Κυριακή Α΄ Λουκά- Παναγίας Μυρτιδιωτίσσης, Αγίας Θέκλης, Αγίου Σιλουανού

Κυριακή Α΄ Λουκά- Παναγίας Μυρτιδιωτίσσης, Αγίας Θέκλης, Αγίου Σιλουανού

Κυριακή Α΄Λουκά- Παναγίας Μυρτιδιωτίσσης, Αγίας Θέκλης, Αγίου Σιλουανού

Εωθινόν Ε΄ ‘Ηχος βαρύς

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Προιμιακός

Εις το Κύριε εκέκραξα ιστώμεν στίχους ι΄

Αναστάσιμα στιχηρά του βαρέως ήχου ζ΄
Στίχ. α´. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τῷ συντρίψαντι θανάτου τὸ κράτος, καὶ φωτίσαντι ἀνθρώπων τὸ γένος, μετὰ τῶν Ἀσωμάτων κραυγάζοντες· Δημιουργὲ καὶ Σωτὴρ ἡμῶν δόξα σοι.

Στίχ. β´. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ταφὴν δι’ ἡμᾶς, θανάτῳ δὲ ὡς Θεός, θάνατον ἐνέκρωσας· διὸ προσκυνοῦμεν τὴν τριήμερόν σου ἀνάστασιν, Κύριε δόξα σοι.

Στίχ. γ´. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Ἀπόστολοι ἰδόντες τὴν Ἔγερσιν τοῦ Δημιουργοῦ, ἐθαύμασαν βοῶντες τὴν αἴνεσιν τὴν Ἀγγελικήν. Αὕτη ἡ δόξα τῆς Ἐκκλησίας, οὗτος ὁ πλοῦτος τῆς Βασιλείας, ὁ παθὼν δι’ ἡμᾶς, Κύριε δόξα σοι.

Στίχ. δ´. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Κἂν συνελήφθης Χριστέ, ὑπὸ ἀνόμων ἀνδρῶν, ἀλλὰ σύ μου εἶ Θεός, καὶ οὐκ αἰσχύνομαι, ἐμαστίχθης τὸν νῶτον, οὐκ ἀρνοῦμαι. Σταυρῷ προσηλώθης, καὶ οὐ κρύπτω· εἰς τὴν Ἔγερσίν σου καυχῶμαι· ὁ γὰρ θάνατος σου ζωή μου. Παντοδύναμε καὶ φιλάνθρωπε, Κύριε δόξα σοι.

Στίχ. ε´. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλα‐σμός ἐστιν.
Δαυϊτικὴν προφητείαν ἐκπληρῶν, Χριστὸς μεγαλειότητα, ἐν Σιών, τὴν οἰκείαν Μαθηταῖς ἐξεκάλυψεν, αἰνετὸν δεικνὺς ἑαυτόν, καὶ δοξαζόμενον ἀεί, σὺν Πατρὶ τε καὶ Πνεύματι ἁγίῳ, πρότερον μὲν ἄσαρκον ὡς Λόγον, ὕστερον δὲ δι’ ἡμᾶς, σεσαρκωμένον, καὶ νεκρωθέντα ὡς ἄνθρωπον, καὶ ἀναστάντα κατ’ ἐξουσίαν ὡς φιλάνθρωπον.

Στίχ. Ϛ´. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Κατῆλθες ἐν τῷ ᾍδῃ Χριστὲ ὡς ἠβουλήθης, ἐσκύλευσας τὸν θάνατον, ὡς Θεὸς καὶ Δεσπότης, καὶ ἀνέστης τριήμερος, συναναστήσας τὸν Ἀδάμ, ἐκ τῶν τοῦ ᾍδου δεσμῶν καὶ τῆς φθορᾶς, κραυγάζοντα καὶ λέγοντα· Δόξα τῇ Ἀναστάσει σου, μόνε φιλάνθρωπε.

Στίχ. ζ´. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός,ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἐν τάφῳ κατετέθης, ὡς ὁ ὑπνῶν Κύριε, καὶ ἀνέστης τριήμερος, ὡς δυνατὸς ἐν ἰσχύϊ, συναναστήσας τὸν Ἀδάμ, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ὡς παντοδύναμος.

Της Πρωτομάρτυρος Ἦχος πλ. δ’ (Κύριε, εἰ καὶ κριτηρίῳ)
Στίχ. η´. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώ‐σεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐ‐τοῦ.
Κύριε, εἰ καὶ ἐν θυρίδι ἡ Θέκλα, προσεπάγη τῷ πόθῳ σου, ἀλλὰ νοερῶς ἐν ὑψίστοις, παρισταμένη τῷ θρόνῳ σου, ἐξεπλήττετο τὴν σήν, ἀσύγκριτον εὐπρέπειαν, τοῦ σαρκωθέντος φιλανθρώπως, ἵνα σώσῃς τάς ψυχὰς ἡμῶν.

