Τυπικόν Κυριακής ΙΑ΄Ματθαίου

Τυπικόν Κυριακής ΙΑ΄Ματθαίου

Ἦχος β’ ἑωθινὸν ΙΑ’

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Προοιμιακός

Εις το Κύριε εκέκραξα ιστώμεν στίχους ι΄

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου, Ἦχος β΄
Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.

Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ’ ἡμῶν χειρόγραφον προσηλώσας, τῷ Σταυρῷ ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε, προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον Ἔγερσιν.

Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν· αὐτὸς γὰρ Λυτρωτὴς ἐστι, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερᾷ καὶ κραταιᾷ δυνάμει, πάλιν ἔρχεται, κρῖναι κόσμον ὃν ἔπλασεν.

Σὲ τὸν σταυρωθέντα καὶ ταφέντα, Ἄγγελος ἐκήρυξε Δεσπότην, καὶ ἔλεγε ταῖς γυναιξί· Δεῦτε ἴδετε, ὅπου ἔκειτο ὁ Κύριος· Ἀνέστη γὰρ καθὼς εἶπεν, ὡς παντοδύναμος· διό σε προσκυνοῦμεν τὸν μόνον ἀθάνατον, ζωοδότα Χριστέ, ἐλέησον ἡμᾶς.

Ἐν τῷ Σταυρῷ σου κατήργησας, τὴν τοῦ ξύλου κατάραν, ἐν τῇ ταφῇ σου ἐνέκρωσας, τοῦ θανάτου τὸ κράτος, ἐν δὲ τῇ Ἐγέρσει σου, ἐφώτισας τὸ γένος τῶν ἀνθρώπων· διὰ τοῦτό σοι βοῶμεν· Εὐεργέτα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ἠνοίγησάν σοι Κύριε, φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν· πύλας γὰρ χαλκᾶς συνέτριψας, καὶ μοχλοὺς σιδηροῦς συνέθλασας, καὶ ἐξήγαγες ἡμᾶς ἐκ σκότους, καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς ἡμῶν διέρρηξας.

Στιχηρά της εορτής (Χαίροις ἀσκητικῶν)
Ὅτε ὁ δι’ ἡμᾶς καθ’ ἡμᾶς, ἐκ τῶν πανάγνων σου αἱμάτων γενόμενος, ἐκ κόσμου σε μεταστῆσαι, καὶ πρὸς αὐτὸν ὡς ἁγνήν, προσλαβέσθαι ξένως ἐπευδόκησεν, αὐτοῦ ἀπεσύναξε, τοὺς ἰδίους κηδεῦσαί σε, διὰ νεφέλης, ὀπαδοὺς τούτου νεύματι, παραστήσας σοι, εἰς τιμὴν τῆς ἐξόδου σου, οἵτινες θεασάμενοι, τῆς χάριτος ἔμπλεοι, γεγενημένοι Παρθένε, σὲ ἱερῶς προσεκύνησαν, πιστῶς ἐκβοῶντες· Χαῖρε κόσμῳ ἡ τεκοῦσα τὸ μέγα ἔλεος.

Πόθεν τὸ ἐπιγνῶναι ὑμᾶς, τὴν ἐκ τοῦ σώματός μου ἔξοδον, ἔφησεν, ἡ πάναγνος Θεοτόκος, τοῖς ἱεροῖς Μαθηταῖς, τὶ τὸ ξένον τοῦτο, τέκνα θέαμα; οἱ δὲ Ἄφνω ἔφησαν, ἐν νεφέλαις ἐπήρθημεν, καὶ καθὼς βλέπεις, τῇ σκηνή σου ἐπέστημεν, προσκυνῆσαί σε, ὥσπερ θρόνον πυρίμορφον, βλέψαι τε σοῦ τὴν ἔνδοξον, καὶ θείαν Μετάστασιν, καὶ ταῖς παλάμαις κηδεῦσαι, τὸ θεοδόχον σου σκήνωμα, σκηνὴ Παναγία, δι’ ἧς εὔρατο ὁ κόσμος τὸ μέγα ἔλεος.

Κλίνην περιεστῶτες τὴν σήν, οἱ Μαθηταὶ τοῦ Λυτρωτοῦ, καὶ προπέμποντες, πρὸς τάφον φύσεως νόμῳ, σὲ Παναγία ἁγνή, ἐξοδίους ὕμνους προσεφώνουν σοι· Σεμνὴ χαῖρε, λέγοντες, τοῦ Θεοῦ τὸ παλάτιον, χαῖρε ἑτοίμη, τῶν ἀνθρώπων βοήθεια, χαῖρε ὄχημα, καθαρὸν τῆς Θεότητος. Ἄπιθι καὶ μετάβαινε, πρὸς ὄρη αἰώνια, σκήνωμα δόξης πρὸς θεῖα, νῦν κατασκήνου σκηνώματα, πιστοῖς αἰτουμένη, τὴν ἀνέκλειπτον εἰρήνην καὶ μέγα ἔλεος.

