ΤΥΠΙΚΟΝ ΚΥΡΙΑΚΗΣ 27 ΑΥΓΟΥΣΤΟΥ 2017 † ΚΥΡΙΑΚΗ ΙΒ´ ΜΑΤΘΑΙΟΥ

ΤΥΠΙΚΟΝ ΚΥΡΙΑΚΗΣ 27 ΑΥΓΟΥΣΤΟΥ 2017 † ΚΥΡΙΑΚΗ ΙΒ´ ΜΑΤΘΑΙΟΥ

27 ΑΥΓΟΥΣΤΟΥ 2017
† ΚΥΡΙΑΚΗ ΙΒ´ ΜΑΤΘΑΙΟΥ
Ποιμένος ὁσίου (†450)· Ἀνθούσης καὶ Φανουρίου νεοφανοῦς τῶν μαρτύρων.
Ἦχος γ´. Ἑωθινὸν α´.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν, εἰς τό, Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους ι´, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα ζ´ καὶ τοῦ Μηναίου γ´.
Ἦχος γ´.
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου Ἦχος γ’
Τῷ σῷ σταυρῷ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σῳζόμενον, ὕμνον σοι καθ’ ἑκάστην προσφέρει.

Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται, πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσά σε, ὕμνον σοι καθ’ ἑκάστην προσφέρει.

Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου, ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον Θεότητα, Τριάδα ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.

Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν ἀνάστασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν• τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν.

Ὑμνοῦμεν τὸν Σωτῆρα, τὸν ἐκ τῆς Παρθένου σαρκωθέντα• δι’ ἡμᾶς γὰρ ἐσταυρώθη, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.

Τοῖς ἐν ᾅδῃ καταβὰς Χριστὸς εὐηγγελίσατο, θαρσεῖτε λέγων, νῦν νενίκηκα. Ἐγὼ ἡ Ἀνάστασις, ἐγὼ ὑμᾶς ἀνάξω, λύσας θανάτου τὰς πύλας.

Οἱ ἀναξίως ἑστῶτες, ἐν τῷ ἀχράντῳ σου οἴκῳ, ἑσπερινὸν ὕμνον ἀναμέλπομεν, ἐκ βαθέων κραυγάζοντες• Χριστὲ ὁ Θεός, ὁ φωτίσας τὸν κόσμον τῇ τριημέρῳ Ἀναστάσει σου, ἐξελοῦ τὸν λαόν σου, ἐκ χειρὸς τῶν εχθρῶν σου Φιλάνθρωπε.

Τοῦ Ὁσίου ἐκ τοῦ Μηναίου προσόμοια γ´.
Ἦχος πλ. δ´. (Τί ὑμᾶς καλέσωμεν)
Τὶ σὲ νῦν Ποιμὴν ὀνομάσωμεν, μοναστῶν ὑπογραμμόν, καὶ ἰαμάτων αὐτουργόν, ἐγκρατείας ταῖς πληγαῖς, πάθη μαστίξαντα ψυχῆς, πολίτην, τῶν Ἀγγέλων καὶ συνόμιλον, τῆς ἄνω, μητροπόλεως οἰκήτορα, τῶν ἀρετῶν ἐνδιαίτημα, τὸν τῆς ἐρήμου κοσμήτορα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὶ σε νῦν Ποιμὴν πρεσφθεγξώμεθα; τῆς ἐρήμου πολιστήν, καὶ ἡσυχίας ἐραστήν, τῶν παθῶν ἐκμειωτήν, καὶ μοναστῶν καθηγητήν, πλημμύραν, διδαγμάτων θείου Πνεύματος, φωστῆρα, διακρίσεως ἀκοίμητον, θαυματουργὸν ἀληθέστατον, πάθη ποικίλα ἰώμενον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Λύχνος διακρίσεως γέγονας, καταυγάζων τὰς ψυχὰς τῶν προσιόντων σοι πιστῶς, καὶ τὴν τρίβον τῆς ζωῆς, ὑποδεικνὺς αὐτοῖς σοφέ· διὸ σε ἐν αἰνέσει μακαρίζομεν, τελοῦντες, τὴν ἁγίαν σου πανήγυριν, Ποιμὴν Πατέρων τὸ καύχημα, ἀσκητῶν ἐγκαλλώπισμα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ἦχος γ´.

Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ’ ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Είσοδος
Φως ιλαρόν

Εἰς τὸν Στίχον. Ἀπόστιχα Στιχηρά Αναστάσιμα.
Ἦχος γ’
Ὁ τῷ πάθει σου Χριστέ, ἀμαυρώσας τὸν ἥλιον, καὶ τῷ φωτὶ τῆς σῆς Ἀναστάσεως, φαιδρύνας τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν, τὸν ἑσπερινὸν ὕμνον Φιλάνθρωπε.
Τὰ κατ’ Ἀλφάβητον.
Ἡ ζωοδόχος σου Ἔγερσις Κύριε, τὴν οἰκουμένην πᾶσαν ἐφώτισε, καὶ τὸ ἴδιον πλάσμα, φθαρὲν ἀνεκαλέσατο. Διὸ τῆς κατάρας τοῦ Ἀδάμ, ἀπαλλαγέντες βοῶμεν• Παντοδύναμε Κύριε δόξα σοι.

Θεὸς ὑπάρχων ἀναλλοίωτος, σαρκὶ πάσχων ἠλλοίωσαι, ὃν ἡ κτίσις μὴ φέρουσα, κρεμάμενον ὁρᾷν, τῷ φόβῳ ἐκλονεῖτο, καὶ στένουσα ὕμνει τὴν σὴν μακροθυμίαν, κατελθὼν ἐν ᾅδῃ δέ, τριήμερος ἀνέστης, ζωὴν τῷ κόσμῳ δωρούμενος, καὶ τὸ μέγα ἔλεος.

Ἵνα τὸ γένος ἡμῶν, ἐκ τοῦ θανάτου Χριστὲ λυτρώσῃς, θάνατον ὑπήνεγκας, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, ἑαυτῷ συνανέστησας, τοὺς σὲ Θεὸν ἐπιγνόντας, καὶ κόσμον ἐφώτισας, Κύριε δόξα σοι.

Θεοτοκίον
Δόξα Πατρί και Υιώ… Και νυν….
Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι’ ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμων.

Ἀπολυτίκιον Ἦχος γ’
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα… Καὶ νῦν… Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε• ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Και Απόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Εξάψαλμος
Θεός Κύριος…
Απολυτίκια
Τα ανωτέρω του Εσπερινού

ΚΑΘΙΣΜΑΤΑ
Καθίσματα Αναστάσιμα Ἦχος γ’
Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων. Ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ Δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκ ἔτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.
Δόξα…
Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ’ αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας τὴν ἥτταν ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.
Καὶ νῦν… Θεοτοκίον
Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

(Τὴν ὡραιότητα τῆς παρθενίας σου)
Τὸ ἀναλλοίωτον τὸ τῆς Θεότητος, καὶ τὸ ἑκούσιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλαγείς, ὁ ᾍδης ἐπωδύρετο. Τρέμω τὴν τοῦ σώματος, μὴ φθαρεῖσαν ὑπόστασιν, βλέπω τὸν ἀόρατον, μυστικῶς πολεμοῦντά με· διὸ καὶ οὓς κατέχω κραυγάζουσι· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.
Δόξα…
Τὸ ἀκατάληπτον τὸ τῆς Σταυρώσεως, καὶ ἀνερμήνευτον τὸ τῆς Ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόρρητον Μυστήριον· σήμερον γὰρ θάνατος, καὶ ὁ ᾍδης ἐσκύλευται, γένος δὲ ἀνθρώπινον ἀφθαρσίαν ἐνδέδυται· διὸ καὶ εὐχαρίστως κραυγάζομεν· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.
Καὶ νῦν… Θεοτοκίον
Τὸν ἀκατάληπτον καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς, ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ Τόκῳ σου, ἐν τῷ κόσμῳ, δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

ΤΑ ΕΥΛΟΓΗΤΑΡΙΑ

Ἡ Ὑπακοὴ Ἦχος γ’
Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς μυροφόροις ἔλεγε· Τὸν ζῶντα τί ζητεῖτε ἐν μνήματι; ἡγέρθη κενώσας τὰ μνήματα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.

Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α’
Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος κᾀμὲ ἐκ τῶν παθῶν, πρός ζωήν ἕλκυσον Λόγε.

Ἐν τῷ Νότῳ οἱ σπείροντες δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας.
Δόξα… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει, ἐν ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται.

Ἀντίφωνον Β’
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν, μάτην κοπιῶμεν, τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.

Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱοποιητῶς σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτε εἰσί.
Δόξα… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης σοφία· οὐσιοῖ πᾶσαν γὰρ κτίσιν· αὐτῷ λατρεύσωμεν· Θεὸς γάρ, ὡς Πατρί τε καὶ Λόγῳ.

Ἀντίφωνον Γ’
Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι τρίβους βαδιοῦνται, τῶν ἐντολῶν φάγονται· ζωηρὰν γὰρ παγκαρπίαν.

Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν σου Ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας.
Δόξα… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει· σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῷ Λόγῳ.

Προκείμενον
Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Η τάξις του ευωθινού ευαγγελίου
Ἐκ τοῦ κατὰ Ματθαῖον (κη´ 16-20).
Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.
Ανάστασιν Χριστού θεασάμενοι…
Ελέησόν με ο Θεός….

Κανὼν Ἀναστάσιμος
Ωδὴ α’ Ἦχος γ’
Ὁ Εἱρμὸς
«Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὁ τὴν γῆν κατακρίνας, τῷ παραβάντι, ἱδρῶτος φέρειν καρπὸν τὰς ἀκάνθας, ἀκανθῶν στέφανον ἐκ παρανόμου χειρός, οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος, τήν κατάραν ἔλυσεν, ὅτι δεδόξασται.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Νικητὴς τροπαιοῦχος, κατὰ θανάτου, ὁ θάνατος δεδοικὼς ἀνεδείχθη· παθητὴν σάρκα γάρ, ἐμψυχωμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῷ τυράννῳ, πάντας συνανέστησεν, ὅτι δεδόξασται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀληθῆ Θεοτόκον, πάντα τὰ ἔθνη, δοξάζει σε τὴν ἀσπόρως τεκοῦσαν· ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν, οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθ’ ἡμᾶς οὐσιώθη, καὶ Θεός καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται.

Κανών του Οσίου
ᾨδὴ α’ Ἦχος πλ. δ’
ᾌσωμεν τῷ Κυρίῳ
Θέρμῃ τοῦ Παρακλήτου, Πάτερ θαλπομένη ἡ καρδία σου, τὸν κρυμὸν τῶν δαιμόνων, καὶ παθῶν τὸν χειμῶνα διέλυσεν.

Ἄνθρακι θείου φόβου, φλέξας τῶν παθῶν τὴν ὕλην γέγονας, διακρίσεως λύχνος, ἀπαθείας πυρσός τε μακάριε.

Φέρων ἐπὶ τῶν ὤμων, Πάτερ τὸν σταυρόν σου ἠκολούθησας, τῷ καλέσαντι πόθῳ, καὶ φωστὴρ μοναστῶν ἐχρημάτισας.
Θεοτοκίον
Ὅλος με διασῴζει, Λόγος ὁ ὑπέρθεος χρηστότητι, βουληθεὶς ἐκ γαστρός σου, σαρκωθῆναι ἁγνὴ Μητροπάρθενε.