Στίχ. θ´. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη,ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Κύριε, εἰ καὶ δεσμευθέντι ἡ Θέκλα, τῷ Ἀποστόλῳ προσέδραμεν, ἀλλὰ προσπαθείας γηΐνων, τὸν δεσμὸν ἐναπεσείσατο, καὶ κραταιότητι τῆς σῆς, ἁλοῦσα ἀγαπήσεως, βεβαιωθεῖσα συνεδέθη, σοὶ τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

Στίχ. ι´. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Κύριε, εἰ καὶ διδασκάλου ἡ Θέκλα, οὐχὶ ἑκοῦσα μεμόνωται, ἀλλὰ συμπαρόντα σε εἶχεν, ἐν καιρῷ τὸ τῆς ἀθλήσεως, καὶ γυμνωθεῖσα στολῆς, ἐσκέπετο τῇ δόξῃ σου, καὶ στεφθεῖσα τῇ χειρί σου, προασπίζει τῶν ψυχῶν ἡμῶν.

Δόξα Πατρί …Και νυν (Δογματικόν Θεοτοκίον)
Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται· παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως· ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διό σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς. Πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Είσοδος
Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός,* οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, *ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅγιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι καιροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει.

Καὶ ψάλλεται τὸ προκείμενον τῆς ἡμέρας.
Τῷ Σαββάτῳ ἑσπέρας.
Ἦχος πλ. β´. Ψαλμὸς Ϟβ´ (92).
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. (Ϟβ´ 1)
Στίχ. α´. Ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. (Ϟβ´ 1)
Στίχ. β´. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ϟβ´1)
Εἶτα ἡ συνήθης Ἐκτενής, τό, Καταξίωσον, τὰ Πληρωτικά, ἡ κεφαλοκλισία κ.λπ.

Εις τα Ἀπόστιχα
Τα αναστάσιμα Ἦχος βαρὺς
Ἀνέστης ἐκ τοῦ τάφου, Σωτὴρ τοῦ κόσμου, καὶ συνήγειρας τοὺς ἀνθρώπους, σὺν τῇ σαρκί σου, Κύριε δόξα σοι.
Τὰ κατ᾿ Ἀλφάβητον.
Ἰωάννου τοῦ Δαμασκηνοῦ.

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιε‐ζώσατο. (Ψαλμ. Ϟβ´ 1).
Τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ φωτίσαντα τὰ πάντα, δεῦτε προσκυνήσωμεν· ἐκ τῆς τοῦ ᾍδου γὰρ τυραννίδος, ἡμᾶς ἠλευθέρωσε, διὰ τῆς αὐτοῦ τριημέρου Ἐγέρσεως, ζωὴν ἡμῖν δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ψαλμ. Ϟβ´ 1)
Ὑπὸ τὸν ᾍδην κατελθὼν Χριστέ, θάνατον ἐσκύλευσας, καὶ τριήμερος ἀναστάς, ἡμᾶς συνανέστησας, δοξάζοντας τὴν σὴν παντοδύναμον Ἔγερσιν, Κύριε φιλάνθρωπε.

Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. (Ψαλμ. Ϟβ´ 5).
Φοβερὸς ὤφθης Κύριε, ἐν τάφῳ κείμενος ὡς ὁ ὑπνῶν, ἀναστὰς δὲ τριήμερος ὡς δυνατός, τὸν Ἀδὰμ συνανέστησας κραυγάζοντα· Δόξα τῇ Ἀναστάσει σου, μόνε φιλάνθρωπε.

Δόξα… Ἦχος πλ. δ’
Ἀνατολίου
Λεόντων ὁρμὰς κατεπάτησας, καὶ Θάμυριν, καταισχύνασα, Πρωτομάρτυς Ἀπόστολε, ἠκολούθησας τῷ νυμφίῳ σου κράζουσα. Εἰς ὀσμὴν μύρου σου ἔδραμον, Χριστέ· διὸ καὶ Παῦλον διώκουσα, ἐξ οὐρανοῦ ἐδέξω τὸ χάρισμα, καὶ τὸ στέφος κεκλήρωσαι παρὰ τοῦ ἀθλοθέτου Θεοῦ, καὶ πρεσβεύεις ἀπαύστως, δωρηθῆναι πταισμάτων ἱλασμόν, τοῖς ἐν πίστει ἐκτελοῦσι τὸ ἱερὸν σου μνημόσυνον.

Και νυν…
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Αναστάσιμον Ἀπολυτίκιον Ἦχος βαρὺς
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἦχος δ’. Ταχὺ προκατάλαβε
Τοῦ Παύλου συνέκδημος, ὡς καθαρά τὴ ψυχή, καὶ πρώταθλος πέφηνας, ἐν γυναιξὶν εὐκλεῶς, Χριστὸν ἀγαπήσασα, σὺ γὰρ τῆς εὐσέβειας, πτερωθεῖσα τῷ πόθῳ, ἤθλησας ὑπὲρ φύσιν, Ἰσαπόστελε Θέκλα διὸ σὲ ὁ Πανοικτίρμων νύμφην ἠγάγετο.

Ἦχος γ’. Θείας πίστεως (Ποίημα Παύλου Ἱερομόναχου)
Κήρυξ δέδοσαι, τῇ οἰκουμένῃ, σὺ γλυκύτατος, ἐν θεολόγοις, τῆς τοῦ Χριστοῦ ἀγάπης τρισόλβιε· τὸν Ταπεινὸν γὰρ καὶ Πρᾷον ἑώρακας, καὶ τὴν Ἐκείνου καρδίαν κατέμαθες. Ὅθεν ἅπαντες, Σιλουανὲ ἐλλαμπόμενοι, τοῖς θεογλώσσοις ῥήμασι, δοξάζομεν τὸ Πνεῦμα τὸ δοξάσαν σε.

