ΕΟΡΤΗ ΤΩΝ ΕΙΣΟΔΙΩΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

ΕΟΡΤΗ ΤΩΝ ΕΙΣΟΔΙΩΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Προοιμιακός

Εις το Κύριε εκέκραξα ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν τὰ παρόντα προσόμοια Στιχηρά.

Ἦχος α’ (Ὢ τοῦ παραδόξου θαύματος )
Σήμερον πιστοὶ χορεύσωμεν, ἐν ψαλμοῖς καὶ ὕμνοις, τῷ Κυρίῳ ᾄδοντες, τιμῶντες καὶ τὴν αὐτοῦ, ἡγιασμένην σκηνήν, τὴν ἔμψυχον κιβωτόν, τὴν τὸν ἀχώρητον Λόγον χωρήσασαν· προσφέρεται γὰρ Θεῷ, ὑπερφυῶς τῇ σαρκὶ νηπιάζουσα, καὶ Ἀρχιερεὺς ὁ μέγας, Ζαχαρίας δέχεται, εὐφραινόμενος ταύτην, ὡς Θεοῦ κατοικητήριον.

Σήμερον ναὸς ὁ ἔμψυχος, τῆς ἁγίας δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἡ μόνη ἐν γυναιξίν, εὐλογημένη Ἁγνή, προσφέρεται τῷ Ναῷ, τῷ νομικῷ κατοικεῖν εἰς τὰ Ἅγια, καὶ χαίρουσι σὺν αὐτῇ, Ἰωακεὶμ καὶ ἡ Ἄννα τῷ πνεύματι, καὶ παρθενικαὶ χορεῖαι, τῷ Κυρίω ᾄδουσι ψαλμικῶς μελῳδοῦσαι, καὶ τιμῶσαι τὴν Μητέρα αὐτοῦ.

Σὺ τῶν Προφητῶν τὸ κήρυγμα, Ἀποστόλων δόξα, καὶ Μαρτύρων καύχημα, καὶ πάντων τῶν γηγενῶν ἡ ἀνακαίνισις, Παρθένε Μήτηρ Θεοῦ· διὰ γὰρ σοῦ τῷ Θεῷ κατηλλάγημεν. Διὸ τιμῶμεν τὴν σήν, ἐν τῷ ναῷ τοῦ Κυρίου προέλευσιν, καὶ σὺν τῷ Ἀγγέλῳ πάντες, ψαλμικῶς τὸ Χαῖρέ σοι, τῇ πανσέμνῳ βοῶμεν, τῇ πρεσβείᾳ σου σῳζόμενοι.

Ἔτερα Στιχηρὰ Προσόμοια
Ἦχος δ’ (Ὡς γενναῖον)
Τῶν Ἁγίων εἰς Ἅγια, ἡ Ἁγία καὶ ἄμωμος, ἐν Ἁγίῳ Πνεύματι εἰσοικίζεται, καὶ δι’ Ἀγγέλου ἐκτρέφεται, τῷ ὄντι ὑπάρχουσα, ἁγιώτατος ναός, τοῦ Ἁγίου Θεοῦ ἡμῶν, τοῦ τὰ σύμπαντα, ἁγιάσαντος ταύτης εἰσοικήσει, καὶ θεώσαντος τὴν φύσιν, τὴν τῶν βροτῶν ὀλισθήσασαν.

Αἱ νεάνιδες χαίρουσαι, καὶ λαμπάδας κατέχουσαι, τῆς λαμπάδος σήμερον προπορεύονται, τῆς νοητῆς καὶ εἰσάγουσιν, αὐτὴν εἰς τὰ Ἅγια, τῶν Ἁγίων ἱερῶς, προδηλοῦσαι τὴν μέλλουσαν, αἴγλην ἄρρητον, ἐξ αὐτῆς ἀναλάμψειν καὶ φωτίσειν, τοὺς ἐν σκότει καθημένους, τῆς ἀγνωσίας ἐν Πνεύματι.

Γηθομένη ὑπόδεξαι, Ζαχαρία ἐβόησεν, Ἄννα ἡ πανεύφημος, ἣν ἐκήρυξαν, Θεοῦ Προφῆται ἐν Πνεύματι, καὶ ταύτην εἰσάγαγε, εἰς τὸν ἅγιον Ναόν, ἱερῶς ἀνατρέφεσθαι, ὅπως γένηται, τοῦ Δεσπότου τῶν ὅλων, θεῖος θρόνος, καὶ παλάτιον καὶ κλίνη, καὶ φωταυγὲς ἐνδιαίτημα.

Δόξα… Καὶ νῦν …
Ἦχος πλ. δ’
Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς σὲ τὴν πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν,
Προκείμενον τῆς ἡμέρας,
καὶ τὰ Ἀναγνώσματα.

