+ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ (24 ΑΥΓΟΥΣΤΟΥ 2017)

+ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ (24 ΑΥΓΟΥΣΤΟΥ 2017)

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

ΤῌΝ  ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ (23/8/2017)

ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: Ἀμήν.

ὁ Ἀναγνώστης:

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς ργ’ (103)

Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.

Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.

Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν

Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

ὁ διάκονος:

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν…. …

Στιχολογοῦμεν τοῦ, Μακάριος ἀνήρ, τὴν α’ στάσιν.

ὁ α’ χορός

Ἦχος δ’.  Ψαλμὸς ρμ’ (140)

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

ὁ β’ χορός

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

.         ὁ α’ χορός

Στίχ. . Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ὁ ἐξ ὑψίστου κληθεὶς

Ὁ Ἀποστόλων τόν ζῆλον κεκτημένος, ὃτε φῶς οὐράνιον, ἐν τῇ καρδία σου, δι’ ἀρετῆς τελειότητα, κατασκηνῶσαν, χάριτος θείας πλήρη σε ἔδειξε, τότε ὡς πολύφωτος ἥλιος ἔλαμψας, ἐξ Ὅρους Ἄθω καί ηὔγασας, πάση Ἐλλάδι, Εὐαγγελίου τό θεῖον κήρυγμα, βίου ἀμέμπτου τήν λαμπορότητα, ἀναφαίνων Κοσμᾶ Ἰσαπόστολε, ὑποθήκαις ἁγίαις, καί ἠθών τῇ καθαρότητι.

ὁ β’ χορός

Στίχ. . Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Εὐαγγελίου ὁ μέγας ὑποφήτης, τό εὔσημον ὄργανον, βίου σεμνότητος, ὁ τῆς ἀγάπης διδάσκαλος, τοῦ Παρακλήτου, τό θεῖον στόμα και μεγαλόφωνον, Κοσμᾶ Ἰσαπόστολε, μύστα τῆς χάριτος, τίς κατ’ ἀξίαν τούς κόπους σου, καί τούς ἀγῶνας, ἐκδιηγήσεται οὔς περ ἤνυσας, ὡς γάρ ὁ Παῦλος θείῳ ἔρωτι, ἵνα πλείστοις κηρύξῃς τά κρείττονα. κατ’ αὐτόν τοῦ Σωτῆρος, τόν Σταυρόν Πάτερ ἐβάστασας.

Στίχ. . Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Ἐνδεδυμένος τὴν δύναμιν ἐξ ὕψους, καὶ λόγον σωτήριον, ἐκ τῶν χειλέων σου, τῇ ἐπιπνοίᾳ τοῦ Πνεύματος, ὡς πολυχεύμων, ἀναβλυστάνων πηγὴ μακάριε, πλουσίως κατήρδευσας ψυχῶν τὰς αὔλακας, ἐξηραμμένας τὸ πρότερον, παθῶν τῇ ὕλῃ, χωρία, πόλεις καὶ νήσους Ἅγιε, καταφωτίσας τῷ κηρύγματι, καὶ Μαρτύρων στεφθεὶς διαδήματι, ὦ Κοσμᾶ θεηγόρε, ἡμᾶς ῥῦσαι πάσης θλίψεως.

ὁ β’ χορός

Ἕτερα Ἦχος δ’

Στίχ. . Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ’ αὐτῷ, λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Ὡς γενναῖον ἐν Μάρτυσιν

Αἰτωλίας τό βλάστημα, Ἐκκλησίας τό στήριγμα, καί σοφόν διδάσκαλον θείῳ Πνεύματι, Εὐαγγελίου τόν κήρυκα, καί βίου σεμνότητος, φυτοκόμον ἀληθῆ, τόν τῶ λόγῳ ἐκτίλλοντα, τά ζιζάνια, καί ψυχάς γεωργοῦντα θείῳ φόβῳ, μακαρίσωμεν ἀξίως, Κοσμᾶν τόν μέγαν φιλέορτοι.

ὁ α’ χορός

Στίχ.  Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί

Καί ἐν Ἄθω διέπρεψας, καί ἐν πόλει τοῦ Βύζαντος, διδαχαῖς καί πράξεσι θείας πίστεως, Μακεδονίαν δέ Ἅγιε, καί Ἤπειρον ἅπασαν, δρόμῳ Ἀποστολικῷ, καί τάς νήσους διέτρεξας, πόνοις πλείοσι, πρός ἀγάπην τήν θείαν διεγείρων, καί τήν κτῆσιν τῶν κρειττόνων, Κοσμᾶ πιστῶν τά συστήματα.

ὁ β’ χορός

Στίχ. . Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Ὡς ὀ Παῦλος ὁ ἔνθεος, τό Χριστοῦ Εὐαγγέλιον, πανταχοῦ ἐκήρυξας ἱερώτατε, ἐκ Βυζαντίου ἀρξάμενος, δυνάμει τοῦ Πνεύματος, μέχρι δέ Ἰλλυρικοῦ, γεγονώς πλείστους ἔσωσας, τοῖς σοῖς σκάμμασι, καί ἀγχόνῃ τόν δρόμον σου τελέσας, μαρτυρίῳ ἐξοσμήθης, Πάτερ Κοσμᾶ Ἰσαπόστολε.

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος πλ.β’

Σήμερον λαμπρῶς ἀνέτειλεν, ἡ τοῦ Ἰσαποστόλου Κοσμᾶ πανήγυρις, τήν Ἐκκλησίαν λαμπρύνουσα. δεῦτε οὖν, οἱ τῇ διδασκαλίᾳ αὐτοῦ ἑπόμενοι, πρός αὐτόν βοήσωμεν. χαίροις ὁ τῷ θείῳ φωτί καταυγασθείς, καί τῆς εὐσεβείας τόν λόγον τρανώσας, ἐν τῇ δοδείσῃ σοι χάριτι. χαίροις τῶν Ἀποστόλων μιμητής, ὡς τοῦ ζήλου ἔμπλεως, καί τοῖς δρόμοις ὁμότροπος. χαίροις τῆς Αἰτωλίας βλαστός, τοῦ Ἁγιωνύμου Ὅρους καύχημα, καί πάσης Ἐκκλησίας κόσμος θεῖος. Ἀλλ’ ὦ Μαρτύρων σύναθλε, Ἱερομάρτυς σοφέ, πρέσβευε Χριστῷ τῷ Θεῷ, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος.