Δόξα… Καὶ νῦν… Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε• ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Εξάψαλμος

Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι πρέπει σοι πᾶσα δόξα…

Ἦχος πλ. β´.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…Θεός Κύριος

Τα απολυτίκια
Αναστάσιμον Ἀπολυτίκιον Ἦχος βαρὺς
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἦχος δ’. Ταχὺ προκατάλαβε
Τοῦ Παύλου συνέκδημος, ὡς καθαρά τὴ ψυχή, καὶ πρώταθλος πέφηνας, ἐν γυναιξὶν εὐκλεῶς, Χριστὸν ἀγαπήσασα, σὺ γὰρ τῆς εὐσέβειας, πτερωθεῖσα τῷ πόθῳ, ἤθλησας ὑπὲρ φύσιν, Ἰσαπόστελε Θέκλα διὸ σὲ ὁ Πανοικτίρμων νύμφην ἠγάγετο.

Ἦχος γ’. Θείας πίστεως (Ποίημα Παύλου Ἱερομόναχου)
Κήρυξ δέδοσαι, τῇ οἰκουμένῃ, σὺ γλυκύτατος, ἐν θεολόγοις, τῆς τοῦ Χριστοῦ ἀγάπης τρισόλβιε· τὸν Ταπεινὸν γὰρ καὶ Πρᾷον ἑώρακας, καὶ τὴν Ἐκείνου καρδίαν κατέμαθες. Ὅθεν ἅπαντες, Σιλουανὲ ἐλλαμπόμενοι, τοῖς θεογλώσσοις ῥήμασι, δοξάζομεν τὸ Πνεῦμα τὸ δοξάσαν σε.

Δόξα… Καὶ νῦν… Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε• ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὸν τὸ κράτος…

ΚΑΘΙΣΜΑΤΑ
[Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος]
Μετὰ τὴν α´ Στιχολογίαν,
Καθίσματα τα αναστάσιμα Ἦχος βαρὺς
Ἡ Ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ Ἄγγελοι ἐδόξαζον, ὡς Θεὸν ἀθάνατον. Γυναῖκες δὲ ἐκραύγαζον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα…
Τῇ τριημέρῳ ταφῇ σου σκυλεύσας τὸν θάνατον, καὶ φθαρέντα τὸν ἄνθρωπον, τῇ ζωηφόρῳ Ἐγέρσει σου, ἀναστήσας Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος δόξα σοι.
Καὶ νῦν … Θεοτοκίον
Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, καὶ ἀναστάντα Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε, Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.

Μετά την β΄στιχολογίαν
Ἐσφραγισμένου τοῦ μνήματος, ἡ Ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης, ἡ πάντων ἀνάστασις· Πνεῦμα εὐθὲς δι’ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.
Δόξα…
Ἐπὶ τὸ μνῆμα ἔδραμον Γυναῖκες, μετὰ δακρύων μύρα φέρουσαι, καὶ στρατιωτῶν φυλασσόντων σε, τὸν τῶν ὅλων Βασιλέα, ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον; ἀνέστη ὁ μεγάλης Βουλῆς Ἄγγελος, πατήσας τὸν θάνατον· Παντοδύναμε Κύριε, δόξα σοι.
Καὶ νῦν … Θεοτοκίον
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ κόσμου· μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι, πάσῃ τῇ οἰκουμένῃ.

ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ
Ἦχος πλ. α´.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε *ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶ‐τερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ *τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ‐λευθερώσαντα.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μαθήτριαι, κιρνᾶτε* ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· *Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε· * ὁ Σωτὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· * ἀλλ᾿ ἐπέστη *πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστασιν δὲ * ἀποστόλοις εἴπατε.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγ‐γέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε;* ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κράζοντες τὸ Ἅγιος,* ἅγιος, ἅγιος εἶ, Κύριε.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ζωοδότην τεκοῦσα,* ἐλυτρώσω, Παρθένε,τὸν Ἀδὰμ ἁμαρτίας· * χαρμονὴν δὲ τῇ Εὔᾳ *ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς,* ἴθυνε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε-ὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´)

Ἡ Ὑπακοὴ Ἦχος βαρὺς
Ὁ ἡμετέραν μορφὴν ἀναλαβών, καὶ ὑπομείνας Σταυρὸν σωματικῶς, σῶσόν με τῇ Ἀναστάσει σου, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.

Οἱ Ἀναβαθμοὶ Ήχος βαρύς
Ἀντίφωνον Α’
Τὴν αἰχμαλωσίαν Σιών, ἐκ πλάνης ἐπιστρέψας, κᾀμὲ Σωτὴρ ζώωσον, ἐξαίρων δουλοπαθείας.
Ἐν τῷ νότῳ ὁ σπείρων θλίψεις, νηστείας μετὰ δακρύων, οὗτος χαρᾶς δρέψεται, δράγματα ἀειζωοτροφίας.
Δόξα… καὶ νῦν …
Ἁγίῳ Πνεύματι, πηγὴ τῶν θείων θησαυρισμάτων, ἐξ οὗ σοφία, σύνεσις, φόβος, αὐτῷ αἴνεσις, δόξα, τιμὴ καὶ κράτος.