Στιχηρὰ τοῦ Προφήτου (Θα ψαλεί ένα)
Ἦχος δ (Ἔδωκας σημείωσιν)
Δῶρον εὐαπόδεκτον, ἐκ μητρικῶν σε ἀνέθετο, ἀγκαλῶν ἡ κυήσασα, εὐχῆς γονιμώτατον, Σαμουὴλ καρπὸν σε, προσκληρωσαμένη, καὶ ἀποδοῦσα τῷ Θεῷ, τῷ εὐεργέτῃ καθάπερ ηὔξατο· διὸ σοι ἀνεπαύσατο, χάρις τοῦ Πνεύματος ἔνδοξε, ἀκακίᾳ συναύξοντι, καὶ φρονήσει ἐμπρέποντι.

Χρῖσμα ἱερώτατον, ὡς ἱερεὺς περικείμενος, καὶ Προφήτης δεικνύμενος, προβλέπεις τὰ ἔμπροσθεν· καὶ προστάξει θείᾳ, χρίεις βασιλέας, καὶ τὰ ἐσόμενα δηλοῖς, κρίνων δικαίως Ἰσραηλίτην λαόν, ἀπαύστως παραβαίνοντα, καὶ τοῦ Θεοῦ μακρυνόμενον, Σαμουὴλ ἀξιάγαστε, θεοφόρε πανόλβιε.

Νῦν οὐκ ἐν αἰνίγμασιν, οὐδὲ σκιαῖς ὡς τὸ πρότερον, πρὸς δὲ πρόσωπον πρόσωπον, ὁρᾷς ὃ ἐπόθησας, τῆς σαρκὸς τὸν γνόφον, καὶ τὴν βαρύτητα, ὑπεξελθὼν καὶ οὐρανούς, περιπολεύων καὶ ἀγαλλόμενος, Προφῆτα πανσεβάσμιε, τῶν προφητῶν ἰσοστάσιε, τῶν δικαίων συνόμιλε, τῶν Ἀγγέλων συμμέτοχε.

Θεοτοκίον, Ἦχος β΄
Δόξα Πατρί και Υιώ…Και νυν
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Ἀπόστιχα,
Τα Ἀναστάσιμα. – Ὀκτώηχος, Ἦχος β΄
Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτήρ, ἅπασαν ἐφώτισε την οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, παντοδύναμε Κύριε δόξα σοι.

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Διὰ ξύλου Σῶτερ κατήργησας, τὴν τοῦ ξύλου κατάραν, κράτος θανάτου τῇ ταφῇ σου ἐνέκρωσας, ἐφώτισας, δὲ τὸ γένος ἡμῶν τῇ Ἐγέρσει σου· διὸ βοῶμέν σοι· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Ἐν τῷ Σταυρῷ Χριστέ, φανεὶς καθηλωμένος, ἠλλοίωσας κάλλος κτισμάτων, καὶ τὸ μὲν ἀπάνθρωπον στρατιῶται δεικνύμενοι, λόγχῃ πλευράν σου ἐκέντησαν. Ἑβραῖοι δὲ σφραγῖσαι τάφον ᾐτήσαντο, τὴν σὴν ἐξουσίαν οὐκ ἐπιστάμενοι, ἀλλ’ ὁ δι’ οἶκτον σπλάγχνων σου καταδεξάμενος ταφήν, καὶ τριήμερος ἀναστάς, Κύριε δόξα σοι.

Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ζωοδότα Χριστέ, ἑκουσίως Πάθος ὑποστὰς διὰ θνητούς, ἐν ᾍδῃ δὲ κατελθὼν ὡς δυνατός, τοὺς ἐκεῖ τὴν ἔλευσιν μένοντας τὴν σήν, ἀφαρπάσας ὡς ἐκ χειρὸς κραταιοῦ, Παράδεισον ἀνθ’ ᾍδου, οἰκεῖν δεδώρησαι· διὸ καὶ ἡμῖν τοῖς δοξάζουσι τὴν σὴν τριήμερον Ἔγερσιν, δώρησαι ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Δόξα… Καὶ νῦν…
Ἦχος πλ. β’ Τῆς Ἑορτῆς
Τῇ ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ σου σώματι, οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· Χαῖρε κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ σοῦ· Μεθ᾽ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Απολυτίκια
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς Θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἐν τῆ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, εν τῆ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα της ζωής, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΣΤΟΝ ΟΡΘΡΟΝ
Εξάψαλμος
Θεὸς Κύριος
ΑΠΟΛΥΤΙΚΙΑ
Ἀπολυτίκιον. Ἦχος β´.
Ὅτε κατήλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῆ ἀστραπῆ
της θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ
Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Δόξα Πατρί…
Ὅτε κατήλθες πρὸς τὸν θάνατον,….
Καὶ νῦν… Ἦχος α´
Ἐν τῆ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῆ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες
Θεοτόκε, Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα της ζωής, καὶ ταῖς πρεσβείαις ταῖς
σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν.
Ἦχος β´
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ,
εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινώ, κηδεύσας ἀπέθετο, ἀλλὰ τριήμερος ἀνέστης
Κύριε, παρέχων τω κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα Πατρί…
Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνήμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα. Τὰ μύρα τοῖς θνητοῖς
ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος, ἀλλὰ κραυγάσατε. Ἀνέστη ὁ
Κύριος, παρέχων τω κόσμῳ τὸ μέγα ἔλεος.
Κάθισμα Ἦχος γ΄ Τὴν ὡραιότητα
Εἰς τὰ οὐράνια, ἡ νοερά σου ψυχή, εἰς τὸν Παράδεισον, ἡ καθαρά σου σκηνή, μετατεθεῖσα
ἐκ φθορᾶς, ἀγάλλεται Παναγία. Ὅθεν ἀνταπέδωκε, τοῖς ἀνόμοις ὁ Κύριος· δόλον γὰρ
εἰργάσαντο, τω τιμίῳ Λειψάνῳ σου. Διὸ σὺν Ἀποστόλοις βοῶμεν· Χαῖρε ἡ Κεχαριτωμένη.
ὁ β’ χορός

Μετὰ τὴν β’ Στιχολογίαν, ἕτερα
Τὸν λίθον τοῦ μνήματος, σφραγισθήναι μὴ κωλύσας, τὴν πέτραν της πίστεως, ἀναστὰς
παρέσχες πᾶσι, Κύριε δόξα σοι.
ὁ α’ χορός
Δόξα Πατρί…
Τῶν Μαθητῶν σου ὁ χορός, σὺν μυροφόροις Γυναιξίν, ἀγάλλεται συμφώνως, κοινὴν γὰρ
ἑορτὴν σὺν αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ τιμὴν της σης Ἀναστάσεως, καὶ δι’ αὐτῶν,
φιλάνθρωπε Κύριε, τω λαώ σου παράσχου τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Κάθισμα Ἦχος δ’ Κατεπλάγη Ἰωσὴφ
Ἐν χερσὶ τοῦ δι’ ἡμᾶς, ἐνανθρωπήσαντος ἐκ σοῦ, παραθεμένην τὴν ψυχήν, ὡς πλαστουργός
σου καὶ Θεός, πρὸς τὴν ζωὴν τὴν ἀκήρατον μετέστησεν· ὅθεν σε σεπτῶς μακαρίζομεν, τὴν
μόνην καθαρὰν καὶ ἀμόλυντον, καὶ Θεοτόκον ἅπαντες κυρίως, ὁμολογοῦντες
κραυγάζομεν· Χριστὸν δυσώπει, πρὸς ὃν μετέστης, σῶσαι τὰς ψυχάς ἡμῶν.

Τὰ ἀναστάσιμα εὐλογητάρια.
Ἦχος πλ. α’
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δήμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ,
τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτώ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας
ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τω τάφῳ
Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ
ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωἺ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνήμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς
αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε, θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ,
Ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνήμά σου, Σώτερ ἐνηχοῦντο.
Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς
γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρί… Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν
μιᾷ τῆ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν… Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῆ Εὔᾳ, ἀντὶ
λύπης παρέσχες, ῥεύσαντα ζωής, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ
ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.(3)

Ἡ Ὑπακοὴ Ἦχος β’
Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τω μνήματι πρὸς τὸ μυρίσαι τὸ σῶμά σου αἱ γυναῖκες
Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τω τάφῳ καὶ ἐξέστησαν, φωνής γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι
ἀνέστη ὁ Κύριος, δωρούμενος τω κόσμῳ τὸ μέγα ἔλεος.

