Κυριακή Β΄Λουκά –Ανανίου, Αποστόλου εκ των Ο΄, Ρωμανού του Μελωδού, Ιωάννου Κουκουζέλη

Κυριακή Β΄Λουκά –Ανανίου, Αποστόλου εκ των Ο΄, Ρωμανού του Μελωδού, Ιωάννου Κουκουζέλη

Εωθινόν Στ΄, Ήχος πλ. Δ΄

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Προιμιακός
Εις το Κύριε εκέκραξα ιστώμεν στίχους ι΄

Αναστάσιμα του πλ. Δ΄
Στίχ. α´. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Ἑσπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.

Στίχ. β´. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
Κύριε, Κύριε, μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.

Στίχ. γ´. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Χαῖρε Σιὼν ἁγία, Μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον∙ σὺ γὰρ ἐδέξω πρώτη, ἄφεσιν ἁμαρτιῶν, διά τῆς Ἀναστάσεως.

Στίχ. δ´. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ’ ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς Ἀπειρογάμου σαρκωθείς, βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε, διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως.

Στίχ. ε´. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλα‐σμός ἐστιν.
Ἦχος δ’ (Ὁ ἐξ ὑψίστου κληθεὶς)
Ὁ τὴν ἀκτῖνα τὴν θείαν δεδεγμένος, ὅτε νεύσει κρείττονι πεπληρωμένος σοι, ὁ πρώην ζόφῳ κρατούμενος, προσῆλθε Σαῦλος, τὴν θείαν κάθαρσιν ἐξαιτούμενος, τότε παμμακάριστε, ὡς Ἱεράρχης σοφός, υἱοθετεῖς τῷ βαπτίσματι, τὸν μετὰ ταῦτα, τὴν οἰκουμένην υἱοθετήσαντα· ὅθεν σὺν τούτῳ μακαρίζομεν, σὲ τοῦ Χριστοῦ τὸν Ἀπόστολον, Ἀνανία θεόφρον, ἱκετεύοντα σωθῆναι ἡμᾶς.

Στίχ. Ϛ´. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λό‐γον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Μεμυημένος τὰ θεῖα παραδόξως, βροντῆς γεγωνότερον Μάκαρ ἐσάλπισας, λόγον Θεοῦ τὸν σωτήριον, καὶ τοὺς ὑπνοῦντας, ἐν τοῖς μνημείοις τῆς ματαιότητος, ἐξήγειρας νέκρωσιν ἐναπορρίψαντας, τὴν τοῖς νεκροῖς συνοικίζουσαν, καὶ ἐν τῷ ᾍδῃ, τοὺς κεκτημένους ἐναποστρέφουσαν· οὓς ἀπειργάσω τοῦ νεκρώσαντος, τὸν νεκρωτὴν σκεύη τίμια, Ἰησοῦ τοῦ Δεσπότου, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Στίχ. ζ´. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός,ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ὡς φωτοφόρος, ὡς θεῖος ὑποφήτης, ὡς Μάρτυς θεόκριτος τῶν παθημάτων Χριστοῦ, καὶ τῆς μελλούσης φανήσεσθαι, ἀρρήτου δόξης, συγκληρονόμος τε καὶ συμμέτοχος, συνὼν τῷ δεσπόζοντι καὶ ἐνηδόμενος, ταῖς πηγαζούσαις ἑκάστοτε, φωτοχυσίαις, ἐκ τοῦ ἀδύτου φέγγους θεσπέσιε, τὴν φαιδροτάτην τοὺς τελοῦντας σου, νῦν Ἑορτὴν ἱκεσίαις σου, ζοφερῶν ἐκ κινδύνων, Ἀνανία ἐλευθέρωσον.

Στίχ. η´. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος α’ (Τῶν οὐρανίων ταγμάτων)
Ὁ μουσουργέτης, ἡ λύρα, τοῦ θείου Πνεύματος, ἡ ἀηδών, ὁ τέττιξ, ὁ τῶν θείων ᾀσμάτων, αὐλὸς τῆς Ἐκκλησίας, πᾶσιν ἡμῖν, τάς αὐτοῦ παρατίθεται, μελῳδικὰς εὐωχίας, καὶ δι’ αὐτῶν, κατευφραίνει τοὺς θεόφρονας.

Στίχ. θ´. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη,ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ὁ φαεινότατος λύχνος, καὶ διειδέστατος, ἡ μελουργὸς κιθάρα, ἡ νευρὰ τῶν εὐσήμων, τοῦ Πνεύματος λογίων, ᾄδει τρανῶς, ἐκδιδάσκων τὰ πέρατα, ἐν ἀσιγήτοις τοῖς ὕμνοις δοξολογεῖν, τῆς θεότητος τὴν μίαν αὐγήν.