Ἀντίφωνον β’
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τὸν τῆς ψυχῆς, μάτην κοπιῶμεν· πλὴν γὰρ αὐτοῦ, οὐ πρᾶξις, οὐ λόγος τελεῖται.
Τοῦ καρποῦ τῆς γαστρός, οἱ Ἅγιοι πνευματοκινήτως, ἀναβλαστοῦσι πατρῷα δόγματα υἱοθεσίας.
Δόξα… καὶ νῦν …
Ἁγίῳ Πνεύματι, τὰ σύμπαντα τὸ εἶναι ἔχει· πρὸ πάντων γὰρ Θεός, τῶν ὅλων κυριότης, φῶς ἀπρόσιτον, ζωὴ τῶν πάντων.

Ἀντίφωνον Γ’
Οἱ φοβούμενοι τὸν Κύριον, ὁδοὺς ζωῆς εὑρόντες, νῦν καὶ ἀεὶ μακαριοῦνται, δόξῃ ἀκηράτῳ.
Κύκλῳ τῆς τραπέζης σου, ὡς στελέχη βλέπων τὰ ἔκγονά σου, χαῖρε εὐφραίνου, προσάγων ταῦτα, τῷ Χριστῷ Ποιμενάρχα.
Δόξα… καὶ νῦν …
Ἁγίῳ Πνεύματι, βυθὸς χαρισμάτων, πλοῦτος δόξης, κριμάτων βάθος μέγα, ὁμόδοξον Πατρὶ καὶ Υἱῶ· λατρευτὸν γάρ.

Προκείμενον
Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ
Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε, ἐλέησον.
Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, …
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον.
Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Κύριε, ἐλέησον. (γ´)
Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ ἱερεύς· Εἰρήνη πᾶσι.
Καὶ τῷ Πνεύματί σου.
Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Ὁ διάκονος· Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον.

ΛΟΥΚΑ 24,12-35
Τῷ καιρῷ ἐκείνῳ, ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα΄ καὶ ἀπῆλθε, πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς΄ καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καί αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς· οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Εἶπε δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καὶ ἐστὲ σκυθρωποί; Ἀποκριθείς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; καὶ εἶπεν αὐτοῖς· Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ· ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν· ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλά γε οὖν σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον, ἀφ’ οὗ ταῦτα ἐγένετο. Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὂρθριαι ἐπὶ τὸ μνημεῖον, καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον. Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ Προφῆται. Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς Γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι. Καὶ παρεβιάσαντο αὐτόν, λέγοντες· Μεῖνον μεθ’ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ’ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν. Καὶ εἶπον πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας, ὅτι ἠγέρθη ὁ Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.

Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·
Ἀνάστασιν Χριστοῦ θεασάμενοι,

Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ)
τὴν προφώνησιν Ἐλεῆμον.
Ἦχος β´.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐λειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐λειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου,καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἐλέησόν με, ὁ Θεός.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου… Κύριε, ἐλέησον (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς… Ἀμήν.
ΟΙ ΚΑΝΟΝΕΣ
Ο Αναστάσιμος και της εορτής
Κανὼν Ἀναστάσιμος

ᾨδὴ α’ Ἦχος βαρὺς
Ὁ Εἱρμὸς
«Νεύσει σου πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε· ὅθεν ἀβρόχως πεζεύσας, ᾄδει Ἰσραὴλ σοι, ᾠδὴν ἐπινίκιον».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Κέκριται τοῦ θανάτου, ἡ τυραννὶς διὰ ξύλου, ἀδίκῳ θανάτῳ σου, κατακριθέντος Κύριε· ὅθεν ὁ ἄρχων τοῦ σκότους, σοῦ μὴ κατισχύσας, δικαίως ἐκβέβληται.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
ᾍδης σοι προσπελάσας, καὶ τοῖς ὁδοῦσι μὴ σθένων, συντρῖψαι τὸ σῶμά σου, τὰς σιαγόνας τέθλασται· ὅθεν Σωτὴρ τὰς ὀδύνας, λύσας τοῦ θανάτου, ἀνέστης τριήμερος.
Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λέλυνται αἱ ὀδύναι, αἱ τῆς προμήτορος Εὔας· ὠδῖνας λαθοῦσα γάρ, ἀπειρογάμως τέτοκας· ὅθεν σαφῶς Θεοτόκον, Πάναγνε εἰδότες, σὲ πάντες δοξάζομεν.

Κανὼν τῆς Θεοτόκου, (Νεύσει σου πρὸς γεώδη)
Ἄβυσσον ἡ τεκοῦσα, τῆς εὐσπλαγχνίας Παρθένε, ψυχήν μου καταύγασον, τῇ φωτοφόρῳ λάμψει σου, ὅπως ἀξίως ὑμνήσω, τῶν σῶν θαυμασίων, σὺν πόθῳ τὴν ἄβυσσον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Βέλει τῆς ἁμαρτίας, κατατρωθέντας ὁ Λόγος, ἡμᾶς θεασάμενος, ὡς εὐεργέτης ᾤκτειρεν· ὅθεν ἀφράστως ἑνοῦται, Πάναγνε σαρκί, τῇ ἐκ σοῦ ὁ Ὑπέρθεος.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Γέγονε τῷ θανάτῳ, κατασχεθεῖσα ἡ φύσις, φθαρτὴ καὶ ἐπίκηρος, ἡ τῶν ἀνθρώπων Πάναγνε, σὺ δὲ ζωὴν συλλαβοῦσα, ταύτην ἐκ φθορᾶς, πρὸς ζωὴν ἐπανήγαγες.