ᾨδὴ γ’
Ὁ Εἱρμὸς
«Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Δέσποτα, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβής· εἰργάσατο βόθρον γάρ, ὃν ὀρύξας εἰσπέπτωκε, ταπεινῶν ὑψώθη δὲ Χριστέ, τὸ κέρας ἐν τῇ σῇ Ἀναστάσει.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν, ὡς ὕδωρ ἐκάλυψε τὰς θαλάσσας φιλάνθρωπε· ἀναστὰς ἐκ τάφου γάρ, τὸ τῆς Τριάδος ἀπεκάλυψας φέγγος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δεδοξασμένα λελάληνται περὶ σοῦ, ἡ πόλις ἡ ἔμψυχος, τοῦ ἀεὶ βασιλεύοντος· διὰ σοῦ γὰρ Δέσποινα, τοῖς ἐπὶ γῆς Θεὸς συνανεστράφη.

ᾨδὴ γ’
(Σὺ εἶ τὸ στερέωμα)
Στάσιν τὴν παννύχιον, σοῦ κατεπλάγησαν Ἄγγελοι· καὶ γὰρ αὐτούς, ἔσχες συνεργοῦντας, ταῖς πρὸς Θεὸν ἐντεύξεσιν.

Λύμης ἀπεκάθηρας, τῆς διανοίας τὰ ὄμματα, τῆς τῶν παθῶν, ἑνοπτρίζῃ, καθαρῶς τὸν Ἀόρατον.

Γάλακτι ἀσκήσεως, ὡς ἐκτραφεὶς Ποιμὴν Ὅσιε, εἰς ἀρετῶν ὕψος ἀνηνέχθης, εἰς τελείαν ἀπάθειαν.
Θεοτοκίον
Ἔχων σε βοήθειαν, τῶν δυσμενῶν ὁρμὰς Ἄχραντε, οὐ δειλιῶ· ἔχων σε προστάτιν, τὰς αὐτῶν τρέπω φάλαγγας.
Ὁ Εἱρμὸς
«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

Μεσώδια Καθίσματα Ἦχος γ’
(Θείας πίστεως)
Ποιμαινόμενος ὑπὸ Κυρίου, τούτου πρόβατον, ὡράθης πρᾶον, ἐναντίους λύκους μάκαρ τροπούμενος, καὶ ἐκτελέσας τὸν θεῖον ἀγώνά σου, πρὸς τὴν οὐράνιον μάνδραν ἐσκήνωσας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα… Καὶ νῦν… Θεοτοκίον
Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ΚΟΝΤΑΚΙΟΝ ΚΑΙ ΟΙΚΟΣ τα αναστάσιμα
Ἦχος γ’
Ἡ Παρθένος ἐξανέστης σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρμον, καὶ ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ θανάτου, σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται, σὺν Πατριάρχαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου.
Ὁ Οἶκος
Ὁ οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν, ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐπάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν, ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον, ὡς Ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου διαθλάττει, τῷ θείῳ κράτει τῆς ἐξουσίας αὐτοῦ.
ΣΥΝΑΞΑΡΙΟΝ
Τῇ ΚΖ’ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ποιμένος.
Στίχοι
Ὡς ἐκ λύκου χαίνοντος ἡρπάγη βίου,
Ποιμήν, τὸ θρέμμα τοῦ μεγίστου ποιμένος.
Ποιμένα εἰς μέγαν ἑβδόμῃ εἰκάδι ᾤχετο Ποιμήν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Λιβερίου Πάππα Ῥώμης.
Στίχοι
Τὸν πλοῦτον ἀντλεῖν Λιβέριος νῦν ἔχει,
Ὃν οὐρανοῖς ἦν ἐμφρόνως θησαυρίσας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Ὁσίου, Ἐπισκόπου Κουδρούβης.
Στίχοι
Τὴν κλῆσιν εἰπὼν Ὅσιε τὴν σὴν μόνην
Πληρῶ θανόντι ἔπαινὸν σοι τὸ χρέος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ὑπὸ τοῦ Ἁγίου Φιλίππου βαπτίσεως τοῦ Αἰθίοπος Εὐνούχου.
Στίχοι
Ἀνὴρ ἐλέγχει τὴν παροιμίαν Σπάδων.
Λευκαίνεται γάρ, καὶ πεφυκὼς Αἰθίοψ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀνθοῦσα ἡ Νέα, τρίχινον ῥάκος ἐνδυθεῖσα καὶ εἰς φρέαρ ῥιφθεῖσα, τελειοῦται.
Στίχοι
Ὁ μανδύας σοι πῖλος, ἡ πόρπη πέτρα·
Μεθ’ ὧν ὑπῆλθες, Ἀνθοῦσα, βαθὺ φρέαρ.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου μάρτυρος Φανουρίου ἀναφανέντος ἐν ἔτει 1500.
Στίχοι
Φανούριος φῶς πᾶσι πιστοῖς παρέχει,
Κἂν εἰς σκότος ἔκειτο τῆς γαίας μέγα.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ
Της Υψώσεως του Τιμίου Σταυρού
Ὠδὴ α’. Ἦχος πλ. δ’.
Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδω, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἤνωσεν, ἐπ’ εὕρους διαγράψας τὸ ἀήττητον ὅπλον. Διὸ Χριστῷ ᾄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὠδὴ γ’.
Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα, τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.
Ὠδὴ δ’.
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.
Ὠδὴ ε’.
Ὦ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Ὠδὴ ς’.
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας, Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.
Ὠδὴ ζ’.
Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον, ἀλλ’ ἀντηχούντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

