ΚΥΡΙΑΚΗ 12 Νοεμβρίου 2017, Η΄ΛΟΥΚΑ Ιωάννου του Ελεήμονος, Νείλου Οσίου

ΚΥΡΙΑΚΗ 12 Νοεμβρίου 2017, Η΄ΛΟΥΚΑ Ιωάννου του Ελεήμονος, Νείλου Οσίου

Ήχος πλ.Β΄ Εωθινόν α΄

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Προοιμιακός

Εις το Κύριε εκέκραξα ιστώμεν στίχους ι΄
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου, Ήχος πλ.β΄
Στίχ. α´. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου
Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ ᾍδου, ἐν τῷ Σταυρῷ ἀνῆλθες, ἵνα τοὺς ἐν σκοτει θανάτου καθημένους, συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος, ὁ πηγάζων ζωὴν ἐξ οἰκείου φωτός, Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Στίχ. β´. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν· Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Στίχ. γ´. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Σὲ Κύριε τὸν ὄντα ἐν πάσῃ τῇ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῶ; αὐτὸς κατοικεῖς, ἐν τῷ ᾍδῃ; ἐπάτησας θάνατον, εἰς τὰ βάθη τὰ τῆς θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.

Στίχ. δ´. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ἐν τῷ Σταυρῷ σου Χριστὲ καυχώμεθα, καὶ τὴν Ἀνάστασίν σου, ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

Στίχ. ε´. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας, θανάτῳ θάνατον ὤλεσε.

Στίχ. Ϛ´. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Δόξα τῇ δυνάμει σου Κύριε, ὅτι κατήργησας τὸν τὸ κράτος ἔχοντα τοῦ θάνατου, ἀνεκαίνισας ἡμᾶς διὰ τοῦ Σταυροῦ σου, δωρούμενος ἡμῖν ζωὴν καὶ ἀφθαρσίαν.

Στίχ. ζ´. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός,ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον
Ἐσκόρπισας ἔδωκας, τοῖς δεομένοις τὸν ἄρτον σου, Ἰωάννη θαυμάσιε, ἔλεος μιμούμενος, τοῦ συμπαθεστάτου Ὅσιε Δεσπότου· διό σου μένει ἀληθῶς, εἰς τὸν αἰῶνα ἡ μνήμη Ἅγιε, ἣν πίστει ἑορτάζοντας, ταῖς σαῖς πρεσβείαις περίσῳζε, πειρασμῶν τε καὶ θλίψεων, ἱεράρχα πανόλβιε.

Στίχ. η´. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώ‐σεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Το αυτό

Στίχ. θ´. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη,ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Σοῦ τὴν καθαρότητα, καὶ τοῦ νοὸς τὴν εὐθύτητα, καὶ τὸν τρόπον τὸν ἔνθεον, ὁ βλέπων τὰ κρύφια, κατιδών ἀνάγει, εἰς μέγιστον θρόνον, χρίσας τῷ μύρῳ σε σοφέ, καὶ τελειώσας, καὶ ποίμνης οἴακας, σαφῶς ἐγχειρισάμενος, ἣν πρὸς λιμένας ὡδήγησας, τοῦ ἐνθέου θελήματος, Ἰωάννη θεσπέσιε.

Στίχ. ι´. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Πάντα τὰ αἰτήματα, τῆς σῆς καρδίας ὁ Κύριος, ἀξιάγαστε δέδωκε· πάσας γὰρ ἐτήρησας, τὰς νομοθεσίας τὰς σωτηριώδεις· τὸν γὰρ Θεὸν ὁλοσχερῶς καὶ τὸν πλησίον θεομακάριστε, ὡς σεαυτὸν ἠγάπησας, καὶ δεομένοις ἐπήρκεσας· διὰ τοῦτό σε σήμερον, Ἰωάννη γεραίρομεν.

Δόξα… Ἦχος β’ Ἀνατολίου
Ἡ τοῦ ἐλέους πηγή, τοῖς ἐνδεέσι πλημμυρεῖ, εὐσυμπαθήτους οἰκτιρμούς, , Ἰωάννης ὁ Χριστοῦ μιμητής, ὁ μέγας ποιμὴν τῶν Ἀλεξανδρέων καὶ φωστήρ. Δεῦτε κορεσθῶμεν οἱ πτωχοὶ κατὰ πνεῦμα, μιμούμενοι αὐτοῦ τὴν ἱλαρότητα· φιλευσπλάγχνῳ γὰρ στοργῇ, Χριστὸν ξενίσας διὰ τῶν πενήτων, ὡς πάλαι Ἀβραάμ, τοῦ μακαρισμοῦ ἠξιώθη, καὶ παρρησίᾳ πρεσβεύει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον
Και νυν…
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Είσοδος
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σὲ δοξάζει.

