ΚΥΡΙΑΚΗ Η΄ ΜΑΤΘΑΙΟΥ (30 Ιουλίου) Σιλουανού, του και Σίλα αποκαλουμένου, Κρήσκεντος, Επαινετού και Ανδρονίκου Αποστόλων

ΚΥΡΙΑΚΗ Η΄ ΜΑΤΘΑΙΟΥ  (30 Ιουλίου) Σιλουανού, του και Σίλα αποκαλουμένου, Κρήσκεντος, Επαινετού και Ανδρονίκου Αποστόλων

ΚΥΡΙΑΚΗ Η΄ ΜΑΤΘΑΙΟΥ (30 Ιουνίου) Σιλουανού, του και Σίλα αποκαλουμένου, Κρήσκεντος, Επαινετού και Ανδρονίκου Αποστόλων Ήχος βαρύς, εωθινόν η΄

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Προοιμιακός

Κύριε εκέκραξα, ιστώμεν στίχους ι΄
Στιχηρά αναστάσιμα 7 ήχος βαρύς

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τῷ συντρίψαντι θανάτου τὸ κράτος, καὶ φωτίσαντι ἀνθρώπων τὸ γένος, μετὰ τῶν Ἀσωμάτων κραυγάζοντες· Δημιουργὲ καὶ Σωτὴρ ἡμῶν δόξα σοι.

Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ταφὴν δι’ ἡμᾶς, θανάτῳ δὲ ὡς Θεός, θάνατον ἐνέκρωσας· διὸ προσκυνοῦμεν τὴν τριήμερόν σου ἀνάστασιν, Κύριε δόξα σοι.

Ἀπόστολοι ἰδόντες τὴν Ἔγερσιν τοῦ Δημιουργοῦ, ἐθαύμασαν βοῶντες τὴν αἴνεσιν τὴν Ἀγγελικήν. Αὕτη ἡ δόξα τῆς Ἐκκλησίας, οὗτος ὁ πλοῦτος τῆς Βασιλείας, ὁ παθὼν δι’ ἡμᾶς, Κύριε δόξα σοι.

Κἂν συνελήφθης Χριστέ, ὑπὸ ἀνόμων ἀνδρῶν, ἀλλὰ σύ μου εἶ Θεός, καὶ οὐκ αἰσχύνομαι, ἐμαστίχθης τὸν νῶτον, οὐκ ἀρνοῦμαι. Σταυρῷ προσηλώθης, καὶ οὐ κρύπτω· εἰς τὴν Ἔγερσίν σου καυχῶμαι· ὁ γὰρ θάνατος σου ζωή μου. Παντοδύναμε καὶ φιλάνθρωπε, Κύριε δόξα σοι.

Δαυϊτικὴν προφητείαν ἐκπληρῶν, Χριστὸς μεγαλειότητα, ἐν Σιών, τὴν οἰκείαν Μαθηταῖς ἐξεκάλυψεν, αἰνετὸν δεικνὺς ἑαυτόν, καὶ δοξαζόμενον ἀεί, σὺν Πατρὶ τε καὶ Πνεύματι ἁγίῳ, πρότερον μὲν ἄσαρκον ὡς Λόγον, ὕστερον δὲ δι’ ἡμᾶς, σεσαρκωμένον, καὶ νεκρωθέντα ὡς ἄνθρωπον, καὶ ἀναστάντα κατ’ ἐξουσίαν ὡς φιλάνθρωπον.

Κατῆλθες ἐν τῷ ᾍδῃ Χριστὲ ὡς ἠβουλήθης, ἐσκύλευσας τὸν θάνατον, ὡς Θεὸς καὶ Δεσπότης, καὶ ἀνέστης τριήμερος, συναναστήσας τὸν Ἀδάμ, ἐκ τῶν τοῦ ᾍδου δεσμῶν καὶ τῆς φθορᾶς, κραυγάζοντα καὶ λέγοντα· Δόξα τῇ Ἀναστάσει σου, μόνε φιλάνθρωπε.

Ἐν τάφῳ κατετέθης, ὡς ὁ ὑπνῶν Κύριε, καὶ ἀνέστης τριήμερος, ὡς δυνατὸς ἐν ἰσχύϊ, συναναστήσας τὸν Ἀδάμ, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ὡς παντοδύναμος.