Σοφία Ὀρθοί !

Ἦχος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Ἑσπέρας Προκείμενον

Τῇ Τετάρτη ἑσπέρας Ἦχος πλ. α’

ὁ α’ χορός

Ὁ Θεός, ἐν τῷ ὀνόματι σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.

ὁ β’ χορός

Ὁ Θεός, ἐν τῷ ὀνόματι σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.

ὁ α’ χορός

Στίχ. Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου.

Ὁ Θεός, ἐν τῷ ὀνόματι σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.

καὶ τὰ Ἀναγνώσματα.

Παροιμιών το Ανάγνωσμα.

(Κεφ. ι’ 7, γ’ 13)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὅς εὖρε σοφίαν, καὶ θνητός, ὅς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἤ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· οὐκ ἀντιτάσσεται αὐτῇ οὐδέν πονηρόν· εὔγνωστος ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνά γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὅς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετά δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ’ 9)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεΐς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς· ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἑξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(Κεφ. γ’ 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρὶῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδὲξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Ὁ διάκονος:

Εἴπωμεν πάντες …..

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ διάκονος:

Πληρώσωμεν τὴν ἑσπερινὴν ….

Ἀπόστιχα

Στιχηρὰ προσόμοια

ὁ α’ χορός

Ἦχος πλ. α’ Χαίροις ἀσκητικῶν

Χαίροις τῶν Ἀποστόλων Χριστοῦ, ὡς ἀληθῶς ὁ μιμητής καί ὁμότροπος. αὐτῶν γάρ τόν ζῆλον Πάτερ, ἀναλαβών ἱερῶς, τοῦ Εὐαγγελίου κήρυξ ἔνθεος, καί στόμα θεόφθογγον, ἐχρημάτισας Ὅσιε, τοῖς ἐν δουλείᾳ, χαλεπῇ κινδυνεύουσιν, ὧν διέπλασας, τῶν ἠθῶν τήν κατάστασιν, λόγῳ διδασκαλίας σου, καί πλείστοις ἐν θαύμασι, τούτων τόν νοῦν ἑδραίωσας, τῷ θεμελίῳ τῆς πίστεως, Κοσμᾶ θεηγόρε. διά τοῦτο τήν ἁγίαν, τελοῦμεν μνήμην σου.

ὁ β’ χορός

Στιχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῡ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῡ

Χαίροις τῆς ἐπιπνοίας Θεοῦ, ὄργανον θεῖον καί δοχεῖον πολύτιμον. ἐλλάμψεως γάρ τῆς θείας, δι’ ἐναρέτου ζωῆς, ὡς Μωυσῆς ἐν Ὅρει κατετρύφησας. ἐντεῦθεν ἐξέδραμες ὡς Ἀπόστολος ἔνθεος, πᾶσι κηρύττων , εὐσεβείας τά δόγματα, καί μετάνοιαν, τοῖς πιστοῖς ὑφηγούμενος. ὄθεν τῷ σῷ κηρύγματι, ἡ Ἤπειρος ἅπασα, Μακεδονία καί νῆσοι, θεοπρεπῶς ἐκπαιδεύθησαν, Χριστόν ἀνυμνοῦσαι, τόν δοξάσαντα Κοσμᾶ σε, δόξῃ τῇ κρείττονι.

ὁ α’ χορός

Στιχ.  Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Χαίροις τῆς Αἰτωλίας βλαστός, τῆς Ἐκκλησίας θεοφόρος διδάσκαλος, τό στόμα τῆς εὐσεβείας, τῶν ἐσφαλμένων ἠθῶν, ἀμφίστομον ξίφος θείῳ Πνεύματι, Κοσμᾶ Ἰσαπόστολε, ὑποφῆτα τῆς χάριτος, ὁ τῷ σῷ λόγῳ, ἐκ βυθοῦ ματαιότητος, πλείστους Ἅγιε, ὁδηγήσας πρός Κύριον. πᾶσι γάρ παρατέθηκας, τά θεῖα διδάγματα, τοῖς ἐν ἀγνοίᾳ τῆς πλάνης, χειμαζομένοις τό πρότερον, Χριστόν ἱκετεύων, ταϊς ψυχαϊς ἡμῶν δοθῆναι, τό θεῖον ἔλεος.

ὁ β’ χορός

Δόξα Πατρί… ἦχος πλ. δ’

Τῷ λόγῳ τῆς χάριτος, τῶν πιστῶν νεουργήσας τάς ψυχάς, υἱούς φωτός ἀνέδειξας, καί σκεύη τίμια Κυρίῳ, τούς δουλωθέντας τῶ ἀλάστορι, Κοσμᾶ θεόσοφε καί τό δοθέν σοι τάλαντον, Ἀποστολικῶς αὑξήσας, μαρτυρικῶς ἐδόξασας, τά σά θεόφθογγα χείλη. καί νῦν τῆς ἄνω δόξης κατατρυφῶν, ἀπαύστως ἱκέτευε, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον ὁ αὐτός

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

ὁ προεστὼς: Νῦν ἀπολύεις …Τρισάγιον..

ὁ α’ χορός

Ἀπολυτίκιον Ἦχος γ’

Θείας πίστεως, διδασκαλίᾳ, κατεκόσμησας τήν Ἐκκλησίαν, ζηλωτής τῶν Ἀποστόλων γενόμενος. καί κατασπείρας τά θεῖα διδάγματα, μαρτυρικῶς τόν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.