ΑΝΑΒΑΘΜΟΙ
Ἀντίφωνον Α’
Ἐν τω οὐρανώ τὰ ὄμματα, ἐκπέμπω μου της καρδίας, πρὸς σὲ Σωτήρ, σῶσόν με σῆ
ἐπιλάμψει.
Ἐλέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλὰ καθ’ ἑκάστην ὥραν, ὢ Χριστέ μου, καὶ δὸς
πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι.
Δόξα Πατρί… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν, Θεὸς γὰρ ἐστιν,
ὁμοούσιος Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Β’
Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τίς ἱκανὸς σώος φυλαχθήναι, ἐκ τοῦ ἐχθροῦ ἅμα, καὶ
ἀνθρωποκτόνου;
Τοῖς ὁδοῦσιν αὐτῶν, μὴ παραδώς Σῶτερ τὸν σὸν δοῦλον, λέοντος τρόπον κατ’ ἐμοῦ
κινοῦνται, καὶ γὰρ οἱ ἐχθροί μου.
Δόξα Πατρί… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ζωαρχία καὶ γέρας, πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν
Πατρὶ δι’ Υἱοῦ δέ.

Ἀντίφωνον Γ’
Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τω ἁγίῳ, οἳ οὐδαμῶς σαλεύονται, προσβολαῖς
τοῦ Βελίαρ.
Ἐν ἀνομίαις χεῖρας αὐτῶν μὴ ἐκτεινάτωσαν οἱ θείως ζώντες, οὐ γὰρ ἐᾷ Χριστός, τῆ
ῥάβδῳ τὸν κλήρον αὐτοῦ.
Δόξα Πατρί… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις
καταστέφονται Μάρτυρες,…
… καὶ Προφήται ὁρῶσι.

Προκείμενον
Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει
σε.(2)
Στίχ. Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα.
Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω,…
… καὶ συναγωγὴ λαῶν κυκλώσει σε.

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ΕΩΘΙΝΟΝ ΙΑ’ Ἰωαν. (21,15-25)
Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, καὶ λέγει τῷ Σίμωνι Πέτρῳ, Σίμων Ἰωνᾶ, ἀγαπᾶς με πλέον τούτων; λέγει αὐτῷ, Ναὶ Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία μου. λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων Ἰωνᾶ ἀγαπᾶς με; Λέγει αὐτῷ, Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ, Ποίμαινε τὰ πρόβατά μου. λέγει αὐτῷ τὸ τρίτον, Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με; καὶ εἶπεν αὐτῷ, Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ Ἰησοῦς, Βόσκε τὰ πρόβατά μου. ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες, ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπών, λέγει αὐτῷ, Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς, ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε, Κύριε, τὶς ἐστιν ὁ παραδιδοὺς σε; τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τὶ; λέγει αὐτῷ ὁ Ἰησοῦς. Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τὶ πρὸς σὲ; συ ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς. Ὃτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει, καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνήσκει’ ἀλλ’ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τὶ πρὸς σὲ; Οὗτὸς ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων , καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς ἐστὶν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.
Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον
ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν
ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου
ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν,
ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τω κόσμω. Διὰ παντὸς εὐλογοῦντες τὸν
Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ
θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν’ Χαλμὸς εἰς ἦχον β’

Δόξα Πατρί… Ἦχος β’
Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν…
Ταῖς της Θεοτόκου, πρεσβείαις Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλήθος τῶν οἰκτιρμῶν σου
ἐξάλειψον τὸ ἀνόμημά μου.
Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ
μέγα ἔλεος.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ
ὁ Ἀναστάσιμος εἰς δ´
ᾠδὴ α’. Ἦχος β’. Ὁ Εἱρμὸς
Ἐν βυθώ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιάν, ἡ ὑπέροπλος δύναμις,
σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος,
ἐνδόξως γὰρ δεδόξασται.

Στίχ. Δόξα τῆ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὁ τοῦ κόσμου ἄρχων ἀγαθέ, ᾧ ἀπεγραψάμεθα, τῆ ἐντολῆ τῆ σῆ μὴ πειθαρχήσαντες, τω
Σταυρώ σου κέκριται, προσβαλὼν γὰρ σοι ὡς θνητώ, περιπέπτωκε τω της ἐξουσίας κράτει
σου, καὶ ἀσθενὴς διήλεγκται.

Στίχ. Δόξα τῆ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν, καὶ της ἀκηράτου ζωής ἀρχηγός, εἰς τὸν κόσμον
ἐλήλυθας, τῆ γὰρ Ἀναστάσει σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν
δοξολογοῦμεν ἅπαντες, ἐνδόξως γὰρ δεδόξασται.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ὑπερτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε, καὶ ὁρατής ἀειπάρθενε κτίσεως, τὸν γὰρ
κτίστην τέτοκας, ὡς ηὐδόκησε σαρκωθήναι ἐν μήτρᾳ σου, ᾧ σὺν παῤῥησίᾳ πρέσβευε,
σωθήναι τὰς ψυχὰς ἡμῶν.