Την Τιμιωτέραν

Ὠδὴ θ’.
Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, υφ’ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτὸν, σὲ μεγαλύνομεν.

ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Άγιος Κύριος ο Θεός ημών…
«Τοῖς Μαθηταῖς συνέλθωμεν, ἐν ὄρει Γαλιλαίας, πίστει Χριστὸν θεάσασθαι, λέγοντα ἐξουσίαν, λαβεῖν τῶν ἄνω καὶ κάτω, μάθωμεν πῶς διδάσκει, βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρός, ἔθνη πάντα, καὶ τοῦ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ συνεῖναι, τοῖς Μύσταις ὡς ὑπέσχετο, ἕως τῆς συντελείας».
Θεοτοκίον
«Τοῖς Μαθηταῖς συνέχαιρες, Θεοτόκε Παρθένε, ὅτι Χριστὸν ἑώρακας, ἀναστάντα ἐκ τάφου, τριήμερον καθὼς εἶπεν, οἷς καὶ ὤφθη διδάσκων, καὶ φανερῶν τὰ κρείττονα, καὶ βαπτίζειν κελεύων ἐν τῷ Πατρί, καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, τοῦ πιστεύειν, αὐτοῦ ἡμᾶς τὴν ἔγερσιν, καὶ δοξάζειν σε Κόρη».

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ
Πάσα πνοή… Ήχος Γ΄
Ιστώμεν στίχους η’
Τα αναστάσιμα
Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν• Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι’ ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.

Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.

Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα. Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὒκ ἔστιν ᾧδε, ἀλλ’ ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ.

Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε• ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τόν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς.

Ὕμνον ἑωθινόν, αἱ Μυροφόροι Γυναῖκες, τὰ δάκρυα προσέφερον Κύριε• εὐωδίας γὰρ ἀρώματα κατέχουσαι, τὸ μνῆμά σου κατέλαβον, τὸ ἄχραντόν σου Σῶμα, μυρίσαι σπουδάζουσαι, Ἄγγελος καθήμενος ἐπὶ τὸν λίθον, αὐταῖς εὐηγγελίσατο• Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τὸν θάνατον γὰρ πατήσας, ἀνέστη ὡς Θεός, παρέχων πᾶσι τὸ μέγα ἔλεος.

Ἐξαστράπτων Ἄγγελος, ἐπὶ τὸ μνῆμά σου τὸ ζωοποιόν, ταῖς Μυροφόροις ἔλεγεν• Ἐκένωσε τοὺς τάφους ὁ Λυτρωτής, ἐσκύλευσε τὸν ᾅδην, καὶ ἀνέστη τριήμερος, ὡς μόνος Θεὸς καὶ παντοδύναμος.