ὁ β’ χορὸς

Δόξα Πατρί… Ἕτερον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

Αἰτωλίας τὸν γόνον, Ἀποστόλων τὸν σύμπονον, Φιλοθέου Μάνδρας τὸ κλέος, καὶ τοῦ Ἄθω τὸ σέμνωμα, Κοσμᾶν τὸν Ἰσαπόστολον πιστοί, ὡς κήρυκα τῆς πίστεως σοφόν, καὶ ὡς μέγαν εὐσεβείας ὑφηγητήν, τιμήσωμεν κραυγάζοντες. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον, ὁ αὐτός.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ· ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις  «…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Ήχος Γ’ Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἀπολυτίκιον Ἦχος γ’
Θείας πίστεως, διδασκαλίᾳ, κατεκόσμησας τήν Ἐκκλησίαν, ζηλωτής τῶν Ἀποστόλων γενόμενος. καί κατασπείρας τά θεῖα διδάγματα, μαρτυρικῶς τόν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.
Δόξα Πατρί… Ἕτερον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Αἰτωλίας τὸν γόνον, Ἀποστόλων τὸν σύμπονον, Φιλοθέου Μάνδρας τὸ κλέος, καὶ τοῦ Ἄθω τὸ σέμνωμα, Κοσμᾶν τὸν Ἰσαπόστολον πιστοί, ὡς κήρυκα τῆς πίστεως σοφόν, καὶ ὡς μέγαν εὐσεβείας ὑφηγητήν, τιμήσωμεν κραυγάζοντες. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Καὶ νῦν… Θεοτοκίον, ὁ αὐτός.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ· ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν.
Ἦχος α’ – Τὸν τάφον σου Σωτὴρ
Ὡς ἔλαβες σοφέ, οὐρανόθεν τὴν χάριν, ἐξῆλθες ἐν σπουδῇ, ἐκ τοῦ Ἄθω κηρύττων, ὡς ἄλλος Ἀπόστολος, εὐσεβείας διδάγματα. Ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, τοὺς σοὺς ἀγῶνας τιμῶμεν, Κοσμᾶ Ἰσαπόστολε.
Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον

Κυήσασα σαρκί, τὸν Ὑπέρθεον Λόγον, ἀτρέπτως ὑπὲρ νοῦν, διὰ πλῆθος ἐλέους, ἠφάνισας Πανάχραντε, τὴν ἀρὰν τῆς Προμήτορος, καὶ ἐπήγασας, τὴν εὐλογίαν τῷ κόσμῳ· ὅθεν Δέσποινα, ὡς σωτηρίας σε πύλην, συμφώνως δοξάζομεν
Μετὰ τὴν β’ Στιχολογίαν, ἕτερα
Κάθισμα Ἦχος δ’ – Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Εὐαγγελίου τῆς εἰρήνης ἐκφάντωρ, καὶ εὐσεβείας ἀληθὴς φυτοκόμος, τοῖς τῆς δουλείας χρόνοις ὤφθης ἔνδοξε· πᾶσι γὰρ διέσπειρας, τὸν τῆς πίστεως λόγον, ἤθη δὲ ἐκάθηρας, καὶ ψυχῶν καταστάσεις, καὶ τοὺς ἀνθρώπους ἴθυνας Κοσμᾶ, πρὸς ἀληθείας, ὁδὸν τὴν σωτήριον.
Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον
Ἀνερμηνεύτως Θεοτόκε τεκοῦσα, τὸν πᾶσι Κόρη τὴν ζωὴν χορηγοῦντα, καὶ μετὰ τόκον μείνασα πανάφθορος, πάσης φθορᾶς λύτρωσαι, τὴν ῥυπῶσαν ψυχήν μου, καὶ τὸν νοῦν μου τείχισον, οὐρανίαις ἐννοίαις, ἵνα σωφρόνως ζήσας ἐπὶ γῆς, τῆς αἰωνίου, ζωῆς ὀφθῶ μέτοχος

Μετὰ τὸν Πολυέλεον
Κάθισμα Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τὴν θείαν ἐπίπνοιαν, τοῦ Παρακλήτου σοφέ, ὑψόθεν δεξάμενος, τῇ καθαρᾷ σου ψυχῇ, ὡς ἄλλος Ἀπόστολος, πόλεις τε καὶ χωρία, τῆς Ἑλλάδος διῆλθες, ἅπασι καταγγέλλων, σωτηρίας τὸν λόγον, καὶ ἤθλησας νομίμως, Κοσμᾶ θεομακάριστε.

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον
Ἀφράστως κυήσασα, τὸν Ποιητὴν τοῦ παντός, διέσωσας Ἄχραντε, ἐκ τῆς ἀρχαίας ἀρᾶς, τοὺς πίστει δοξάζοντας, χείλεσι καὶ καρδίᾳ, τὸν σὸν ἄῤῥητον τόκον, Δέσποινα Θεοτόκε, ἱλαστήριον κόσμου· διὸ κἀμοὶ παράσχου, τὴν θείαν σου ἀντίληψιν.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.(2)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.(2)
Δόξα Πατρί…

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ’
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αυτών.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου
Κατά Ματθαῖον (Μτ. ι΄ 16 – 22)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. ὅταν δὲ παραδῶσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ Πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. .
Δόξα Σοι Κύριε, δόξα Σοι.
Ὁ Ν’ ψαλμὸς (χύμα)
Δόξα Πατρί… Ἦχος β’
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Ἦχος πλ. β’
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Διδασκαλίας τῷ φωτί, ὡς ἥλιος ἀνατείλας, ἐν χρόνοις δουλείας ζοφερᾶς, εὐσεβείας αἴγλην παρέσχες, ταῖς καρδίαις τῶν πιστῶν, ἀμαυρωθείσαις ἀπάτῃ τῆς πλάνης· στόμα γὰρ θεῖον ὤφθης, καὶ ἔργον Εὐαγγελιστοῦ ἀνεδέξω, ἐν περιουσίᾳ σοφίας κρείττονος, καὶ γνώσει θειοτέρᾳ. Ἀλλ᾿ ὦ Ἰσαπόστολε Κοσμᾶ, τῷ Ζωοδότῃ Λόγῳ πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου

Ποίημα Θεοφάνους

ᾨδὴ α’ Ἦχος δ’
Ανοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὁ ὢν φύσει ἄκτιστος, καὶ τῷ Πατρὶ συναΐδιος, καὶ χρόνων ὑπέρτερος, καὶ προαιώνιος, ἐκ σοῦ Δέσποινα, κτιστὸς καὶ ὑπὸ χρόνον, ὡς ἄνθρωπος γίνεται, σῴζων τόν ἄνθρωπον.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὺ μόνη Θεόνυμφε, τὸν ἐν ὑψίστοις καθήμενον, ἀγκάλαις ἐβάστασας, σάρκα γενόμενον· σὺ γὰρ πέφηνας, ἐκ πάντων τῶν αἰώνων, δοχεῖον ἐπάξιον, τοῦ Παντοκράτορος.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μαρίαν τὴν Ἄχραντον, δεῦτε ὑμνήσωμεν ἅπαντες, ὡς μόνην κυήσασαν, Χριστὸν τὸν Κύριον, τὸν καινίσαντα, τὴν ἀνθρωπίνην φύσιν, Παρθένον τε μείνασαν ἀδιαλώβητον.

Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς·
Κοσμᾶ, σοὶ ἔνθεον ᾄδω μέλος. Γερασίμου.

ᾨδὴ α´. Ἦχος καὶ Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Καταύγασον Κύριε, τὴν σκοτισθεῖσαν καρδίαν μου, φωτὶ τῆς σῆς χάριτος, ὅπως ὑμνήσω Χριστέ, θείοις ᾄσμασι, Κοσμᾶν τὸν θεηγόρον, τὸν πᾶσι κηρύξαντα, λόγον τὸν ἔνθεον.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ κῆρυξ ὁ ἔνθεος, Εὐαγγελίου τῆς χάριτος, ἡ σάλπιγξ ἡ εὔσημος, τῶν ἱερῶν διδαχῶν, ἀνυμνείσθω μοι, Κοσμᾶς ὁ θεηγόρος, τὸ στόμα τὸ πάνσοφον, βίου σεμνότητος.
Δόξα Πατρί…
Σοφίᾳ τοῦ Πνεύματος, καταυγασθεὶς τὴν διάνοιαν, φωστὴρ ὥσπερ μέγιστος, ἐξ Ἄθω ἔλαμψας, καὶ ἐπύρσευσας, τῶν διδαχῶν ἀκτῖσι, Κοσμᾶ Ἰσαπόστολε, Ἑλλάδα ἅπασαν.
Καὶ νῦν… Θεοτοκίον
Μὴ φλέξας τὴν μήτραν σου, πυρὶ Ἁγνὴ τῆς Θεότητος, ὁ Λόγος ὁ ἄναρχος, ἐν σοὶ ἐσκήνωσε, καὶ σεσάρκωται, ἐκ σοῦ ἀνερμηνεύτως· διὸ Θεοτόκον σε πάντες κηρύττομεν.

Ὁ Κανὼν τῆς Θεοτόκου
ᾠδὴ γ’ Ὁ Εἱρμὸς
Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ’ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γάρ ἐστιν Ἅγιος, πλήν σου φιλάνθρωπε.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὁ διαπλάσας, κατ’ ἀρχὰς ἐκ χοός με τὸν ἄνθρωπον, πλαστουργεῖται δι’ ἐμέ, ἐν τῇ γαστρί σου Πανάμωμε, τὴν πάλαι κατάπτωσιν, ἐπανορθούμενος.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Κράτος θανάτου, καὶ κατάρας ἀρχαίας ἀπόφασιν, συλλαβοῦσα τὴν ζωήν, Θεογεννῆτορ κατήργησας· διό σου τὴν ἄχραντον, σέβομεν γέννησιν.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὲ προστασίαν, ἀσφαλῆ Θεομῆτορ κεκτήμεθα, τὰς ἐλπίδας ἐπὶ σοί, ἀνατιθέντες σῳζόμεθα, πρὸς σὲ καταφεύγοντες, περιφρουρούμεθα.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὲ τὴν τεκοῦσαν, τὸν Θεὸν Θεοτόκον δοξάζομεν, τῷ γεννήματι τῷ σῷ, προσηγορίαν ἁρμόζοντες, καὶ κλῆσιν κατάλληλον, Πάναγνε Δέσποινα.

Ὁ Κανὼν τοῦ Ἁγίου
ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀγάπῃ τρωθεὶς Πάτερ τῇ θείᾳ, ἠγάπησας ὥσπερ σεαυτόν, καὶ τὸν πλησίον Ἅγιε, ὑπὲρ οὗ πλείστους ἤνεγκας, κινδύνους ὡς ὁμότροπος, τῶν Ἀποστόλων ἐν ἅπασι.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Συνέσει τῇ θείᾳ διαλάμπων, κηρύττεις τὸν λόγον πανταχοῦ, τῆς εὐσεβείας Ὅσιε, ὡς θεῖος Ἰσαπόστολος, καὶ τῶν πιστῶν ἐστήριξας, τῷ θείῳ φόβῳ τὸ φρόνημα.
Δόξα Πατρί…
Ὁ νοῦς σου δεξάμενος ἐν Ἄθῳ, τὰς θείας ἐλλάμψεις μυστικῶς, Κοσμᾶ θεομακάριστε, διδάγματα σωτήρια, οἷα κρουνὸς ἀνέβλυσεν, εἰς εὐσεβῶν περιποίησιν.
Καὶ νῦν… Θεοτοκίον
Ἰσχύν μοι παράσχου Θεοτόκε, πατεῖν τοῦ ἐχθροῦ τὰς μηχανάς, τοῦ καθ᾿ ἑκάστην Πάναγνε, ὑπούλως ἐφορμῶντός μοι, καὶ τὴν ψυχήν μου στήριξον, τοῖς τοῦ Υἱοῦ σου προστάγμασι.