ΤΗΣ ΕΟΡΤΗΣ
Πανηγυριζέτωσαν οἱ θεόφρονες.
Ποίημα τοῦ Κυρίου Κοσμᾶ.
ᾠδὴ α’
Ἦχος α’ Ὁ Εἱρμὸς Πεποικιλμένη τῇ θείᾳ δόξῃ,
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀμφεπονεῖτο ἀΰλων τάξις, οὐρανοβάμων ἐν Σιὼν τὸ θεῖον σῶμά σου, ἄφνω δὲ
συῤῥεύσασα, τῶν Ἀποστόλων ἡ πληθύς, ἐκ περάτων Θεοτόκε, σοὶ παρέστησαν ἄρδην΄
μεθ’ ὧν ἄχραντε, σοῦ τὴν σεπτήν, Παρθένε μνήμην δοξάζομεν.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀμφεπονεῖτο ἀΰλων τάξις……..

Δόξα Πατρί…
Νικητικὰ μὲν βραβεῖα ἤρω, κατὰ της φύσεως Ἁγνή, Θεὸν κυήσασα, ὅμως μιμουμένη δέ,
τὸν ποιητήν σου καὶ Υἱόν, ὑπὲρ φύσιν ὑποκύπτεις, τοῖς της φύσεως νόμοις, διὸ θνῄσκουσα,
σὺν τω Υἱώ ἐγείρῃ διαιωνίζουσα.

Καὶ νῦν…
Νικητικὰ μὲν βραβεῖα ἤρω,……

ᾠδὴ γ’
Ἦχος β’. Ὁ Εἱρμὸς
Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησίᾳ τῆ παρουσίᾳ
σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.

Στίχ. Δόξα τῆ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἡ κτίσις ἐν τω πάθει σου, ἠλλοιοῦτο βλέπουσα, ἐν εὐτελεῖ προσχήματι, ὑπ’ ἀνόμων,
μυκτηριζόμενον, τὸν ἑδράσαντα πάντα θείῳ νεύματι.

Στίχ. Δόξα τῆ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἐκ χοὸς κατ’ εἰκόνα με, τῆ χειρί σου ἔπλασας, καὶ συντριβέντα πάλιν δέ, εἰς χοῦν θανάτου
δι’ ἁμαρτίαν Χριστέ, συγκαταβὰς εἰς ᾅδην συνανέστησας.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ
τω τόκῳ σου, διὸ σε Θεοτόκε, πίστει σέβομεν.

ᾠδὴ γ’
Ὁ Εἱρμὸς (Ἡ δημιουργική)
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Γυναῖκά σε θνητήν, ἀλλ’ ὑπερφυῶς καὶ Μητέρα, Θεοῦ εἰδότες Πανάμωμε, οἱ κλεινοὶ
Ἀπόστολοι, πεφρικυίαις ἥπτοντο χερσί, δόξῃ ἀπαστράπτουσαν, ὡς θεοδόχον σκήνος
θεώμενοι.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Γυναῖκά σε θνητήν,…….

Δόξα Πατρί…
Ὑπέφθασε χερσί, ταῖς ὑβριστικαῖς τοῦ αὐθάδους, τομὴν ἡ δίκη ἐπάξασα, τοῦ Θεοῦ
φυλάξαντος, τὸ σέβας τῆ ἐμψύχῳ κιβωτώ, δόξῃ της θεότητος, ἐν ᾗ ὁ Λόγος σάρξ
ἐχρημάτισε.

Καὶ νῦν…
Ὑπέφθασε χερσί,………

Κάθισμα
Τῆς Ἑορτῆς Ἦχος γ’ (Τὴν ὡραιότητα)
Ἐν τῆ Γεννήσει σου, σύλληψις ἄσπορος, ἐν τῆ Κοιμήσει σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν
θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα;
πῶς δὲ ἡ Μητρόθεος, νεκροφόρος μυρίζουσα· διὸ σὺν τω Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ
Κεχαριτωμένη.

Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν
Ἀνέστης Σωτήρ, ἐκ τάφου Παντοδύναμε ᾅδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ
ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδάμ συναγάλλεται, καὶ κόσμος
Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.