Στίχ. ι´. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Σὺ τῷ Δεσπότῃ τῶν ὅλων, ὡς παριστάμενος, καὶ παρρησίαν Πάτερ, πρὸς αὐτὸν κεκτημένος, ἡμῶν τῶν ἐκτελούντων, μνήμην ποιοῦ, τὴν φαιδρὰν σου πανήγυριν, τοῦ λυτρωθῆναι κινδύνων καὶ πειρασμῶν, Ῥωμανὲ θεομακάριστε.

Δοξαστικὸν
Ἦχος α’
Τὸ σκεῦος τῆς ἐκλογῆς, τὸ μέγα δοχεῖον τοῦ Πνεύματος, Παῦλον τὸν Ἀπόστολον ἐφώτισας Ἀπόστολε, θεόθεν κατ’ ἀποκάλυψιν χρηματισθείς, ὡς αὐτόπτης τοῦ Λόγου, καὶ μύστης τῶν θαυμάτων αὐτοῦ, Ἀπόστολος δὲ πρὸ τῶν μαθητῶν, καὶ πιστὸς οἰκονόμος τῆς νέας Διαθήκης. Διὸ αὐτὸν μιμούμενος, τὸν διδάσκαλον Χριστόν, τὸ οἰκεῖον αἷμα ἐξέχεας, μαρτυρικῷ πάθει ὁμολογητὴς γενόμενος, Ἀνάνια Ἱεράρχα Χριστοῦ, καὶ τὸν δρόμον τελέσας, τὴν πίστιν τε ἄσυλον τηρήσας, σὺν τοῖς ἄνω λειτουργοῖς ἐν ὑψίστοις αὐλιζομενος, πρέσβευε σωθῆναι τάς ψυχὰς ἡμῶν.

Θεοτοκίον – Ὀκτώηχος, Ἦχος πλ. δ΄
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ’ οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Είσοδος
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σὲ δοξάζει.

Καὶ ψάλλεται τὸ προκείμενον τῆς ἡμέρας.
Τῷ Σαββάτῳ ἑσπέρας.
Ἦχος πλ. β´. Ψαλμὸς Ϟβ´ (92).
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. (Ϟβ´ 1)
Στίχ. α´. Ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. (Ϟβ´ 1)
Στίχ. β´. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ϟβ´1)
Εἶτα ἡ συνήθης Ἐκτενής, τό, Καταξίωσον, τὰ Πληρωτικά, ἡ κεφαλοκλισία κ.λπ.

Εις τα Ἀπόστιχα
Τα αναστάσιμα Ήχος πλ.Δ΄
Ἀνῆλθες ἐπὶ Σταυροῦ Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ, ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν, πρὸς τοὺς πεσόντας, ἡ πάντων Ἀνάστασις, ὁ φωτισμός, καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Χριστὸν δοξολογήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν∙ ψυχὴν καὶ σῶμα γὰρ ἀναλαβών, τῷ πάθει ἀπ’ ἀλλήλων διέτεμε, τῆς ἀχράντου μὲν ψυχῆς ἐν ᾍδῃ κατελθούσης, ὅν καὶ ἐσκύλευσε, τάφῳ δὲ διαφθορὰν οὐκ οἶδε τὸ ἅγιον σῶμα, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Ψαλμοῖς καὶ ὕμνοις δοξολογοῦμεν Χριστέ, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δι’ ἧς ἡμᾶς ἠλευθέρωσας, τῆς τυραννίδος τοῦ ᾍδου, καὶ ὡς Θεὸς ἐδωρήσω, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ὦ Δέσποτα τῶν ἁπάντων, ἀκατάληπτε Ποιητὰ οὐρανοῦ καὶ γῆς, διὰ Σταυροῦ παθών, ἐμοὶ ἀπάθειαν ἐπήγασας, ταφὴν δὲ καταδεξάμενος, καὶ ἀναστὰς ἐν δόξῃ, συνανέστησας τὸν Ἀδὰμ χειρὶ παντοδυνάμῳ. Δόξα τῇ σῇ τριημέρῳ Ἐγέρσει, δι’ ἧς δεδώρησαι ἡμῖν, τὴν αἰώνιον ζωήν, καὶ ἱλασμὸν ἁμαρτιῶν, ὡς μόνος εὔσπλαγχνος.