Της Πρωτομάρτυρος ᾨδὴ α’ Ἦχος πλ. δ’ (ᾌσωμεν τῷ Κυρίῳ)
Αγία του Θεού πρέσβευε υπέρ ημών
Ἦχος γλώττης οὐ σθένει, τοὺς πανευκλεεῖς τῆς Πρωτομάρτυρος, διηγήσασθαι ἄθλους· ἀτονεῖ γὰρ πρὸς ὕμνον ἐπάξιον.

Αγία…
Πέπαυται τοῦ τυράννου, ἡ ἀλαζονεία ἡ ὑπεροφρύς, κατὰ τούτου γυναῖκες· εὐσεβῶς ἐν Χριστῷ γὰρ ἠνδρίσαντο.

Δόξα Πατρί…
Ῥήμασιν ἀπορρήτοις, εὐαγγελικῶς ἐνηχηθεῖσά σου, παμμακάριστε Παῦλε, τῷ Χριστῷ ἡ παρθένος νενύμφευται.
Και νυν…
Ἄχραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν τεκοῦσα ὑμνοῦμεν σε.

ᾨδὴ γ’
«Ὁ κατ’ ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας, Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σὺ ἀνελθὼν ἐπὶ ξύλου, ὑπὲρ ἡμῶν ὀδυνᾶσαι, ἑκουσίως εὔσπλαγχνε Σωτήρ, καὶ φέρεις πληγὴν εἰρήνης πρόξενον, καὶ σωτηρίας τοῖς πιστοῖς, δι’ ἧς τῷ σῷ Ἐλεῆμον, πάντες κατηλλάγημεν Γεννήτορι.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σύ με καθῇρας τῆς πληγῆς, τὸν τῇ ψυχῇ τετρωμένον, δρακοντείῳ δήγματι Χριστέ, καὶ ἔδειξας φῶς ἐν σκότει πάλαι μοι, κατῳκισμένῳ καὶ φθορᾷ· διὰ Σταυροῦ γάρ εἰς ᾍδην, καταβεβηκώς με συνανέστησας.
Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῆς ἀπειράνδρου σου Μητρός, ταῖς ἱκεσίαις τῷ κόσμῳ, τὴν εἰρήνην βράβευσον Σωτήρ, καὶ τῷ Βασιλεῖ τὴν νίκην δώρησαι, κατὰ βαρβάρων δυσμενῶν, καὶ τῆς ἀφράστου σου δόξης, τοὺς δοξολογοῦντάς σε ἀξίωσον.

Τῆς Θεοτόκου
Ὁ κατ’ ἀρχὰς τοὺς οὐρανούς
Δράκων ἑρπύσας ἐξ Ἐδέμ, ἐμὲ θεώσεως πόθῳ, δελεάσας ἔρριψεν εἰς γῆν, ἀλλ’ ὁ συμπαθὴς καὶ φύσει εὔσπλαγχνος, κατοικτειρήσας θεουργεῖ, ἐν τῇ γαστρί σου σκηνώσας, καὶ ὁμοιωθεὶς μοι Μητροπάρθενε.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐλογημένος ὁ καρπός, της σῆς κοιλίας Παρθένε, Θεοτόκε πάντων ἡ χαρά· χαρὰν γὰρ παντὶ τῷ κόσμῳ τέτοκας, καὶ εὐφροσύνην ἀληθῶς, διασκεδάζουσαν λύπην, τήν τῆς ἁμαρτίας Θεονύμφευτε.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ζωὴν αἰώνιον καὶ φῶς, Θεογεννῆτορ Παρθένε, καὶ εἰρήνην τέτοκας ἡμῖν, τὴν τὸν παλαιὸν ἀνθρώπων πόλεμον, πρὸς τὸν Πατέρα καὶ Θεόν, καταπραΰνουσαν πίστει, καὶ ὁμολογίᾳ τῇ σῆς χάριτος.

ᾨδὴ γ’ της Πρωτομάρτυρός (Σὺ εἶ τὸ στερέωμα )
Αγία του Θεού…
Ὢ τῆς ἀγαπήσεως, τῆς ὑπὲρ ἔννοιαν Πάνσεπτε! ᾗ ἐν Χριστῷ, Παύλῳ συνεδέθης, ἑνωθεῖσα τῷ Πνεύματι.

Αγία…
Τρῶσαι ἡ ἐνήδονος, τὴν τετρωμένην σου ἔρωτι, πνευματικῷ, φρένα οὐκ ἰσχύει, τῶν γηΐνων ἀπόλαυσις.

Δόξα Πατρί…
Ὅλη ἐκδημήσασα, τῶν τῆς σαρκὸς παθῶν ῥήμασι, τοῖς μητρικοῖς, οὐκ ἐμαλακίσθης, Ἀθληφόρε πανεύφημε.

Και νυν…
Δὸς ἡμῖν βοήθειαν, ταῖς ἱκεσίαις σου Πάναγνε, τάς προσβολὰς ἀποκρουομένη, τῶν δεινῶν περιστάσεων.