Οἶκος
Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνάστασις πάντων καὶ ἡ ζωὴ τῶν βροτῶν καὶ
πάντας συνανέστησας, τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ ᾅδου τὰς πύλας
συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα κτίσις συγχαίρει
ἐν τῆ σῆ Ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν σὴν
συγκατάβασιν, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῆ Κ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Προφήτου Σαμουήλ.
Στίχοι
Μύσας τελευτῆ καὶ Σαμουὴλ ὁ βλέπων,
Τὸ ζῶν ἀεὶ φῶς καὶ τελευτήσας βλέπει.
Βη δ’ ὁρόων μέλλοντα Σαμουὴλ εἰκάδι ἔνθεν.
Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων τριάκοντα ἑπτὰ μαρτύρων, τῶν ἐν Βιζύῃ της Θράκης
μαρτυρησάντων.
Στίχοι
Τρεῖς ἐνδέουσι πρὸς τὸ τοὺς κεκαυμένους.
Χάριν Τριὰς σοῦ, τετράκις τελεῖν δέκα.
Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Σεβήρου καὶ Μέμνονος Κεντυρίωνος.
Στίχοι
Ξίφει παθῶν Σεβ῅ρος εὗρεν ἀξίως,
Ἐπαθλα λαμπρὰ τοῦ διὰ ξίφους πάθους.
Ἐχει τὸ πῦρ σε πρὸς βραχὺν Μέμνον χρόνον,
Μένει δὲ σε στέφανος ἐς ἀεὶ μένων.
Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη της Ἁγίας μάρτυρος Φωτεινής, ἔξω της πόρτης τῶν Βλαχερνῶν, καὶ
τοῦ Ἁγίου μάρτυρος Λουκίου τοῦ Βουλευτοῦ.
Στίχοι
Βουλὰς ὅλας παρήλθες τὰς Ἀχιτόφελ,
Βουλῆ μιᾷ Λούκιος ἀθλήσας ξίφει.
Τῆ αὐτῆ ἡμέρᾳ μνήμη τῶν Ἁγίων μαρτύρων Ἡλιοδώρου καὶ Δοσαῖ (ἥ Δοσᾶ ἥ Σοδᾶ).
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ
ᾠδὴ α’ Ἦχος α’ Ὁ Εἱρμὸς
Πεποικιλμένη τῆ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου, πάντας συνηγάγετο,
πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων τω σω,
ᾄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται.

ᾠδὴ γ’ Ὁ Εἱρμὸς
Ἡ δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινή ἀκράδαντον,
τὴν Ἐκκλησίαν στήριξον Χριστέ, μόνος γὰρ εἶ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος.

ᾠδὴ δ’ Ο Εἱρμὸς
Ῥήσεις Προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου σου Χριστέ,
φέγγος ἀστραπής σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι, καὶ φωνεῖ σοι ἄβυσσος, ἐν ἀγαλλιάσει,
τῆ δυνάμει σου δόξα Φιλάνθρωπε.

ᾠδὴ ε’ Ὁ Εἱρμὸς
Τὸ θεῖον καὶ ἄῤῥητον κάλλος, τῶν ἀρετῶν σου Χριστὲ διηγήσομαι΄ ἐξ ἀϊδίου γὰρ δόξης
συναΐδιον, καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, Παρθενικής ἀπὸ γαστρός, τοῖς ἐν σκότει
καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος.

ᾠδὴ ς’ Ὁ Εἱρμὸς
Ἅλιον ποντογενές, κητώον ἐντόσθιον πῦρ, της τριημέρου ταφής σου ἦν προεικόνισμα, οὗ
Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται, σεσωσμένος γὰρ ὡς καὶ προὐπέποτο, ἀσινής ἐβόα΄ θύσω σοι μετὰ φωνής αἰνέσεως Κύριε.

ᾠδὴ ζ’ Ὁ Εἱρμὸς
Ἰταμώ θυμώ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πῦρ ἐδρόσιζε΄ τω θυμώ δὲ
ἐγέλα, θεοπνεύστῳ λογικῆ, τῆ τῶν ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος, μουσικοῖς
ὀργάνοις ἐν μέσῳ φλογός΄ ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

ᾠδὴ η’
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Φλόγα δροσίζουσαν Ὁσίους, δυσσεβεῖς δὲ καταφλέγουσαν, Ἄγγελος Θεοῦ ὁ πανσθενής,
ἔδειξε Παισί΄ ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο τὴν Θεοτόκον, φθορὰν θανάτου, καὶ ζωὴν
βλυστάνουσαν τοῖς μέλπουσι΄ τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ
ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)

Καταβασία
Στίχ. Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.
Νενίκηνται της φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν
προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί,
Θεοτόκε, τὴν κληρονομίαν σου.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τ῵ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Ὅτι ἅγιος ἐστι.

Ἐξαποστειλάριον ΙΑ’
Μετὰ τὴν θείαν Ἔγερσιν, τρὶς τω Πέτρῳ, φιλεῖς με, πυθόμενος ὁ Κύριος τῶν ἰδίων
προβάτων, προβάλλεται ποιμενάρχην, ὃς ἰδὼν ὃν ἠγάπα, ὁ Ἰησοῦς ἑπόμενον, ἤρετο τὸν
Δεσπότην, Οὗτος δὲ τί; Ἐὰν θέλω, ἔφησε, μένειν τοῦτον, ἕως καὶ πάλιν ἔρχομαι, τί πρὸς σὲ
φίλε Πέτρε;

Ἦχος γ’
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῆ τω χωρίῳ, κηδεύσατέ μου τὸ
σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

ΑΙΝΟΙ
Ἦχος β’.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς
ὑψίστοις. Σοὶ πρέπει ὕμνος τω Θεώ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ
πρέπει ὕμνος τω Θεώ.