Δοξαστικὸν
Ἦχος πλ. β’
Πρώτη καλῶν ἀπαρχή, ὤφθης σωτηρίας ἀφορμή, Ῥωμανὲ Πατὴρ ἡμῶν· Ἀγγελικὴν γὰρ ὑμνῳδίαν συστησάμενος, θεοπρεπῶς ἐπεδείξω τὴν πολιτείαν σου. Χριστὸν τὸν Θεὸν ἱκέτευε, πειρασμῶν καὶ κινδύνων λυτρωθῆναι τοὺς ἀνυμνοῦντας σε.

Θεοτοκίον τοῦ ῆχου πλ. β’
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Αναστάσιμον απολυτίκιον του πλαγίου Δ’ (Αυτόμελον)
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

Ἀπολυτίκιον τοῦ Ἀποστόλου Ἦχος γ´
Ἀπόστολε Ἅγιε Ἀνανία, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Ἀπολυτίκιον τοῦ Ὁσίου Ἦχος πλ. δ´
Ἐν σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατ’ εἰκόνα· λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττων ἐδίδασκες, ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γὰρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Ῥωμανὲ τὸ πνεῦμά σου.

Θεοτοκίον
Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Εξάψαλμος
Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦχος πλ. β´.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Τα απολυτίκια
Αναστάσιμον απολυτίκιον του πλαγίου Δ’ Αυτόμελον
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

Ἀπολυτίκιον τοῦ Ἀποστόλου Ἦχος γ´
Ἀπόστολε Ἅγιε Ἀνανία, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Ἀπολυτίκιον τοῦ Ὁσίου Ἦχος πλ. δ´
Ἐν σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατ’ εἰκόνα· λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττων ἐδίδασκες, ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γὰρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Ῥωμανὲ τὸ πνεῦμά σου.

Θεοτοκίον
Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Συναπτή μικρά και εκφώνησις
Ὅτι σὸν τὸ κράτος…

ΚΑΘΙΣΜΑΤΑ
[Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος]
Μετὰ τὴν α´ Στιχολογίαν,
Καθίσματα τα αναστάσιμα Ήχος πλάγιος Δ΄
Αυτόμελον
Ἀνέστης ἐκ νεκρών, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς Γυναιξὶν ἐβόα· Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε, κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα… (Τὴν σοφίαν καὶ Λόγον)
Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας Γυναιξί, κηρῦξαι τὴν Ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται, καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο∙ ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενᾳ, καὶ πιστεύσας ἐβόησε∙ Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν∙ τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.
Θεοτοκίον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον, ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν πανάγιον Τόκον σου.

Ἦχος πλ. δ΄
Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς σου ἐν Σιών. Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι.
Δόξα…
Τὰ μύρα τῆς ταφῆς, αἱ Γυναῖκες κομίσασαι, φωνῆς Ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον. Παύσασθε τῶν δακρύων, καὶ ἀντὶ λύπης χαρὰν κομίσασθε, κράξατε ἀνυμνοῦσαι, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Θεοτοκίον
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν∙ τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα σοι.

Ἡ Ὑπακοὴ
Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον· Ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ, Ἦχος Πλ. δ΄
Ἀντίφωνον Α΄
Ἐκ νεότητός μου ὁ ἐχθρός με πειράζει, ταῖς ἡδοναῖς φλέγει με, ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε τροποῦμαι τοῦτον.
Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος· συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων.
Δόξα… Καὶ νῦν …
Ἁγίῳ Πνεύματι, τὸ ζῆν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας, σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ, καὶ τῷ Λόγῳ.

Ἀντίφωνον Β΄
Ἡ καρδία μου τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα, μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον.
Ἐπὶ τὸν Κύριον ὁ ἐσχηκὼς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα κρινεῖ καὶ κολάσει.
Δόξα… Καὶ νῦν …
Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων, εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.

Ἀντίφωνον Γ΄
Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀπὸ τῶν ἐνθένδε.
Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν βεβιωμένων.
Δόξα… Καὶ νῦν …
Ἁγίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία· ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.

Ἀντίφωνον Δ΄
Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν.
Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.
Δόξα… Καὶ νῦν …
Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως· Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως.

Προκείμενον
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.
Στίχ. Αἴνει ἡ ψυχή μου τὸν Κύριον.

ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ
Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, …
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον.
Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Κύριε, ἐλέησον. (γ´)
Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ ἱερεύς· Εἰρήνη πᾶσι.
Καὶ τῷ Πνεύματί σου.
Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Ὁ διάκονος· Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον.(ΕΩΘΙΝΟΝ ΣΤ’, ΛΟΥΚΑ 24,36-53)

«Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳ τῶν Μαθητῶν, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι, ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατὶ διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι, ψηλαφήσατέ με καὶ ἴδετε΄ ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τοῦτο εἰπών, ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. Ἒτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς, καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίου. Καὶ λαβὼν, ἐνώπιον αὐτῶν ἔφαγεν. Εἶπε δὲ αὐτοῖς· Οὗτοι οἱ λόγοι, οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσέως καὶ Προφήταις καὶ Ψαλμοῖς περὶ ἐμοῦ. Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφάς· καὶ εἶπεν αὐτοῖς· Ὃτι οὕτω γέγραπται, καὶ οὕτως εἴδει παθεῖν τὸν Χριστόν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. Ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ, εὐλόγησεν αὐτούς. Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτόν αὐτούς, διέστη ἀπ’ αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ, προσκυνήσαντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης. Καὶ ἦσαν διαπαντός ἐν τῷ Ἱερῷ, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν».

Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·
Ἀνάστασιν Χριστοῦ θεασάμενοι,
Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ)
τὴν προφώνησιν Ἐλεῆμον.
Ἦχος β´.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐λειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐λειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου,καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἐλέησόν με, ὁ Θεός.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου… Κύριε, ἐλέησον (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς… Ἀμήν.

ΟΙ ΚΑΝΟΝΕΣ
Ο Αναστάσιμος και του Μηναίου
ᾨδὴ α’, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος
Ἦχος πλ. δ΄
Ὁ Εἱρμὸς
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ἆσμα τῷ Θεῷ ἀναμέλποντα».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε
Τὴν παντοδύναμον Χριστοῦ Θεότητα, πῶς μὴ θαυμάσωμεν, ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν, ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε
Ὡς εὐπρεπὴς ταῖς Γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς Ἀναστάσεως, κράζει∙ Ἐξηγέρθη ὁ Κύριος.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε∙ διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.
ᾨδὴ α’
Ἦχος πλ. δ’ (Ὑγρὰν διοδεύσας )
Στιχ. Άγιε Απόστολε του Χριστού πρέσβευε υπέρ ημών
Ἀνοίξωμεν στόμα εὐφημικόν, τρανώσωμεν γλῶτταν, ἐν τῇ μνήμῃ πάντες πιστοί, τοῦ ἀρχιποίμενος Ἀνανίου, καὶ σὺν αὐτῷ τῷ Θεῷ ἡμῶν ᾄσωμεν.
Άγιε Απόστολε…
Νυμφίῳ ἀχράντῳ νυμφαγωγεῖ, τὴν ἄσπιλον νύμφην, Ἀνανίας ὁ εὐκλεής, Χριστοῦ τὴν ἐνταῦθα Ἐκκλησίαν, μεθ’ ἧς φαιδρῶς τῷ Θεῷ ἡμῶν ᾄσωμεν.
Άγιε Απόστολε…
Ἀρχαῖος γενόμενος μαθητής, τῷ νέῳ βραβεύεις, τὴν ἀνάβλεψιν φοιτητῇ, τῷ πάλαι διώκτῃ Ἀνανία, καὶ μελῳδεῖς· Τῷ Θεῷ ἡμῶν ᾄσωμεν.
Υπεραγία Θεοτόκε…
Τάξεις σε Ἀγγέλων καὶ τῶν βροτῶν, ἀνύμφευτε Μῆτερ, εὐφημοῦσιν ἀνελλιπῶς· τὸν Κτίστην γὰρ τούτων ὥσπερ βρέφος, ἐν ταῖς ἀγκάλαις σου ἐβάστασας.

Κανών β’, ᾨδὴ α’, τοῦ Ὁσίου
Ἦχος πλ. β’ (Ὡς ἐν ἠπείρῳ)
Φωτολαμπεῖς λαμπηδόνας ἐξ οὐρανοῦ, ἡμῖν ἐξαπόστειλον, ταῖς πρεσβείαις σου σοφέ, Ῥωμανὲ θεσπέσιε, τὴν σήν, εὐφημῆσαι ἱερὰν μνήμην ἐν ᾄσμασιν.
Στιχ.Όσιε του Χριστού πρέσβευε υπέρ ημών
Ἀπὸ νεότητος ὅλον σὺ τῷ Χριστῷ, σαυτὸν παραθέμενος, ἠκολούθησας αὐτῷ, φεγγοβόλοις λάμψεσι τὸν νοῦν, οὐρανόθεν, Ῥωμανὲ καταστραπτόμενος.
Δόξα Πατρί…
Ὡραϊσμένος τῷ κάλλει τοῦ παντουργοῦ, καὶ Ἁγίου Πνεύματος, ὡς ἀστὴρ φωτολαμπής, ἀρετῶν φαιδρότητι σοφέ, ἀνεδείχθης Ῥωμανέ, κόσμου τοῖς πέρασιν.
Και νυν και αεί…
Ἐκ σου προῆλθεν ἀφράστως ὁ τοῦ Θεοῦ, Λόγος ὁ συνάναρχος, ἐπ’ ἐσχάτων τῶν καιρῶν, καὶ τὸν πρῶτον ἄνθρωπον φθορᾷ, πεπτωκότα, Θεοτόκε ἀνεσώσατο.
ᾨδὴ γ’, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος
Ἦχος πλ. δ΄
Ὁ Εἱρμὸς
«Ὁ στερεώσας κατ’ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας,ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν (τῆς Ἐκκλησίας) σου στήριξον, ὅτι οὔκ ἐστι πλὴν σοῦ, ἅγιος μόνε φιλάνθρωπε».
Στιχ. Δόξα τη Αγία Αναστάσει Σου, Κύριε.
Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστέ∙ αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.
Στιχ. Δόξα τη Αγία Αναστάσει Σου, Κύριε
Τῆς Ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὐτοῦ Θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε.
Στιχ. Υπεραγία Θεοτόκε, σώσον ημάς
Τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε∙ σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε∙ διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.