Ὁ Εἱρμὸς
«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».
Μεσώδια καθίσματα της Πρωτομάρτυρος

Κάθισμα Ἦχος πλ. δ (Τὴν σοφίαν καὶ Λόγον)
Εἰς ἀνδρίαν τὸ θῆλυ δι’ ἀρετῶν, μεταθεῖσα τῷ πόθῳ τῷ τοῦ Χριστοῦ, Θεοῦ οἰκητήριον, ἀμφοτέρωθεν γέγονας· τῶν παθῶν γὰρ τὸν γνόφον, ἀσκήσει μειώσασα, μαρτυρικῶς ἐδείχθης, ἀθλήσεως καύχημα· ὅθεν καὶ τῷ κόσμῳ, ὡς φωστὴρ διαλάμπεις, δισσῶς ἑξαστράπτουσα, τάς ἀκτῖνας τοῦ Πνεύματος, Πρωτομάρτυς πανεύφημε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα… Καὶ νῦν… Θεοτοκίον
Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρὲσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως, τὴν δόξαν σου Ἄχραντε.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης…

Κοντάκιον Ἦχος βαρὺς
Οὐκέτι φλογίνη ῥομφαία
Οὐκέτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει κατέχειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συντρίβων, καὶ λύων τὰς δυνάμεις αὐτοῦ, δεσμεῖται ὁ ᾍδης, Προφῆται συμφώνως ἀγάλλονται. Ἐπέστη λέγοντες Σωτήρ, τοῖς ἐν πίστει, ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.

Ὁ Οἶκος
Ἔτρεμε κάτωθεν τὰ καταχθόνια σήμερον ὁ ᾍδης καὶ ὁ θάνατος τὸν ἕνα τῆς Τριάδος, ἡ γῆ ἐκλονεῖτο, πυλωροὶ δὲ ᾍδου ἰδόντες σε ἔπτηξαν, ἡ κτίσις δὲ πᾶσα σύν τοῖς Προφήταις χαίρουσα ψάλλει σοι, ἐπινίκιον ᾠδὴν τῷ λυτρωτῇ ἡμῶν Θεῷ τῷ καταλύσαντι νῦν θανάτου τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν τῷ Ἀδάμ, καὶ τοῖς ἐξ Ἀδάμ. Ξύλον τοῦτον εἰσήγαγεν· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.

Συναξάριον
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΔ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Ἰσαποστόλου Θέκλης.
Στίχοι
Αὐτὸς σε σῴζει Θέκλα ῥήξας τὴν πέτραν,
Οὗ τῷ πάθει πρὶν ἐρράγησαν αἱ πέτραι.
Πέτρη ἀμφὶ τετάρτην εἰκάδα δέξατο Θέκλην.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κόπριος.
Στίχοι
Οὐκ ἦν ὁ Κόπρις κόπρις, ἀλλ’ ἄλλος βότρυς,
Καλὸν κυπρισμὸν προσφέρων τῷ Κυρίῳ.

Μνήμη τοῦ γεγονότος θαύματος παρὰ τῆς Θεομήτορος ἐν τῇ νήσῳ Κυθήρων, ἔνθα ἡ ἐν τοῖς μυρτιδίοις εὑρεθεῖσα εἰκὼν τῆς Θεοτόκου ἤγειρε τὸν παράλυτον.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
Ὠδὴ α’. Ἦχος δ’
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων,καὶ ᾄσω γηθόμενος,ταύτης τα θαύματα.

Ὠδὴ γ’
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· και εν τη θεία δόξη σου, στεφάνων δόξης ἀξίωσον.
Ὠδὴ δ’

Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος,τῇ ἀκηράτῳ παλάμη, καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου.
Ὠδὴ ε’

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

Ὠδὴ ς’.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Ὠδὴ ζ’
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε,ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Στιχολογούμεν την Τιμιωτέραν

Ὠδὴ θ’.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀύλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Άγιος Κύριος ο Θεός ημών…
Αναστάσιμον Εξαποστειλάριον Ε΄
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ε’, Ἦχος β΄ (Τοῖς Μαθηταῖς συνέλθωμεν)
Ἡ ζωὴ καὶ ὁδὸς Χριστός, ἐκ νεκρῶν τῷ Κλεόπα καὶ τῷ Λουκᾶ συνώδευσεν, οἷς περ καὶ ἐπεγνώσθη, εἰς Ἐμμαοὺς κλῶν τὸν ἄρτον· ὧν ψυχαὶ καὶ καρδίαι, καιόμεναι ἐτύγχανον, ὅτε τούτοις ἐλάλει ἐν τῇ ὁδῷ, καὶ Γραφαῖς ἠρμήνευεν, ἃ ὑπέστη· μεθ’ ὧν, Ἡγέρθη, κράξωμεν, ὤφθη τε καὶ τῷ Πέτρῳ.
Θεοτοκίον
Ὑμνῶ σου τὸ ἀμέτρητον, ἔλεος Ποιητά μου, ὅτι σαυτὸν ἐκένωσας, τοῦ φορέσαι καὶ σῶσαι, φύσιν βροτῶν κακωθεῖσαν, καὶ Θεὸς ὢν ἠνέσχου, ἐκ τῆς ἁγνῆς θεόπαιδος, κατ’ ἐμὲ τοῦ γενέσθαι, καὶ κατελθεῖν, πρεσβείαις τῆς Τεκούσης σε, Δέσποτα πανοικτίρμον.