Στίχ. Τοῦ ποιήσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Πᾶσα πνοή, καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον
κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι της δυνάμεως
αὐτοῦ.
Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα; διατὶ γὰρ ὁ
λίθος οὐκ ἐφύλαξε τὴν πέτραν της ζωής; ἥ τὸν ταφέντα δότωσαν, ἥ ἀναστάντα
προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν. Δόξα τω πλήθει τῶν οἰκτιρμῶν σου΄ Σωτὴρ ἡμῶν δόξα
σοι.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλήθος της
μεγαλωσύνης αὐτοῦ.
Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος, αὐτὸς ἡμᾶς
εὐηγγελίσατο εἰπών, Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ
σύμπαντα εὐωδίας. Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ της σης συλλήψεως Κύριε, τῆ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος
δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῆ σῆ Ἀναστάσει ἐκύλισεν΄ Ὁ μὲν ἀντὶ της
λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων
ἡμῖν. Διὸ βοῶμέν σοι, Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.

Τῆς Θεοτόκου (Ἦχος δ’)
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορώ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
(Ὡς γενναῖον ἐν Μάρτυσι)
Τῆ ἐνδόξῳ Κοιμήσει σου, οὐρανοὶ ἐπαγάλλονται, καὶ Ἀγγέλων γέγηθε τὰ στρατεύματα,
πᾶσα ἡ γη δὲ εὐφραίνεται, ᾠδὴν σοι ἐξόδιον προσφωνοῦσα τῆ Μητρί, τοῦ τῶν ὅλων
δεσπόζοντος, ἀπειρόγαμε, Παναγία Παρθένε, ἡ τὸ γένος τῶν ἀνθρώπων ῥυσαμένη,
προγονικής ἀποφάσεως.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα
πνοὴ αἰνεσάτω τὸν Κύριον.
Τῆ ἐνδόξῳ Κοιμήσει σου,…

Στίχ. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου.
Ἐκ περάτων συνέδραμον, Ἀποστόλων οἱ πρόκριτοι, θεαρχίῳ, νεύματι τοῦ κηδεῦσαί σε, καὶ
ἀπὸ γης αἰρομένην σε, πρὸς ὕψος θεώμενοι, τὴν φωνὴν τοῦ Γαβριήλ, ἐν χαρᾷ ἀνεβόων σοι΄
Χαῖρε ὄχημα, της θεότητος ὅλης, χαῖρε μόνη, τὰ ἐπίγεια τοῖς ἄνω, τω τοκετώ σου
συνάψασα.

Στίχ. Ὤμοσε Κύριος τω ΔαυἹδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν ἐκ καρποῦ της κοιλίας
σου θήσομαι ἐπί τοῦ θρόνου σου.
Τὴν ζωὴν ἡ κυήσασα, πρὸς ζωὴν μεταβέβηκας, τῆ σεπτῆ Κοιμήσει σου τὴν ἀθάνατον,
δορυφορούντων Ἀγγέλων σοι, Ἀρχῶν καὶ Δυνάμεων, Ἀποστόλων Προφητῶν, καὶ ἁπάσης
της κτίσεως, δεχομένου τε, ἀκηράτοις παλάμαις τοῦ Υἱοῦ σου, τὴν ἀμώμητον ψυχήν σου,
Παρθενομήτορ Θεόνυμφε.

Δόξα Πατρί… Ἦχος πλ. δ’
Φανερῶν σεαυτόν, τοῖς Μαθηταῖς σου Σωτὴρ μετὰ τὴν Ἀνάστασιν, Σίμωνι δέδωκας τὴν τῶν
προβάτων νομήν, εἰς ἀγάπης ἀντέκτισιν,τὴν τοῦ ποιμένειν φροντίδα αἰτῶν.Διὸ καὶ ἔλεγε· Εἰ
φιλεῖς με Πέτρε, ποίμαινε τὰ ἀρνία μου,ποίμαινε τὰ πρόβατά μου.Ὁ δὲ εὐθέως
ἐνδεικνύμενος τὸ φιλόστοργον,περὶ τοῦ ἄλλου Μαθητοῦ ἐπυνθάνετο.Ὧν ταῖς πρεσβείαις
Χριστέ,τὴν ποίμνην σου διαφύλαττε, ἐκ λύκων λυμαινομένων αὐτήν.
Καὶ νῦν… ἦχος β’