ᾨδὴ γ’, τοῦ Ἀποστόλου
Ἦχος πλ. δ’ (Σὺ εἶ τὸ στερέωμα)
Νεύμασιν ἑπόμενος, τοῦ Διδασκάλου σου γέγονας, Ἀρχιερεύς, ἀθλοφορικόν τε, ἱερεῖον Ἀπόστολε.
Άγιε Απόστολε του Χριστού, πρέσβευε υπέρ ημών
Ἵλεων ἐντεύξεσι, θεοπειθέσι σου ἔργασαι, τὸν Λυτρωτήν, τοῖς σὲ ἀνυμνοῦσιν, Ἀνανία Ἀπόστολε.
Άγιε Απόστολε του Χριστού, πρέσβευε υπέρ ημών
Ὅλην σοι ἐπέδησε, τὴν τοῦ θηρὸς ὁρμὴν Κύριος, ἐπιφανείς, ἐν φωτὶ ἀρρήτῳ, ἀμαυρώσας τὸ πρόσωπον.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Σὲ πάντες κεκτήμεθα, καταφυγὴν καὶ τεῖχος ἡμῶν, Χριστιανοὶ· σὲ δοξολογοῦμεν, ἀσιγήτως ἀνύμφευτε.

Κανών β’, ᾨδὴ γ’, τοῦ Ὁσίου
Ἦχος πλ. β’ (Οὐκ ἔστιν Ἅγιος)
Ὁ νοῦς σου γέγονε σοφέ, σκήνωμα τῆς Τριάδος, Ῥωμανὲ τῆς Ἁγίας, δεδεγμένος εὐσεβῶς, τὴν γνῶσιν τὴν ἀληθῆ, καὶ προχέων, ἔνθεα διδάγματα.
‘Οσιε του Χριστού, πρέσβευε υπέρ ημών
Ῥευμάτων ἔβλυσε πηγάς, ἡ τιμία σου γλῶσσα, κελαδοῦσα τὰ θεῖα, καὶ τρανοῦσα ἐμφανῶς, τὴν τοῦ Χριστοῦ πρὸς ἡμᾶς, ἐκ Παρθένου, γέννησιν τὴν ἄφραστον.
Δόξα Πατρί και Υιώ…
Ἰδοὺ ἐκτρέφεις δαψιλῶς, ταῖς σοφαῖς ὁμιλίαις, καὶ τερπναῖς μελῳδίαις, τάς διανοίας ἡμῶν, καὶ ἐμπιπλᾶς γλυκασμοῦ, θειοτάτου, Ῥωμανὲ θεσπέσιε.
Και νυν και αεί…
Πασῶν ὑπάρχεις στρατιῶν, ἀνωτέρα Παρθένε· τὸν ἐκείνων γὰρ Κτίστην, τὸν Υἱὸν τὸν τοῦ Θεοῦ, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.
Ὁ Εἱρμὸς
«Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».