Κάθισμα Ἦχος δ’ Ταχὺ προκατάλαβε.
Σοφίᾳ τῶν λόγων σου, καὶ τῶν θαυμάτων φωτί, πολλοὺς κατεφώτισας, τοὺς ἐν νυκτὶ τῶν παθῶν, καὶ πλάνης ὑπάρχοντας· ἴχνεσι γὰρ τῶν θείων, Ἀποστόλων βαδίσας, τούτων τὸ ἔργον Πάτερ, ἀκριβῶς ἐμιμήσω· διό σε ἡ θεία χάρις, Κοσμᾶ ἐθαυμάστωσε.
Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον
Μυρίοις βαλλόμενοι, τῇ ἐπηρείᾳ ἐχθροῦ, κινδύνοις καὶ θλίψεσι, καὶ λογισμοῖς χαλεποῖς, Παρθένε πανύμνητε, σπεύδομεν τῇ σῇ σκέπῃ, σωτηρίαν αἰτοῦντες· λύτρωσαι Θεοτόκε, τῆς αὐτῶν ἡμᾶς ζάλης, καὶ δίδου τῇ ζωῇ ἡμῶν, εἰρήνην καὶ μετάνοιαν.

Ὁ Κανὼν τῆς Θεοτόκου
ᾠδὴ δ’ Ὁ Εἱρμὸς
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡραιώθης ὑπὲρ πᾶσαν, των Ἀγγέλων εὐπρέπειαν, ὡς τεκοῦσα τούτων, Κόρη ποιητήν τε καὶ Κύριον, ἐκ σῶν ἀχράντων αἱμάτων σωματούμενον, τὸν ῥυόμενον, πάντας αὐτόν τοὺς δοξάζοντας.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥύπον πάντα τῆς προτέρας, ἀποθέμενοι βρώσεως, τῆς ζωῆς τὸν ἄρτον, τὸν ἐξ οὐρανοῦ σιτιζόμεθα, τὸν ἐκ τῆς γῆς τῆς Παρθένου ἀνατείλαντα, ἣν ὡς πρόξενον, τῶν ἀγαθῶν ἀνυμνήσωμεν.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἡ ἁγία Θεοτόκος, ἡ σκηνὴ ἡ ἀμόλυντος, τοῦ φωτὸς ἡ πύλη, τράπεζα καὶ στάμνος ἡ πάγχρυσος, τὸ ἀλατόμητον ὄρος καὶ κατάσκιον, ἡ χωρήσασα, τὸν πλαστουργὸν μακαρίζεται.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χαρισμάτων σου τὰ ῥεῖθρα, καὶ πηγαὶ τῶν ἰάσεων, καὶ τοῦ θείου πλούτου, αἱ διανομαὶ διαδίδονται, ζωαρχικῆς ἐκ παλάμης Θεονύμφευτε, τοῦ τεχθέντος, ἐκ τῆς σῆς γαστρὸς Παντοκράτορος.
Ὁ Κανὼν τοῦ Ἁγίου
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐν καιρῷ τῷ τῆς δουλείας, καὶ πικρᾶς χαλεπότητος, ἀπεστάλης Πάτερ, παρὰ τοῦ Θεοῦ Παντοκράτορος, τῶν κλονουμένων στηρίξαι τὴν διάνοιαν, καὶ ἐκλείποντας, λόγῳ σοφῷ ἀνασώσασθαι.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νόμον θεῖον καταγγέλλων, ὡς Ἀπόστολος ἔνθεος, πόλεις καὶ χωρία, Πάτερ καὶ τὰς νήσους διέδραμες, καὶ τοὺς ἐν σκότει παθῶν κειμένους ἤγειρας, Κοσμᾶ ἔνδοξε, πρὸς τὴν αὐγὴν τὴν σωτήριον.
Δόξα Πατρί…
Θεοῤῥήμονί σου γλώττῃ, τὸ τῆς πίστεως κήρυγμα, ἐν τῷ Βυζαντίῳ, Πάτερ θεοσόφως ἐκήρυξας, Θεσσαλονίκην καὶ Βέρροιαν δὲ ηὔγασας, Κοσμᾶ Ἅγιε, τῶν διδαχῶν σου ταῖς χάρισι.
Καὶ νῦν… Θεοτοκίον
Ἐκ γαστρός σου σαρκοφόρος, ὑπὲρ λόγον καὶ ἔννοιαν, Δέσποινα προῆλθεν, ὁ διδοὺς τοῖς πᾶσι τὴν ὕπαρξιν, ἀναλλοιώτως ἀτρέπτως καὶ διέσωσε, τοὺς δοξάζοντας, τὰ μεγαλεῖά σου Ἄχραντε.
Ὁ Κανὼν τῆς Θεοτόκου
ᾠδὴ ε’ Ὁ Εἱρμὸς

Ἀσεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου Χριστέ, ἀλλ’ ἡμεῖς σε μονογενές, πατρικῆς ἀπαύγασμα, δόξης Θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε φιλάνθρωπε.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀνατείλας Ἥλιος ἐκ σοῦ ὁ νοητός, τηλαυγεῖς τὰς μαρμαρυγάς, τῆς αὐτοῦ Θεότητος, πᾶσιν ἐφήπλωσε, Θεοτόκε Δέσποινα· διὸ πάντες σε δοξάζομεν.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀληθῆ Θεὸν ἡμῖν τεκοῦσαν σαρκικῶς, Πατρὸς τὸν μονογενῆ, Θεοτόκον πάναγνον, σὲ ὀνομάζομεν, τὴν φωνὴν κατάλληλον, προσαρμόζοντες τῷ τόκῳ σου.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Συμφυὴς καὶ σύμμορφος ὑπάρχων τῷ Πατρί, ὁ Υἱὸς ὁ μονογενής, τοῖς ἀνθρώποις γέγονεν, θέλων ὁμόφυλος, σαρκωθεὶς ὁ Ὕψιστος, ἐκ γαστρός σου Μητροπάρθενε.