Εἰς τὸ μνῆμά σε ἐπεζήτησεν, ἐλθοῦσα τῇ μιᾷ τῶν Σαββάτων, Μαρία ἡ Μαγδαληνὴ• μή εὑροῦσα δὲ ὠλοφύρετο, κλαυθμῷ βοῶσα• οἴμοι Σωτήρ μου, πῶς ἐκλάπης πάντων Βασιλεῦ; Ζεῦγος δὲ ζωηφόρων Ἀγγέλων, ἔνδοθεν τοῦ μνημείου ἐβόα• Τί κλαίεις ὧ Γύναι; Κλαίω φησίν, ὅτι ᾖραν τὸν Κύριόν μου τοῦ τάφου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. Αὐτὴ δὲ στραφεῖσα ὀπίσω, ὡς κατεῖδέ σε, εὐθέως ἐβόα• ὁ Κύριός μου, καὶ ὁ Θεός μου, δόξα σοι.

Ἑβραῖοι συνέκλεισαν, ἐν τῷ τάφῳ τὴν ζωήν, Λῃστὴς δὲ ἀνέῳξεν ἐν τῇ γλώσσῃ τὴν τρυφήν, κραυγάζων καὶ λέγων• ὁ μετ’ ἐμοῦ δι’ ἐμὲ σταυρωθείς, συνεκρέματό μοι ἐπὶ τοῦ ξύλου, καὶ ἐφαίνετό μοι ἐπὶ τοῦ θρόνου, τῷ Πατρὶ συγκαθήμενος• αὐτὸς γάρ ἐστι Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Δόξα Πατρί και Υιώ…
Εἰς τὸ ὄρος τοῖς Μαθηταῖς ἐπειγομένοις, διὰ τὴν χαμόθεν ἔπαρσιν, ἐπέστη ὁ Κύριος, καὶ προσκυνήσαντες αὐτὸν καὶ τὴν δοθεῖσαν ἐξουσίαν, πανταχοῦ διδαχθέντες, εἰς τὴν ὑπ’ οὐρανὸν ἐξαπεστέλλοντο, κηρῦξαι τὴν ἐκ νεκρῶν Ἀνάστασιν, καὶ τὴν εἰς Οὐρανοὺς ἀποκατάστασιν· οἷς καὶ συνδιαιωνίζειν, ὁ ἀψευδὴς ἐπηγγείλατο, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Και νυν…
Υπερευλογημένη υπάρχεις…

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Σήμερον σωτηρία τω κόσμω γέγονεν…

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τα Αντίφωνα των Κυριακών
Απολυτίκια «Ευφραινέσθω…»
Απολυτίκιον Οσίου Ποιμένος και Αγίου Φανουρίου, του Αγίου του ναού
ΚΟΝΤΑΚΙΟΝ
Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
ΑΠΟΣΤΟΛΟΣ
(Προς Κορ. ιε΄1-11)
Αδελφοί, γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι᾿ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε. Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ τρίτη ἡμέρᾳ κατὰ τὰς γραφάς, καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα· ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν· ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ· χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι· καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, ἀλλ᾿ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.
ΕΥΑΓΓΕΛΙΟΝ
Κυριακής ΙΒ΄Ματθαίου
(Ματθ. Ιθ΄16-26)
«Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ·; Ὁ δὲ εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς. Λέγει αὐτῷ· ποίας; ὁ δὲ Ἰησοῦς εἶπε· τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Λέγει αὐτῷ ὁ νεανίσκος· πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ; Ἔφη αὐτῷ ὁ Ἰησοῦς· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ραφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες· τίς ἄρα δύναται σωθῆναι; Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι».

Εις το Εξαιρέτως Άξιόν εστιν…

Κοινοποίηση άρθρου:
RSS
Follow by Email
Facebook
Facebook
Google+
https://www.agiospatrokosmas.gr/2017/08/26/%cf%84%cf%85%cf%80%ce%b9%ce%ba%ce%bf%ce%bd-%ce%ba%cf%85%cf%81%ce%b9%ce%b1%ce%ba%ce%b7%cf%83-27-%ce%b1%cf%85%ce%b3%ce%bf%cf%85%cf%83%cf%84%ce%bf%cf%85-2017-%e2%80%a0-%ce%ba%cf%85%cf%81%ce%b9%ce%b1/
Twitter