Μεσώδια καθίσματα του Μηναίου
Κάθισμα τοῦ Ἀποστόλου
Ἦχος α´ (Τὸν τάφον σου Σωτὴρ)
Τοῖς πάθεσι Χριστοῦ, κοινωνὸς ἀνεδείχθης, Ἀπόστολε σοφέ, καὶ αὐτόπτα τοῦ Λόγου· πιὼν γὰρ τὸ ποτήριον, ἐτελέσθης δι’ αἵματος. Ἀλλ’ ὡς σύνθρονος, καὶ κληρονόμος ὑπάρχων, ἐκδυσώπησον, ὑπὲρ εἰρήνης τοῦ κόσμου, αὐτὸν ὡς φιλάνθρωπον.
Δόξα…Τοῦ Ὁσίου
Ἦχος πλ. α´ (Τὸν συνάναρχον Λόγον)
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, δογματίσας τῷ κόσμῳ ὡς ὁμοούσιον, τοὺς πιστοὺς ὡς ἀληθῶς κατεφώτισας·´ καὶ αἱρέσεων δεινάς, ἐρεσχελίας καθελών, παρίστασαι τῷ Κυρίῳ, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν σὲ ὑμνούντων Ῥωμανὲ θαυμάσιε.
Καὶ νῦν… Θεοτοκίον
Τὸν ἐκ σου σαρκωθέντα Θεὸν καὶ Κύριον, δι’ ἡμᾶς τοὺς φθαρέντας τοῖς ἁμαρτήμασι, τοῦτον ἱκέτευε θερμῶς, τοῦ οἰκτειρῆσαι ἡμᾶς, καὶ ἀποστρέψαι τὸν θυμόν, καὶ τὴν ὀργὴν αὐτοῦ Σεμνή, ἀπὸ τῶν πίστει τιμώντων, καὶ εὐφημούντων ἀπαύστως, τὴν δυναστείαν καὶ τὸ κράτος σου.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης…

Κοντάκιον
Ἦχος πλ. δ΄ (Ὡς ἀπαρχὰς τῆς φύσεως)
Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἥγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας, καὶ ἡ Εὔα χορεύει ἐν τῇ σῇ Ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν Ἐγέρσει σου Πολυέλεε.
Ὁ Οἶκος
Τὰ τοῦ ᾍδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, Γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης, χαρὰν κομισάμενος, καὶ Ἀποστόλοις σου ἐμήνυσας τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας φιλάνθρωπε∙ διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν Ἐγέρσει σου πολυέλεε.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Α’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀνανίου.
Στίχοι
Λίθοις νέμειν θέλοντα μηδαμῶς σέβας,
Ἀνανίαν βάλλουσι δυσσεβεῖς λίθοις.
Λεύσθη Ἀνανίας Ὀκτωβρίου ἥματι πρώτῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥωμανού, τοῦ Ποιητοῦ τῶν Κοντακίων.
Στίχοι
Καὶ πρὶν μὲν ὕμνει Ῥωμανὸς Θεὸν Λόγον,
Ὑμνεῖ δὲ καὶ νῦν, ἀλλὰ σὺν τοῖς Ἀγγέλοις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τῶν Ἁγίων Μαρτύρων Μιχαὴλ ἐκ τῆς Μονῆς Ζώβης, καὶ τῶν σῦν αὐτῷ λς´ Ἁγίων Μοναχῶν τῶν μαρτυρησάντων ἐν τῇ ἐνορίᾳ Σεβαστουπόλεως.
Στίχοι
Τμηθεὶς Μιχαὴλ σὺν μαθηταῖς τρισδέκα,
Χορῷ συνήφθη τῶν Μοναστομαρτύρων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἓξ Ὀσιομαρτύρων ξίφει τελειωθέντων.
Στίχοι
Ἓξ συμμονασταὶ τοὺς ἑαυτῶν μανδύας,
Ἄθλοις ἐρυθραίνουσι τοῖς διὰ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δομνίνου.
Στίχοι
Δεινὴν Δομνῖνος συντριβὴν σκελῶν φέρων,
Ὑποσκελισμοὺς τοῦ Σατᾶν καταισχύνει.
Ὁ Ὅσιος Ἰωάννης ὁ Κουκουζέλης ὁ ἡδύμολπος, ὁ ἐν τοῖς ὁρίοις τῆς ἐν τῷ Ἄθῳ μεγίστης Λαύρας ἀσκήσας, ἐν εἰρήνῃ τελειούται.
Ὁ Ὅσιος Γρηγόριος ὁ Δομέστικος, ὁ ἐν τῇ αὐτῇ μεγίστῃ Λαύρᾳ τοῦ Ἄθου ἀσκήσας, καὶ ἒν χρυσοῦν νόμισμα παρὰ τῆς Θεοτόκου λαβών, ἐν εἰρήνῃ τελειοῦται.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ
Ὠδὴ α’. Ἦχος δ’
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων,καὶ ᾄσω γηθόμενος,ταύτης τα θαύματα.
Ὠδὴ γ’
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· και εν τη θεία δόξη σου, στεφάνων δόξης ἀξίωσον.
Ὠδὴ δ’
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος,τῇ ἀκηράτῳ παλάμη, καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου.
Ὠδὴ ε’
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
Ὠδὴ ς’.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Ὠδὴ ζ’
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε,ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Στιχολογούμεν την Τιμιωτέραν
Ὠδὴ θ’.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀύλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Άγιος Κύριος ο Θεός ημών…