Καὶ ψάλλεται τὸ προκείμενον τῆς ἡμέρας.
Τῷ Σαββάτῳ ἑσπέρας.
Ἦχος πλ. β´. Ψαλμὸς Ϟβ´ (92).
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. (Ϟβ´ 1)
Στίχ. α´. Ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. (Ϟβ´ 1)
Στίχ. β´. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ϟβ´1)

Ἀπόστιχα Ἦχος πλ. β’
Τὴν Ἀνάστασίν σου Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον, ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.
Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Πύλας συντρίψας χαλκᾶς, καὶ μοχλοὺς τοῦ ᾍδου συνθλάσας, ὡς Θεὸς παντοδύναμος, γένος ἀνθρώπων πεπτωκὸς ἀνέστησας. Διὰ τοῦτο καὶ ἡμεῖς συμφώνως βοῶμεν· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Ῥεύσεως ἡμᾶς τῆς πάλαι Χριστὸς ἐπανορθῶσαι θέλων, Σταυρῷ προσπήγνυται καὶ τάφῳ τέθειται, ὃν Μυροφόροι Γυναῖκες, μετὰ δακρύων ζητοῦσαι, θρηνοῦσαι ἔλεγον· Οἴμοι Σωτὴρ τῶν ἁπάντων , πῶς κατεδέξω τάφῳ οἰκῆσαι; οἰκήσας δὲ θέλων, πῶς ἐκλάπης; πῶς μετετέθης; ποῖος δὲ τόπος τὸ σὸν ζωηφόρον κατέκρυψε σῶμα; Ἀλλὰ Δέσποτα, ὡς ὑπέσχου, ἡμῖν ἐμφάνηθι, καὶ παῦσον ἀφ’ ἡμῶν, τὸν ὀδυρμὸν τῶν δακρύων, θρηνούσαις δὲ αὐταῖς, Ἄγγελος πρὸς αὐτὰς ἀπεβόησε. Τὸν θρῆνον παυσάμεναι, τοῖς Ἀποστόλοις εἴπατε· Ὅτι ἀνέστη ὁ Κύριος, τῷ κόσμῳ δωρούμενος ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Σταυρωθεὶς ὡς ἠβουλήθης Χριστέ, καὶ τὸν θάνατον τῇ ταφῇ σου σκυλεύσας, τριήμερος ἀνέστης, ὡς Θεὸς μετὰ δόξης, τῷ κόσμῳ δωρούμενος ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος.

Δόξα Πατρί…
Ευ δούλε, αγαθέ και πιστέ, ευ εργάτα του αμπελώνος Χριστού. Συ και το βάρος της ημέρας εβάστασας και τοις μετά σε ελθούσιν ουκ εφθόνησας, διό πύλη σοι ουρανών ηνέωκται. Είσελθε εις την χαράν του Κυρίου σου και πρέσβευε υπέρ ημών, Ιωάννη μακάριε.

Θεοτοκίον
Και νυν…
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον Ἦχος πλ. β’
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ’ αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ των νεκρῶν, Κύριε δόξα σοι.

Ἀπολυτίκιον τοῦ Ἱεράρχου
Ἦχος πλ. δ’
Ἐν τῇ ὑπομονῇ σου ἐκτήσω τὸν μισθόν σου Πάτερ, Ὅσιε, ταῖς προσευχαῖς ἀδιαλείπτως ἐγκαρτερήσας, τοὺς πτωχοὺς ἀγαπήσας, καὶ τούτοις ἐπαρκέσας· Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Ἰωάννη Ἐλεῆμον μακάριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα… Τοῦ Ὁσίου ὁ αὐτὸς
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι, Νεῖλε Πατὴρ ἡμῶν, Ὅσιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν … Θεοτοκίον ὁ αὐτὸς
Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Την ακολουθία της Κυριακής 12 Νοεμβρίου, μπορείτε να βρείτε:

εδώ

Για να διαβάσετε τις Διδαχές του Αγίου Πατροκοσμά πατήστε εδώ

Για να διαβάσετε τις Προφητείες του Αγίου Πατροκοσμά πατήστε εδώ

Για να ωφεληθούν  περισσότερες ψυχές χρειαζόμαστε τη δική σας βοήθεια. Για να βοηθήσετε πατήστε εδώ

Για να εγγραφείτε στο κανάλι μας στο youtube και να παρακολουθείτε τα βίντεο μας πατήστε εδώ

Για να δείτε σε αποκλειστικότητα σε Παγκόσμια πρώτη προβολή βίντεο από την ημέρα της Αγιοκατατάξεως του Αγίου Παϊσίου, πατήστε εδώ

Κοινοποίηση άρθρου:
RSS
Follow by Email
Facebook
Facebook
Google+
https://www.agiospatrokosmas.gr/2017/11/11/%ce%ba%cf%85%cf%81%ce%b9%ce%b1%ce%ba%ce%b7-12-%ce%bd%ce%bf%ce%b5%ce%bc%ce%b2%cf%81%ce%af%ce%bf%cf%85-2017-%ce%b7%ce%84%ce%bb%ce%bf%cf%85%ce%ba%ce%b1-%ce%b9%cf%89%ce%ac%ce%bd%ce%bd%ce%bf%cf%85-%cf%84/
Twitter