Ὁ Κανὼν τοῦ Ἁγίου
ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ μέγας διδάσκαλος, καὶ ὑποφήτης ἔνθεος, τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ζήλῳ τοῦ Παύλου καταφλεχθεὶς τὴν ψυχήν, πᾶσαν τὴν Ἑλλάδα διελθών, μέχρις Ἰλλυρίας δέ, Κοσμᾶ χαίρων ἐκήρυξας.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νοσούσας ἰάτρευσας, ψυχὰς λόγῳ τῆς χάριτος, καὶ τὰς τῶν σωμάτων ἀσθενείας, ἰᾶσαι Πάτερ τῇ ἐπικλήσει Χριστοῦ, Ἀποστολικὴν χάριν λαβών, Κοσμᾶ Ἰσαπόστολε, ἐν ὑστέροις τοῖς ἔτεσι.
Δόξα Πατρί…
Ακτῖσι τῶν λόγων σου, Κοσμᾶ θεόφρον Ὅσιε, ἅπασαν τὴν Ἤπειρον λαμπρύνεις, Κεφαλληνίαν δὲ καὶ τὴν Ζάκυνθον, καὶ τὴν Ναυπακτίαν δαψιλῶς, ἄρδεις θείοις νάμασι, τῶν σοφῶν διδαγμάτων σου.
Καὶ νῦν… Θεοτοκίον
Δυνάμωσον Δέσποινα, τὴν ἀσθενοῦσαν πάθεσι, καὶ ταῖς προσβολαῖς τοῦ ἀλλοτρίου, ψυχήν μου Κόρη τῇ συμπαθεῖ σου ῥοπῇ, καὶ κατεύθυνόν με πρὸς ὁδόν, μετανοίας δέομαι, ὁ προστρέχων τῇ σκέπῃ σου.

Ὁ Κανὼν τῆς Θεοτόκου
ᾠδὴ ς’ Ὁ Εἱρμὸς
Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ βασιλεῦ τῶν δυνάμεων.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἁγνείας σε, καθαρὸν εὑρηκὼς ἐνδιαίτημα, ἐν γαστρί σου, καθαρῶς ὁ Δεσπότης ἐσκήνωσεν, ἐκκαθάραι θέλων, τῶν ἀνθρώπων Παρθένε τὸ φύραμα.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οὐράνωσας, γεωθεῖσαν τὴν φύσιν Πανάμωμε, τῶν ἀνθρώπων, καὶ φθαρεῖσαν αὐτὴν ἐκαινούργησας· διὰ τοῦτο μόνην, ἀσιγήτοις φωναῖς σε γεραίρομεν.
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Συνέλαβες, ἐν γαστρὶ Θεομῆτορ τὸν ἄναρχον, Θεὸν Λόγον, δι’ ἡμᾶς τοὺς ἀνθρώπους γενόμενον, καθ’ ἡμᾶς ἀτρέπτως, ἐν δυσὶ γνωριζόμενον φύσεσιν.

Ὁ Κανὼν τοῦ Ἁγίου
ᾨδὴ Ϛ´. Τὴν θείαν ταύτην.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς Ἀποστόλων ὁμόζηλος, τοὺς δρόμους τοὺς αὐτῶν Πάτερ ἤνυσας, στεῤῥῷ φρονήματι, καὶ φυτοκόμος θεόσοφος, τῆς εὐσεβείας ὤφθης, Κοσμᾶ μακάριε.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μέγαν διδάσκαλον Ἅγιε, γνωρίζει σε ἡ Ἤπειρος ἅπασα· ταύτην γὰρ ἔσωσας, λόγοις σοφοῖς καὶ διδάγμασι, βυθοῦ τῆς ἀσεβείας, Κοσμᾶ μακάριε.
Δόξα Πατρί…
Ἐξ Αἰτωλίας ἀνέτειλας, καὶ πάσῃ τῇ Ἑλλάδι ἐξέλαμψας, ζήλῳ τῆς πίστεως· διὸ λαμπρῶς μεγαλύνει σε, ἡ Ἐκκλησία Πάτερ, ὡς Ἰσαπόστολον.
Καὶ νῦν… Θεοτοκίον
Λυχνία ὤφθης ἑπτάφωτος, τεκοῦσα τοῦ Πατρὸς τὸ ἀπαύγασμα, σαρκὸς παχύτητι, Θεοχαρίτωτε Δέσποινα, εἰς σωτηρίαν κόσμου, δι᾿ ἀγαθότητα.

Κοντάκιον. Ἦχος δ´. Ἐπεφάνης σήμερον.

Ὡς φωστὴρ νεόφωτος τὴν Ἐκκλησίαν, καταυγάζεις ἅπασαν, Εὐαγγελίου διδαχαῖς, Κοσμᾶ Χριστοῦ Ἰσαπόστολε· διὸ ἀξίως, γεραίρει τὴν μνήμην σου.

Ὁ Οἶκος.
Τῶν Ἀποστόλων μιμητής, καὶ Ἐκκλησίας στῦλος, τῶν ἱερέων καλλονή, καὶ τῶν Ὁσίων τύπος, καὶ τῶν Μαρτύρων σύναθλος, ὡς κοινωνήσας τῶν ἀγώνων αὐτοῖς, Ἱερομάρτυς ἀναδέδειξαι· ἐξ Αἰτωλίας γὰρ ἀνατείλας, καὶ ἐν Ἄθῳ ἁγιασθείς, ἐν δὲ τῇ ἱερᾷ Φιλοθέου Μονῇ, τὴν θείαν ἀποστολὴν μυστικῶς παρὰ Θεοῦ δεξάμενος, ἐν πληροφορίᾳ θείᾳ, καὶ ἐνεργείᾳ θείου φωτός, ὡς Ἡσαΐας ὁ θεοειδέστατος, ἐξῆλθες κηρύσσων καὶ διδάσκων τοὺς λαούς, καὶ πολλοὺς ἐπιστρέφων πρὸς Κύριον, ἐξ ὁδοῦ ἀπωλείας· καὶ ἐκ Βυζαντίου τὴν σωτήριον ἀρξάμενος πορείαν, καὶ πλείστας πόλεις καὶ χώρας καὶ νήσους περιελθών, κατὰ Παῦλον τὸν μέγαν, εὐαγγελιζόμενος τὴν εἰρήνην καὶ τὰ ἀγαθὰ τῆς βασιλείας τῶν οὐρανῶν, πᾶσαν δὲ τὴν Ἤπειρον παριλαβὼν τῷ φθόγγῳ, μαρτυρικῶς Θεῷ ἐξεδήμησας, καὶ πλουσίαις δωρεαῖς κεκόσμησαι, Κοσμᾶ Ἰσαπόστολε· διὸ ἡ Ἐκκλησία Χριστοῦ ἀξίως, γεραίρει τὴν μνήμην σου.