Της Πρωτομάρτυρος (Γυναῖκες ἀκουτίσθητε)
Ῥωσθεῖσα καλλιπάρθενε, ταῖς θείαις εἰσηγήσεσι, τοῦ θεοκήρυκος Παύλου, φθαρτὸν μνηστῆρα παρεῖδες, καὶ τούτῳ ἠκολούθησας, Πρωτομάρτυς πολύαθλε, ὦ Θέκλα ἰσαπόστολε· διὸ καὶ νίκης τὸ στέφος παρὰ Χριστοῦ ἐκομίσω.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ
Ἦχος πλ. β´.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί·
Στιχηρὰ Ἀναστάσιμα. Ἦχος βαρύς.
Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ἀνέστη Χριστὸς ἐκ νεκρῶν, λύσας θανάτου τὰ δεσμά, εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.

Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον.

Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐γαλωσύνης αὐτοῦ.
Χριστοῦ τὴν Ἀνάστασιν, προσκυνοῦντες οὐ παυόμεθα· αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν, ἐκ τῶν ἀνομιῶν ἡμῶν, ἅγιος Κύριος Ἰησοῦς, ὁ δείξας τὴν Ἀνάστασιν.

Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν, δι’ ἡμᾶς Θεὸς ἐν ἀνθρώποις, διὰ τὴν καταφθαρεῖσαν φύσιν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, πρὸς τοὺς ἀχαρίστους ὁ Εὐεργέτης, πρὸς τοὺς αἰχμαλώτους ὁ Ἐλευθερωτής, πρὸς τοὺς ἐν σκότει καθημένους, ὁ Ἥλιος τῆς δικαιοσύνης ἐπὶ τὸν Σταυρόν ὁ ἀπαθής, ἐπὶ τὸν ᾍδην τὸ φῶς, ἐπὶ τὸν θάνατον ἡ ζωή , ἡ Ἀνάστασις διὰ τοὺς πεσόντας, πρὸς ὃν βοήσωμεν, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ θανάτου τὸ κράτος κατήργησας, τῇ κραταιᾷ δυνάμει σου, καὶ συνήγειρας νεκρούς, τοὺς ἀπ’ αἰῶνος ἐν σκότει καθεύδοντας, τῇ θείᾳ καὶ ἐνδόξῳ Ἀναστάσει σου, ὡς Βασιλεὺς τοῦ παντός, καὶ Θεὸς παντοδύναμος.

Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐σα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος α’ Ἀνατολίου
Ἀθλητικὸν στάδιον σήμερον πρόκειται· λαοὶ χορεύσωμεν, καὶ τὰ ἐν αὐτῷ τελούμενα, παράδοξα πράγματα κατοπτεύσωμεν· ἄσπιλος γὰρ ἀμνάς, πρόκειται σφαγῇ, ὑπὲρ τοῦ σφαγιασθέντος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἡ καλλιπάρθενος Θέκλα καὶ Θεόνυμφος· διὸ Τριάδος τῇ πίστει, τὴν τῶν τυράννων κατήργησεν ἀθεότητα· καὶ σύν, Ἀγγέλοις χορεύουσα, τῷ Σωτῆρι πρεσβεύει, σωθῆναι τάς ψυχὰς ἡμῶν.

Ἀνατολίου
Νυμφίον ἔχουσα ἐν οὐρανοῖς, Χριστὸν τὸν Θεὸν ἡμῶν, νυμφῶνος κατεφρόνησας τοῦ ἐπιγείου καὶ μνηστῆρος, Θέκλα πρώταθλε· ταῖς γὰρ μητρῴαις θωπείαις ἐμφρόνως μὴ πεισθεῖσα, Παύλῳ ἠκολούθησας, ἐπ’ ὤμων ἀραμένη τὸ σημεῖον τοῦ Σταυροῦ, καὶ τὸ μὲν πῦρ οὐκ ἐνάρκησας, τῶν δὲ θηρῶν τὴν ὠμότητα, εἰς ἡμερότητα μετέβαλες, φώκας δὲ ἀπενέκρωσας, τῇ ἐν Χριστῷ καταδύσει τοῦ ἁγίου Βαπτίσματος. Ἀλλ’ ἐν ἄθλοις γενναίοις διαπρέψασα, μὴ διαλίπῃς πρεσβεύουσα ἀπαύστως τῷ Κυρίῳ, ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

Ἦχος δ’ Ἀνατολίου
Ἀναθεῖσα σεαυτὴν παντοδυνάμῳ νεύματι, κρατυνομένη ὡς πρώταθλος τοῦ Χριστοῦ, καὶ τὴν γεώδη καταλείψασα στοργήν, ἀνεδέξω τὴν λαμπάδα τῆς αἰωνίου ζωῆς, ὄλβιος ὑπάρξασα θάλαμος, εἰς ὂν αἱ τῶν θηλειῶν ἀγέλαι προσαναπαύονται, εἴσοδον εὑράμεναι τῆς αἰωνίου ζωῆς, μεθ’ ὧν ἱκέτευε Ἀπόστολε Θέκλα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δοξαστικόν Ε΄Εωθινόν
Ἦχος πλ. α’ Ἰδιόμελον