Τῆς Ἐξοδου τὸ Ἀνάγνωσμα
(Κεφ. 40, 15, 7, 9, 14, 28-29)
Ἐλάλησε Κύριος πρὸς Μωϋσῆν, λέγων. Ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου στήσεις τὴν Σκηνὴν τοῦ Μαρτυρίου. Καὶ θήσεις τὴν Κιβωτὸν τοῦ Μαρτυρίου, καὶ σκεπάσεις αὐτὴν τῷ καταπετάσματι. Καὶ εἰσοίσεις τὴν τράπεζαν καὶ τὴν Λυχνίαν, καὶ θήσεις τὸ θυμιατήριον τὸ χρυσοῦν, εἰς τὸ θυμιᾶν ἐναντίον τῆς Κιβωτοῦ τοῦ Μαρτυρίου. Καὶ ἐπιθήσεις τὸ κάλυμμα τοῦ καταπετάσματος ἐπὶ τὴν θύραν τῆς Σκηνῆς τοῦ Μαρτυρίου. Καὶ λήψῃ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ χρίσεις τὴν Σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ ἁγιάσεις αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἔσται ἁγία. Καὶ ἁγιάσεις τὸ θυσιαστήριον, καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τῶν ἁγίων. Καὶ ἐποίησε Μωϋσῆς πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος, οὕτως ἐποίησε. Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν Σκηνὴν τοῦ Μαρτυρίου, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ Σκηνή. Καὶ οὐκ ἠδυνήθη Μωϋσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ Μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ’ αὐτὴν ἡ νεφέλη, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ Σκηνή.

Βασιλειῶν Γ’ το Ἀνάγνωσμα
(Κεφ. 8, 1-11)
Ἐγένετο, ὡς συνετέλεσε Σολομῶν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ ἐξεκκλησίασε πάντας τοὺς Πρεσβυτέρους Ἰσραὴλ ἐν Σιών, τοῦ ἀνενεγκεῖν τὴν Κιβωτὸν τῆς διαθήκης Κυρίου ἐκ πόλεως Δαυΐδ, αὕτη ἐστὶ Σιών. Καὶ ἦραν οἱ Ἱερεῖς τὴν Κιβωτόν, καὶ τὸ Σκήνωμα τοῦ Μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῷ Σκηνώματι τοῦ Μαρτυρίου. Καὶ ὁ Βασιλεύς, καὶ πᾶς Ἰσραήλ, ἔμπροσθεν τῆς Κιβωτοῦ, καὶ εἰσφέρουσιν οἱ Ἱερεῖς τὴν Κιβωτὸν τῆς Διαθήκης Κυρίου εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ Δαβὶρ τοῦ οἴκου, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὑπὸ τὰς πτέρυγας τῶν Χερουβίμ. Ὅτι τὰ Χερουβὶμ διαπεπετασμένα ταῖς πτέρυξιν ἐπὶ τὸν τόπον τῆς Κιβωτοῦ, καὶ περιεκάλυπτον τὰ Χερουβὶμ ἐπὶ τὴν Κιβωτόν, καὶ ἐπὶ τὰ ἅγια αὐτῆς ἐπάνω. Καὶ οὐκ ἦν ἐν τῇ Κιβωτῷ, πλὴν αἱ δύο πλάκες λίθιναι, πλάκες τῆς διαθήκης, ἃς ἔθηκεν ἐκεῖ Μωϋσῆς ἐν Χωρήβ, ἃς διέθετο Κύριος. Καὶ ἐγένετο, ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ Ἁγίου, καὶ ἡ νεφέλη ἔπλησε τὸν οἶκον Κυρίου. Καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἔπλησεν ἡ δόξα Κυρίου τὸν οἶκον Κυρίου.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα
(Κεφ. 43, 27 & 44, 14)
Τάδε λέγει Κύριος· Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ Ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με. Υἱὲ ἀνθρώπου, ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι’ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ εἰσελεύσεται δι’ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐν αὐτῇ τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βορρᾶν κατέναντι τοῦ οἴκου, καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Εἰς τὴν Λιτὴν
Στιχηρὰ ἰδιόμελα
Ἦχος α’ Γεωργίου Νικομηδείας
Ἀγαλλιάσθω σήμερον ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι εὐφροσύνην ῥανάτωσαν, ἐπὶ τὰ λίαν παράδοξα, μεγαλεῖα τοῦ Θεοῦ ἡμῶν· ἰδοὺ γὰρ ἡ πύλη, ἡ κατὰ Ἀνατολάς βλέπουσα, ἀποκυηθεῖσα ἐκ στείρας ἀκάρπου, ἐξ ἐπαγγελίας, καὶ τῷ Θεῷ ἀφιερωθεῖσα εἰς κατοίκησιν, σήμερον ἐν τῷ Ναῷ, ὡς ἄμωμος προσφορὰ προσάγεται. Ἀγαλλιάσθω ὁ Δαυΐδ, κρούων τὴν κινύραν. Ἀπενεχθήσονταί φησι, τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται, ἔσω ἐν τῇ σκηνῇ τοῦ Θεοῦ, ἔνδον τοῦ ἱλαστηρίου αὐτοῦ, ἀνατραφῆναι εἰς κατοίκησιν, τοῦ πρὸ αἰώνων ἐκ Πατρὸς ἀρρεύστως γεννηθέντος, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ’ Τοῦ αὐτοῦ
Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει· μεθ’ ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων το μέγα ἔλεος.