Συναξάριον.
Τῇ ΚΔ´ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου ἐνδόξου Ἱερομάρτυρος Κοσμᾶ τοῦ Ἰσαποστόλου, ἀθλήσαντος δι᾿ ἀγχόνης κατὰ τὸ ἔτος 1779.
Στίχοι
Κόσμος τῶν πιστῶν Κοσμᾶς ὁ θεῖος ὤφθη,
Ἀποστόλων ἴχνεσι στεῤῥῶς βαδίσας.
Εἰκάδι τετάρτῃ Κοσμᾶν θεήπνουν δυσσεβεῖς ἀπῆγξαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου μάρτυρος Εὐτυχοῦς, μαθητοῦ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου, καὶ τοῦ Ἁγίου Ἀποστόλου Παύλου.
Στίχοι
Ὡς εὐτυχῶς σὺ εὐτύχησας τρισμάκαρ,
Θείας τετευχὼς Εὐτυχῆ κληρουχίας.
Εἰκάδι Εὐτυχὲ ἀμφεκάλυψε λίθος γε τετάρτῃ

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου μάρτυρος Τατίωνος.
Στίχοι
Ἕλξει μετρήσας πολλὰ πολλὰ γῆς πλέθρα,
Ἐδὲμ λάβοις ἄμετρα πλέθρα, Τατίων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Γεωργίου τοῦ Λιμνιώτου.
Στίχοι
Κοινῷ τελευτῶν Γεώργιος τῷ τέλει,
Σημεῖον ἄθλου ῥῖνα τμηθεῖσαν φέρει.

Τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἀνάμνησιν ποιούμεθα τῆς ἀνακομιδῆς τοῦ σεπτοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Διονυσίου, Ἀρχιεπισκὸπου Αἰγίνης, καὶ τῆς τούτου ἐκ Στροφάδων εἰς Ζάκυνθον ἐπανόδου.
Στίχοι
Γόνοιο βίου νῦν τυχοῦσα ἀφθάρτου,
Ζάκυνθε τέρπου, γηθοσύνως οὖν κάρτα.
Εἰκάδι ἧκε δέμας ἀκεσίμβροτον ἔν γε τετάρτῃ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ
ᾠδὴ α’ Ἦχος πλ. δ’
Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον. Διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ᾠδὴ γ’
Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται, τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα. Τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ,…
…εἰς κράτος καὶ στερέωμα.
ᾠδὴ δ’
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.
ᾠδὴ ε’
Ὢ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος΄ δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
ᾠδὴ Ϛ ‘
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.
ᾠδὴ ζ’
Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον΄ ἀλλ’ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον΄ ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾠδὴ η’
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν καί προσκυνοῦμεν τὸν Κύριον.
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ.δ’)
Καταβασία
ᾠδὴ θ’.
Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν.
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
(Γυναῖκες ἀκουτίσθητε)
Τὸν μέγαν Ἰσαπόστολον, Κοσμᾶν τὸν ἱερώτατον, τῆς Ἐκκλησίας τὴν βάσιν, καὶ ἀληθείας τὸ στόμα, τὸν κήρυκα τῆς πίστεως, Μαρτύρων τὸν ὁμότροπον, πιστῶς ἀνευφημήσωμεν, ἵνα ταῖς τούτου πρεσβείαις, ῥυώμεθα πάσης βλάβης.
Θεοτοκίον
Θεὸν τὸν ὑπερούσιον, ὑπερφυῶς κυήσασα, ἐν ἀνθρωπίνῃ οὐσίᾳ, Θεχαρίτωτε Κόρη, δι᾿ ἄκραν ἀγαθότητα, τὸν κόσμον ἀναπλάττοντα, ἀνάπλασιν σωτήριον, παράσχου νῦν τῇ ψυχῇ μου, ἐκ παραπτώσεων πλείστων.