Αναστάσιμον ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ ΣΤ’, Ἦχος β΄ (Τοῖς Μαθηταῖς συνέλθωμεν)
Δεικνύων ὅτι ἄνθρωπος, Σῶτερ εἶ κατ’ οὐσίαν, ἐν μέσῳ στὰς ἐδίδασκες, ἀναστὰς ἐκ τοῦ τάφου, καὶ βρώσεως συμμετέσχες, βάπτισμα μετανοίας, εὐθὺς δὲ πρὸς οὐράνιον, ἀνελήφθης Πατέρα, καὶ Μαθηταῖς, πέμπειν τὸν Παράκλητον ἐπηγγείλω, Ὑπέρθεε Θεάνθρωπε, δόξα τῇ σῇ Ἐγέρσει.

Ἐξαποστειλάριον τοῦ Ἀποστόλου
Ἦχος β’ (Τοῖς Μαθηταῖς )
Ἀρχαῖος μαθητὴς Χριστοῦ, γεγονὼς Ἀνανία, τῷ νέῳ τὴν ἀνάβλεψιν, μαθητῇ σὺ βραβεύεις, Παύλῳ τῷ θείῳ· διὸ σε, σὺν αὐτῷ εὐφημοῦμεν, ὡς ἱεράρχην ἔνθεον, ὡς Ἀπόστολον θεῖον, ὡς ἀληθῆ, Μάρτυρα καὶ κήρυκα θεηγόρον, καὶ πρεσβευτὴν θερμότατον, πάσης τῆς οἰκουμένης.

Ἐξαποστειλάριον τοῦ Ὁσίου
Ἦχος β’ (Τοῖς Μαθηταῖς)
Ἐν θεοπνεύστοις ᾄσμασι, κατετράνωσας, Μάκαρ, τὴν τοῦ Χριστοῦ ἀπόρρητον, θείαν οἰκονομίαν, καὶ ὕμνοις ἔστεψας πάντας, Ῥωμανὲ τοὺς Ἁγίους· μεθ’ ὧν φαιδρῶς ἀνύμνησας, τὴν ἁγνὴν καὶ Παρθένον, καὶ ἀληθῆ, τοῦ Θεοῦ Μητέρα πάνσοφε Πάτερ, μεθ’ ἧς ἡμῶν μνημόνευε, παρεστὼς τῇ Τριάδι.

Θεοτοκίον
Ὁ Ποιητὴς τῆς κτίσεως καὶ Θεὸς τῶν ἁπάντων, σάρκα βροτείαν ἔλαβεν, ἐξ ἀχράντων αἱμάτων, σοῦ παναγία Παρθένε· καὶ γὰρ φθαρεῖσαν πᾶσαν, τὴν φύσιν ἐκαινούργησε, πάλιν ὡς πρὸ τοῦ τόκου, καταλιπών, μετὰ τόκον· ὅθεν πιστῶς σε πάντες, ἀνευφημοῦμεν κράζοντες· Χαῖρε Δέσποινα κόσμου.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ
Ἦχος πλ. δ’
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. Δ΄.
Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ’ οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρών, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.
Στιχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν μνημείῳ, Ἰουδαῖοι σε κατέθεντο, ἀλλ’ ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο∙ ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας∙ φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾷν αὐτοῦ τὴν δύναμιν∙ ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε∙ διὰ τοῦτο προσκυνοῦμεν, τὴν Ταφήν σου καὶ τὴν Ἔγερσιν.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ Γύναια ἐφώνησε λέγων∙ Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἀνέστη Θεός ὤν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ἔπαθες διὰ σταυροῦ, ὁ ἀπαθὴς τῇ Θεότητι, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῆς δουλείας τοῦ ἐχθροῦ, καὶ ἀθανατίσας, ζωοποιήσῃς ἡμᾶς Χριστὲ ὁ Θεός, διὰ τῆς Ἀναστάσεώς σου φιλάνθρωπε.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Προσκυνῶ καὶ δοξάζω, καὶ ἀνυμνῶ Χριστέ, τὴν σὴν ἐκ τάφου Ἀνάστασιν, δι’ ἧς ἠλευθέρωσας ἡμᾶς, ἐκ τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἐδωρήσω τῷ κόσμῳ ὡς Θεὸς ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

Στιχ. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
Τὸ ζωοδόχον σου μνῆμα, φρουροῦντες παράνομοι, σὺν τῇ κουστωδίᾳ ἐσφραγίσαντο τοῦτο, σὺ δὲ ὡς ἀθάνατος Θεὸς καὶ παντοδύναμος, ἀνέστης τριήμερος.

Στιχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Πορευθέντος σου ἐν πύλαις ᾍδου Κύριε, καὶ ταύτας συντρίψαντος, ὁ αἰχμάλωτος οὕτως ἐβόα∙ Τίς ἐστιν οὗτος, ὅτι οὐ καταδικάζεται ἐν τοῖς κατωτάτοις τῆς γῆς, ἀλλὰ καὶ ὡς σκηνὴν κατέλυσε τοῦ θανάτου τὸ δεσμωτήριον; ἐδεξάμην αὐτὸν ὡς θνητόν, καὶ τρέφω ὡς Θεόν. Παντοδύναμε Σωτὴρ ἐλέησον ἡμᾶς.

ΔΟΞΑΣΤΙΚΟΝ ΣΤ’, Ἦχος πλ. β’ Ἰδιόμελον
Ἡ ὄντως εἰρήνη σὺ Χριστέ, πρὸς ἀνθρώπους Θεοῦ, εἰρήνην τὴν σὴν διδούς, μετὰ τὴν Ἔγερσιν Μαθηταῖς, ἐμφόβους ἔδειξας αὐτούς, δόξαντας πνεῦμα ὁρᾷν, ἀλλὰ κατέστειλας τὸν τάραχον αὐτῶν τῆς ψυχῆς, δείξας τὰς χεῖρας καὶ τοὺς πόδας σου· πλὴν ἀπιστούντων ἔτι, τὴ τῆς τροφῆς μεταλήψει, καὶ διδαχῶν ἀναμνήσει, διήνοιξας αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφάς· οἷς καὶ τὴν Πατρικὴν ἐπαγγελίαν καθυποσχόμενος, καὶ εὐλογήσας αὐτούς, διέστης πρὸς οὐρανόν. Διὸ σὺν αὐτοῖς προσκυνοῦμέν σε, Κύριε δόξα σοι.

Και νυν…
Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρθένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, *ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, *ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποιήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Καὶ εὐθὺς ψάλλεται εἰς τὸν ἦχον τῆς Κυριακῆς

Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦμέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παντοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐στέ, * καὶ ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός,* ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,* ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, *Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐μήν.
Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡμῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώματά σου. (ἐκ γ´)
Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· *ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ·
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β´.
Ἀναστὰς ἐκ τοῦ μνήματος καὶ τὰ δεσμὰ διαρρήξας τοῦ ᾅδου, ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε, πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος· ἐμφανίσας σεαυτὸν τοῖς ἀποστόλοις σου ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα καὶ δι᾿ αὐτῶν τὴν εἰρήνην παρέσχες τῇ οἰκουμένῃ, μόνε πολυέλεε.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τα Αντίφωνα των Κυριακών

Απολυτίκια
Αναστάσιμον Ἀπολυτίκιον Ήχος πλ.Δ΄
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.
Ἀπολυτίκιον τοῦ Ἀποστόλου Ἦχος γ´
Ἀπόστολε Ἅγιε Ἀνανία, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Ἀπολυτίκιον τοῦ Ὁσίου Ἦχος πλ. δ´
Ἐν σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατ’ εἰκόνα· λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττων ἐδίδασκες, ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γὰρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Ῥωμανὲ τὸ πνεῦμά σου.
Το απολυτίκιον του Αγίου του ναού

Κοντάκιον
«Προστασία των Χριστιανών ακαταίσχυντε…».

ΑΝΑΓΝΩΣΜΑΤΑ
ΑΠΟΣΤΟΛΟΣ (Β΄Κοριν. στ΄16- ζ΄1)
«Αδελφοί, υμεῖς ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ. Ταῦτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ».

ΕΥΑΓΓΕΛΙΟΝ (Λουκ. στ΄31-36)
«Είπεν ο Κύριος καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. Καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. Καὶ ἐὰν δανείζητε παρ᾿ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα. Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί».
Και καθ΄εξής η Λειτουργία του Αγίου Ιωάννου Χρυσοστόμου

Κοινοποίηση άρθρου:
RSS
Follow by Email
Facebook
Facebook
Google+
https://www.agiospatrokosmas.gr/2017/09/30/%ce%ba%cf%85%cf%81%ce%b9%ce%b1%ce%ba%ce%ae-%ce%b2%ce%84%ce%bb%ce%bf%cf%85%ce%ba%ce%ac-%ce%b1%ce%bd%ce%b1%ce%bd%ce%af%ce%bf%cf%85-%ce%b1%cf%80%ce%bf%cf%83%cf%84%cf%8c%ce%bb%ce%bf%cf%85-%ce%b5/
Twitter