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης
ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος
τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ
Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία Μεγάλη
εἰς ἦχον β’ ( Ἀργή ἢ σύντομος )

Σήμερον σωτηρία τω κόσμῳ γέγονεν, ᾄσωμεν τω ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγώ της ζωής
ἡμῶν· καθελὼν γὰρ τω θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀντίφωνον Α’
Στίχ. Ἀλαλάξατε τω Θεω πᾶσα ἡ γη, δουλεύσατε τω Κυρίῳ ἐν εὐφροσύνῃ, εἰσέλθετε
ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.
Ταῖς πρεσβείαις της Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ. . Ἐξομολογεῖσθε αὐτώ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ.
Ταῖς πρεσβείαις της Θεοτόκου…
Στίχ. Kαθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ
Θεοῦ ἡμῶν
Ταῖς πρεσβείαις της Θεοτόκου…
Στίχ. . Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών.
Ταῖς πρεσβείαις της Θεοτόκου…
Δόξα Πατρί…Καὶ νῦν.
Ταῖς πρεσβείαις της Θεοτόκου…

Ἀντίφωνον Β’
Στίχ. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστάς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.
Στίχ. . Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…
Στίχ. . Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…
Στίχ. Tοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασε τὸ σκήνωμα
αὐτοῦ ὁ ῞Υψιστος
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…
Δόξα Πατρὶ…Καὶ νῦν…
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν
ἡμετέραν σωτηρίαν, σαρκωθήναι ἐκ τής ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας,
ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς
ὢν της ἁγίας Τριάδος, συνδοξαζόμενος τω Πατρὶ καὶ τω ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ’
Ἦχος α’
Στίχ. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῆ δόξῃ μου.
Ἐν τῆ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῆ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες
Θεοτόκε, Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα της ζωής, καὶ ταῖς πρεσβείαις ταῖς
σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Στίχ. . Τί ἀνταποδώσω τω Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;
Ἐν τῆ Γεννήσει τὴν παρθενίαν…
Στίχ. Ὦ Κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς της παιδίσκης σου. διέρρηξας
τοὺς δεσμούς μου,
Ἐν τῆ Γεννήσει τὴν παρθενίαν…

Μικρὰ Εἴσοδος.
Εἰσοδικὸν
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστώ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ
νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον. Ἦχος β´.
Ὅτε κατήλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῆ ἀστραπῆ
της θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ
Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος α’
Ἐν τῆ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῆ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες
Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα της ζωής, καὶ ταῖς πρεσβείαις ταῖς
σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Τοῦ Ναοῦ
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον Ἦχος πλ. β’
Αὐτόμελον
Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ
νέκρωσις οὐκ ἐκράτησεν, ὡς γὰρ ζωής Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν
οἰκήσας ἀειπάρθενον.

Τρισάγιον.

᾽Απόστολος (Α´ Κορ. θ´ 2-12). Κυριακῆς ια´ ἑβδομάδος ᾽Επιστολῶν·
Προκείμενον ἦχος β’.
Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος.
Στίχ. Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος.
Πρὸς Κορινθίους Α’ Ἐπιστολής Παύλου τὸ ἀνάγνωσμα.
Αδελφοί, ἡ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ. Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστί. Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς; Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; Ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; Ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; Ἐν γὰρ τῷ Μωυσέως νόμῳ γέγραπται· οὐ φιμώσεις βοῦν ἀλοῶντα. Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; Ἢ δι᾿ ἡμᾶς πάντως λέγει; Δι᾿ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ᾿ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾿ ἐλπίδι. Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλ᾿ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.
Ἀλληλούϊα (γ’) Ἦχος β΄
Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως.
Στίχ. Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν

Εὐαγγέλιον (Ματθ. ιη´ 23-35).
Κυριακῆς ια´ ἑβδομάδος Ματθαίου·
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. Πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· κύριε, μακροθύμησον ἐπ᾿ ἐμοὶ καὶ πάντα σοι ἀποδώσω. Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτὸν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις. Πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἐπ᾿ ἐμοὶ καὶ ἀποδώσω σοι. Ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. Ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. Τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με. Οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.
Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον,
σὲ μεγαλύνομεν.

Κοινωνικὸν
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθή,
ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι
ηξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ
ὅλην τήν ἡμέραν μελετώντας τήν δικαιοσύνην Σου. Ἀλληλούια, Ἀλληλούια,
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀπόλυσις
«…῾Ο ἀναστάς ἐκ νεκρῶν….»

Κοινοποίηση άρθρου:
RSS
Follow by Email
Facebook
Facebook
Google+
https://www.agiospatrokosmas.gr/2017/08/19/tupikon-kuriakhs-ia-mathaiou/
Twitter