ΑΙΝΟΙ
Ἦχος α‘
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
(Τῶν οὐρανίων ταγμάτων)
Τῶν Ἀποστόλων τὸν ζῆλον ἐκμιμησάμενος, τρανῶς ἀνακηρύττεις, εὐσεβείας τὸν λόγον, Κοσμᾶ πνευματοφόρε καὶ ὁδηγεῖς, πρὸς τὸ φῶς τὸ ἀνέσπερον, τῶν ἐντολῶν τοῦ Σωτῆρος πλείστους λαούς, ὡς διδάσκαλος τῆς πίστεως.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος , αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ
Ἐξ Ἄθω Πάτερ ἐκλάμψας ὡς μέγας ἥλιος, ταῖς σαῖς διδασκαλίαις, καὶ θαυμάτων ἀκτῖσι, λαοὺς τοὺς ἐν ἀγνοίᾳ φωταγωγεῖς, καὶ στηρίζεις μὴ σφάλλεσθαι, καὶ ἀποκλίνειν τῆς πίστεως τοῦ Χριστοῦ, τῆς δουλείας ἐν ταῖς θλίψεσι.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Χαίρει ἐν σοὶ Αἰτωλία ἡ σὲ βλαστήσασα, καὶ Ἄθως χαρμοσύνως, τὴν σὴν χάριν κηρύττει, καὶ πᾶσα Ἐκκλησία ἡ τοῦ Χριστοῦ, μακαρίζει σε Ἅγιε, στηριζομένη ταῖς θείαις σου διδαχαῖς, Κοσμᾶ θεῖε Ἰσαπόστολε.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Τοῦ Παρακλήτου τὴν χάριν φέρων τῷ λόγῳ σου, πόλεις πολλὰς διῆλθες, Ἰσαπόστολε θεῖε, καὶ φθάσας Ἰλλυρίαν Πάτερ Κοσμᾶ, ἐν αὐτῇ χαίρων ἤνυσας, τοῦ μαρτυρίου τὸν δρόμον· ὅθεν Χριστός, θαυμαστῶς σε ἐμεγάλυνε.
Δόξα Πατρὶ… Ἦχος πλ. α´.
Εὐαγγελικῶς πολιτευσάμενος, τοῦ Εὐαγγελίου τῆς χάριτος, μυσταγωγὸς καὶ κῆρυξ, ἀναδέδειξαι Πάτερ· τῷ γὰρ θείῳ θελήματι, διακονῶν ὁλοτρόπως, διδαχαῖς ἱεραῖς παιδεύεις, τῶν εὐσεβῶν τὰς ψυχάς, τὰ ἄνω ζητεῖν καὶ ποθεῖν, ἀναστροφαῖς ἁγίαις· καὶ τύπον σεαυτὸν παραστήσας, ἐν λόγῳ καὶ ἔργῳ, τῆς Ἐκκλησίας στῦλος ὤφθης, ἐν ὑστέροις καιροῖς, Ἀποστολικοῖς προτερήμασι κοσμούμενος· διὸ Χριστός τε ἐδόξασεν, ὡς θεῖον Ἰσαπόστολον, καὶ ἀθλητὴν περιφανῆ, Κοσμᾶ μακάριε· ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν… ἦχος ὁ αὐτός. Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν..

Δοξολογία Μεγάλη
εἰς ἦχον πλ. α΄’ ( Ἀργή ἢ σύντομος )
τὸ Ἀπολυτίκιον Ἦχος γ’
Θείας πίστεως, διδασκαλίᾳ, κατεκόσμησας τήν Ἐκκλησίαν, ζηλωτής τῶν Ἀποστόλων γενόμενος. καί κατασπείρας τά θεῖα διδάγματα, μαρτυρικῶς τόν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’ Ἦχος β´

Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. ου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάν
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρὶ…Καὶ νῦν…
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β‘
Ἦχος ὁ αὐτὸς.
Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.
Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…
Στίχ. γ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…
Δόξα Πατρί… Καὶ νῦν…
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ’
Στίχ. . Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Ἀπολυτίκιον Ἦχος γ’

Θείας πίστεως, διδασκαλίᾳ, κατεκόσμησας τήν Ἐκκλησίαν, ζηλωτής τῶν Ἀποστόλων γενόμενος. καί κατασπείρας τά θεῖα διδάγματα, μαρτυρικῶς τόν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.

.

Εἰσοδικὸν
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
…ψάλλοντάς σοι, Ἀλληλούϊα.

Ἀπολυτίκιον Ἦχος γ’
Θείας πίστεως, διδασκαλίᾳ, κατεκόσμησας τήν Ἐκκλησίαν, ζηλωτής τῶν Ἀποστόλων γενόμενος. καί κατασπείρας τά θεῖα διδάγματα, μαρτυρικῶς τόν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.

Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Αἰτωλίας τὸν γόνον, Ἀποστόλων τὸν σύμπονον, Φιλοθέου Μάνδρας τὸ κλέος, καὶ τοῦ Ἄθω τὸ σέμνωμα, Κοσμᾶν τὸν Ἰσαπόστολον πιστοί, ὡς κήρυκα τῆς πίστεως σοφόν, καὶ ὡς μέγαν εὐσεβείας ὑφηγητήν, τιμήσωμεν κραυγάζοντες. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Ἀπολυτίκιον Ἦχος δ’.
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Εὐτυχές· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τοῦ παντίμου Λειψάνου σου τὴν μετάθεσιν, ἀπὸ Στροφάδων εἰς Ζάκυνθον ἐορτάζοντας, Διονύσιε σοφὲ ἀνευφημοῦμεν σέ, σὺ γὰρ παρέχεις δι’ αὐτοῦ, χάριν ἄφθονον ἀεί, τοὶς πίστει προσερχομένοις, τὴ θεϊκὴ χορηγία, ὡς τοῦ Χριστοῦ θεράπων γνήσιος.

Τοῦ Ναοῦ

Κοντάκιον Ἦχος δ’ – Αὐτόμελον
Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου, αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι. Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Τρισάγιον.

Ἀπόστολος
Προκείμενον. Ἦχος πλ. δ΄
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (κεφ. δ´ 7-13)
Ἀδελφοί, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει· «Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις». Τὸ δὲ «ἀνέβη» τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

Ἀλληλούϊα. (γ΄) Ἦχος α΄
Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου.
Στίχ. Ὁ Θεὸς ὁ ἐνδοξαζόμενος ἐν βουλῇ Ἁγίων.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα σοι Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό, Ἐξαιρέτως
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικὸν
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ἀλληλούϊα

ἦχος β’
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

Ἀπόλυσις
«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

Για να διαβάσετε τις Διδαχές του Αγίου Πατροκοσμά πατήστε εδώ

Για να διαβάσετε τις Προφητείες του Αγίου Πατροκοσμά πατήστε εδώ

Για να ωφεληθούν  περισσότερες ψυχές χρειαζόμαστε τη δική σας βοήθεια. Για να βοηθήσετε πατήστε εδώ

Για να εγγραφείτε στο κανάλι μας στο youtube και να παρακολουθείτε τα βίντεο μας πατήστε εδώ

Για να δείτε σε αποκλειστικότητα σε Παγκόσμια πρώτη προβολή βίντεο από την ημέρα της Αγιοκατατάξεως του Αγίου Παϊσίου, πατήστε εδώ

Κοινοποίηση άρθρου:
RSS
Follow by Email
Facebook
Facebook
Google+
https://www.agiospatrokosmas.gr/2017/08/23/mnhmh-tou-agiou-endoxou-ieromarturos-kai-isapostolou-kosma-tou-aitolou/
Twitter