ προκείμενον τῆς ἡμέρας.
Τῷ Σαββάτῳ ἑσπέρας.
Ἦχος πλ. β´. Ψαλμὸς Ϟβ´ (92).
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. (Ϟβ´ 1)
Στίχ. α´. Ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. (Ϟβ´ 1)
Στίχ. β´. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ϟβ´1)

Ἀπόστιχα

Τα Ἀναστάσιμα Ἦχος γ’
Ὁ τῷ πάθει σου Χριστέ, ἀμαυρώσας τὸν ἥλιον, καὶ τῷ φωτὶ τῆς σῆς Ἀναστάσεως, φαιδρύνας τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν, τὸν ἑσπερινὸν ὕμνον Φιλάνθρωπε.

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο
Ἡ ζωοδόχος σου Ἔγερσις Κύριε, τὴν οἰκουμένην πᾶσαν ἐφώτισε, καὶ τὸ ἴδιον πλάσμα, φθαρὲν ἀνεκαλέσατο. Διὸ τῆς κατάρας τοῦ Ἀδάμ, ἀπαλλαγέντες βοῶμεν· Παντοδύναμε Κύριε δόξα σοι.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Θεὸς ὑπάρχων ἀναλλοίωτος, σαρκὶ πάσχων ἠλλοίωσαι, ὃν ἡ κτίσις μὴ φέρουσα, κρεμάμενον ὁρᾷν, τῷ φόβῳ ἐκλονεῖτο, καὶ στένουσα ὕμνει τὴν σὴν μακροθυμίαν, κατελθὼν ἐν ᾅδῃ δέ, τριήμερος ἀνέστης, ζωὴν τῷ κόσμῳ δωρούμενος, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ἵνα τὸ γένος ἡμῶν, ἐκ τοῦ θανάτου Χριστὲ λυτρώσῃς, θάνατον ὑπήνεγκας, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, ἑαυτῷ συνανέστησας, τοὺς σὲ Θεὸν ἐπιγνόντας, καὶ κόσμον ἐφώτισας, Κύριε δόξα σοι.

Δόξα… Ἦχος γ’ Γερμανοῦ
Τῶν Προπατόρων τὸ σύστημα, οἱ φιλέορτοι δεῦτε, ψαλμικῶς εὐφημήσωμεν, Ἀδὰμ τὸν Προπάτορα, Ἐνώχ, Νῶε, Μελχισεδέκ, Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ· μετὰ νόμον, Μωϋσῆν καὶ Ἀαρών, Ἰησοῦν, Σαμουὴλ καὶ Δαυΐδ· μεθ’ ὧν τὸν Ἡσαΐαν, Ἱερεμίαν, Ἰεζεκιήλ, καὶ Δανιὴλ καὶ τοὺς δώδεκα, ἅμα Ἠλιού, Ἐλισαῖον καὶ τοὺς ἅπαντας, Ζαχαρίαν καὶ τὸν Bαπτιστήν, καὶ τοὺς κηρύξαντας Χριστόν, τὴν ζωὴν καὶ ἀνάστασιν τοῦ γένους ἡμῶν.

Καὶ νῦν… Θεοτοκίον, ὁ αὐτὸς
Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι’ ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας· διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἦχος γ’
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα… Καὶ νῦν…
Τῶν Προπατόρων Ἦχος β’
Ἐν πίστει τοὺς Προπάτορας ἐδικαίωσας, τὴν ἐξ Ἐθνῶν δι’ αὐτῶν προμνηστευσάμενος Ἐκκλησίαν. Καυχῶνται ἐν δόξῃ οἱ Ἅγιοι, ὄι ἐκ σπέρματος αὐτῶν, ὑπάρχει καρπός εὐκλεής, ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Η ακολουθία του Όρθρου και τα αναγνώσματα της Θείας Λειτουργίας
εδώ

Κοινοποίηση άρθρου:
RSS
Follow by Email
Facebook
Facebook
Google+
https://www.agiospatrokosmas.gr/2017/12/16/%ce%ba%cf%85%cf%81%ce%b9%ce%b1%ce%ba%ce%ae-%ce%b9%ce%b1%ce%84%ce%bb%ce%bf%cf%85%ce%ba%ce%ac-%cf%84%cf%89%ce%bd-%ce%b1%ce%b3%ce%af%cf%89%ce%bd-%cf%80%cf%81%ce%bf%cf%80%ce%b1%cf%84%cf%8c%cf%81%cf%89/
Twitter