Ὁ αὐτὸς
Δεῦτε πάντες οἱ λαοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν Ναῷ προσενεχθεῖσαν, τὴν πρὸ αἰώνων προορισθεῖσαν Μητέρα, καὶ ἐπ’ ἐσχάτων τῶν χρόνων, ἀναδειχθεῖσαν Θεοτόκον, Κύριε πρεσβείαις αὐτῆς, τὴν εἰρήνην σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

Δόξα… Καὶ νῦν … Ἦχος πλ. α’
Λέοντος Μαΐστορος
Ἐπέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος. Σήμερον γὰρ ἡ πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον Παρθένος μείνασα, ἐν τῷ Ναῷ προσάγεται, καὶ χαίρει Ζαχαρίας ὁ πρέσβυς, ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως. Ἤγγικεν ἡ προσδοκία τῶν θλιβομένων, ἐν Ναῷ ἁγίῳ ὡς ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ Παντάνακτος. Εὐφραινέσθω Ἰωακεὶμ ὁ προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν, τὴν ἀμώμητον Δέσποιναν. Μητέρες συγχάρητε, παρθένοι σκιρτήσατε, καὶ στεῖραι συγχορεύσατε· ὅτι ἠνέῳξεν ἡμῖν τὴν οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα Παντάνασσα. Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α’ (Χαίροις ἀσκητικῶν)
Χαίρει ὁ οὐρανὸς καὶ ἡ γῆ, τὸν οὐρανὸν τὸν νοητὸν πορευόμενον, ὁρῶντες εἰς θεῖον οἶκον, ἀνατραφῆναι σεπτῶς, τὴν Παρθένον μόνην καὶ ἀμώμητον, πρὸς ἣν ἐκπληττόμενος, Ζαχαρίας ἐβόησε, Πύλη Κυρίου, τοῦ Ναοῦ ὑπανοίγω σοι, πύλας χαίρουσα, ἐν αὐτῷ περιχόρευε· ἔγνων γὰρ καὶ πεπίστευκα, ὡς ἤδη ἡ λύτρωσις, ἐπιδημήσει προδήλως, τοῦ Ἰσραὴλ καὶ τεχθήσεται, ἐκ σοῦ Θεὸς Λόγος, ὁ δωρούμενoς τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.
Ἄννα ἡ θεία χάρις σαφῶς, χαριτωθεῖσαν τὴν ἁγνὴν Ἀειπάρθενον, προσάγει μετ’ εὐφροσύνης, εἰς τὸν Ναὸν τοῦ Θεοῦ, προσκαλεσαμένη προπορεύεσθαι, αὐτῆς τὰς νεάνιδας λαμπαδηφόρους καὶ λέγουσα· Ἄπιθι τέκνον, τῷ δοτῆρι γενήθητι, καὶ ἀνάθημα, καὶ εὐῶδες θυμίαμα. Εἴσελθε εἰς τὰ ἄδυτα, καὶ γνῶθι μυστήρια, καὶ ἑτοιμάζου γενέσθαι, τοῦ Ἰησοῦ οἰκητήριον, τερπνὸν καὶ ὡραῖον, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Στίχ. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως.
Ἔνδον ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ὁ θεοχώρητος ναὸς ἀνατίθεται, Παρθένος ἡ Παναγία, νεάνιδές τε αὐτῆς, νῦν λαμπαδηφόροι προπορεύονται. Σκιρτᾷ γεννητόρων, ἡ συζυγία ἡ ἄριστος, Ἰωακείμ τε, καὶ ἡ Ἄννα χορεύοντες, ὅτι ἔτεκον, τὴν τὸν Κτίστην κυήσασαν. Ἥτις περιχορεύουσα, εἰς θεῖα σκηνώματα, καὶ τρεφομένη Ἀγγέλου, διὰ χειρὸς ἡ πανάμωμος, Χριστοῦ ὤφθη Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Δόξα… Καὶ νῦν … Ἦχος πλ. β’
Σεργίου Ἁγιοπολίτου
Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν· τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένoι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνoῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον Ἦχος δ’
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Ἐκ τρίτου

Καὶ Ἀπόλυσις

Μπορείτε να βρείτε την ακολουθία του όρθρου και την Θεία Λειτουργία της εορτής
εδώ

Κοινοποίηση άρθρου:
RSS
Follow by Email
Facebook
Facebook
Google+
https://www.agiospatrokosmas.gr/2017/11/20/eisodia-ths-theotokou/
Twitter