Δόξα Πατρί…
Ὢ τῶν σοφῶν σου κριμάτων Χριστέ! πῶς Πέτρῳ μὲν τοῖς ὀθονίοις μόνοις, ἔδωκας ἐννοῆσαί σου τὴν Ἀνάστασιν, Λουκᾷ δὲ καὶ Κλεόπᾳ, συμπορευόμενος ὡμίλεις, καὶ ὁμιλῶν, οὐκ εὐθέως σεαυτὸν φανεροῖς; Διὸ καὶ ὀνειδίζῃ, ὡς μόνος παροικῶν ἐν Ἱερουσαλήμ, καὶ μὴ μετέχων τῶν, ἐν τέλει βουλευμάτων αὐτῆς. Ἀλλ’ ὁ πάντα πρός τὸ τοῦ πλάσματος συμφέρον οἰκονομῶν, καὶ τὰς περὶ σοῦ προφητείας ἀνέπτυξας, καὶ ἐν τῷ εὐλογεῖν τὸν ἄρτον, ἐγνώσθης αὐτοῖς, ὧν καὶ πρὸ τούτου αἱ καρδίαι, πρὸς γνῶσίν σου ἀνεφλέγοντο, οἳ καὶ τοῖς Μαθηταῖς συνηθροισμένοις, ἤδη τρανῶς ἐκήρυττόν σου τὴν Ἀνάστασιν, δι’ ἧς ἐλέησον ἡμᾶς.

Και νυν…
Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρθένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, *ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, *ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποιήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Καὶ εὐθὺς ψάλλεται εἰς τὸν ἦχον τῆς Κυριακῆς

Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦμέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παντοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐στέ, * καὶ ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός,* ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,* ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, *Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐μήν.
Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡμῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώματά σου. (ἐκ γ´)
Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· *ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ·
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β´.
Ἀναστὰς ἐκ τοῦ μνήματος * καὶ τὰ δεσμὰ διαρρήξας τοῦ ᾅδου, * ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε, * πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος· * ἐμφανίσας σεαυτὸν τοῖς ἀποστόλοις σου * ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα * καὶ δι᾿ αὐτῶν τὴν εἰρήνην * παρέσχες τῇ οἰκουμένῃ, * μόνε πολυέλεε.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τα Αντίφωνα των Κυριακών

Απολυτίκια
Αναστάσιμον Ἀπολυτίκιον Ἦχος βαρὺς
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἦχος δ’. Ταχὺ προκατάλαβε
Τοῦ Παύλου συνέκδημος, ὡς καθαρά τὴ ψυχή, καὶ πρώταθλος πέφηνας, ἐν γυναιξὶν εὐκλεῶς, Χριστὸν ἀγαπήσασα, σὺ γὰρ τῆς εὐσέβειας, πτερωθεῖσα τῷ πόθῳ, ἤθλησας ὑπὲρ φύσιν, Ἰσαπόστελε Θέκλα διὸ σὲ ὁ Πανοικτίρμων νύμφην ἠγάγετο.

Ἦχος γ’. Θείας πίστεως (Ποίημα Παύλου Ἱερομόναχου)
Κήρυξ δέδοσαι, τῇ οἰκουμένῃ, σὺ γλυκύτατος, ἐν θεολόγοις, τῆς τοῦ Χριστοῦ ἀγάπης τρισόλβιε· τὸν Ταπεινὸν γὰρ καὶ Πρᾷον ἑώρακας, καὶ τὴν Ἐκείνου καρδίαν κατέμαθες. Ὅθεν ἅπαντες, Σιλουανὲ ἐλλαμπόμενοι, τοῖς θεογλώσσοις ῥήμασι, δοξάζομεν τὸ Πνεῦμα τὸ δοξάσαν σε.

Ήχος δ΄ Ταχύ προκατάλαβε (Παναγίας της Μυρτιδιωτίσσης)
Λαοί νυν κροτήσωμεν δεύτε τας χείρας πιστώς, και άσωμεν άσμασιν τη θεομήτορι, εν πόθω κραυγάζοντες. Χαίρε η προστασία πάντων των δεομένων, χαίρε η σωτηρία των τιμώντων σε πόθω, χαίρε η τω παραλύτω την ίασιν βραβεύσασα.

Το απολυτίκιον του Αγίου του ναού

Κοντάκιον
«Προστασία των Χριστιανών ακαταίσχυντε…».

ΑΝΑΓΝΩΣΜΑΤΑ
ΑΠΟΣΤΟΛΟΣ (Προς Κορινθ. Β΄στ΄1-10)
«Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς· – λέγει γάρ· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας -μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες».

ΕΥΑΓΓΕΛΙΟΝ (Λουκ. ε΄ 1-11)
«Τω καιρώ εκείνω ἑστὼς ο Ιησούς παρὰ τὴν λίμνην Γεννησαρέτ, είδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ’ αὐτῶν ἀπέπλυνον τὰ δίκτυα. ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν καὶ ἀποκριθεὶς Σίμων εἶπεν αὐτῷ· Ἐπιστάτα, δι’ ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον. καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων· Ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ».
Και καθ΄εξής η Λειτουργία του Αγίου Ιωάννου Χρυσοστόμου

Κοινοποίηση άρθρου:
RSS
Follow by Email
Facebook
Facebook
Google+
https://www.agiospatrokosmas.gr/2017/09/23/%ce%ba%cf%85%cf%81%ce%b9%ce%b1%ce%ba%ce%ae-%ce%b1%ce%84-%ce%bb%ce%bf%cf%85%ce%ba%ce%ac-%cf%80%ce%b1%ce%bd%ce%b1%ce%b3%ce%af%ce%b1%cf%82-%ce%bc%cf%85%cf%81%cf%84%ce%b9%ce%b4%ce%b9%cf%89%cf%84%ce%af/
Twitter