εκ του Μηναίου 3
Ήχος δ΄ (Ὡς γενναῖον ἐν Μάρτυσιν)
Ἀστραπαῖς φωτιζόμενοι, ταῖς τοῦ Πνεύματος πάνσοφοι, τὰ τῆς γῆς πληρώματα περιήλθετε, καὶ τοὺς πιστοὺς ἐφωτίσατε, τὸν ζόφον μειώσαντες, ἀγνωσίας τοῦ βυθοῦ, ὡς τοῦ Λόγου Ἀπόστολοι· ὅθεν σήμερον, γεγηθότες τελοῦμεν τὴν ἁγίαν, καὶ φωσφόρον ὑμῶν μνήμην, ἁγιασμὸν κομιζόμενοι.

Ὡς νεφέλαι μακάριοι, ἐπὶ πάντα τὰ πέρατα, ὑετὸν ἐρράνατε τὸν οὐράνιον, καὶ τὰς ψυχὰς κατηρδεύσατε, πιστῶν θείᾳ χάριτι, ἀποπνίξαντες δεινά, ἀθεΐας ζιζάνια, καὶ τελέσαντες, τὰς ψυχὰς καρποφόρους τῶν ἀνθρώπων· διὰ τοῦτο ἐν αἰνέσει, ὑμᾶς τιμῶμεν Ἀπόστολοι.

Συνελθόντες τιμήσωμεν, καὶ πιστῶς μακαρίσωμεν, Σίλαν τὸν πανάριστον, καὶ Ἀνδρόνικον, Ἐπαινετόν τε καὶ Κρήσκεντα, καὶ πόθῳ τιμήσωμεν, σὺν αὐτοῖς Σιλουανόν, τοὺς τῆς πίστεως κήρυκας, τοὺς προχέοντας, ποταμοὺς ἰαμάτων, καὶ παντοίων, παθημάτων ἐπηρείας, Πνεύματι θείῳ ἐξαίροντας.

Θεοτοκίον
Δόξα Πατρί και Υιώ…
Και νυν και αεί…
Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται· παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως· ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διό σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς. Πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Φως ιλαρόν

Ἀπόστιχα τα Αναστάσιμα-ήχος βαρύς

Ἀνέστης ἐκ τοῦ τάφου, Σωτὴρ τοῦ κόσμου, καὶ συνήγειρας τοὺς ἀνθρώπους, σὺν τῇ σαρκί σου, Κύριε δόξα σοι.
Τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ φωτίσαντα τὰ πάντα, δεῦτε προσκυνήσωμεν· ἐκ τῆς τοῦ ᾍδου γὰρ τυραννίδος, ἡμᾶς ἠλευθέρωσε, διὰ τῆς αὐτοῦ τριημέρου Ἐγέρσεως, ζωὴν ἡμῖν δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.

Ὑπὸ τὸν ᾍδην κατελθὼν Χριστέ, θάνατον ἐσκύλευσας, καὶ τριήμερος ἀναστάς, ἡμᾶς συνανέστησας, δοξάζοντας τὴν σὴν παντοδύναμον Ἔγερσιν, Κύριε φιλάνθρωπε.

Φοβερὸς ὤφθης Κύριε, ἐν τάφῳ κείμενος ὡς ὁ ὑπνῶν, ἀναστὰς δὲ τριήμερος ὡς δυνατός, τὸν Ἀδὰμ συνανέστησας κραυγάζοντα· Δόξα τῇ Ἀναστάσει σου, μόνε φιλάνθρωπε.
Θεοτοκίον

Δόξα…και νυν
Ὑπὸ τὴν σὴν Δέσποινα σκέπην, πάντες οἱ γηγενεῖς, προσπεφευγότες βοῶμέν σοι· Θεοτόκε ἡ ἐλπὶς ἡμῶν, ῥῦσαι ἡμᾶς ἐξ ἀμέτρων πταισμάτων, καὶ σῶσον τὰς ψυχάς ἡμῶν.

Ἀπολυτίκιον Ἦχος βαρὺς
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα… Καὶ νῦν … Θεοτοκίον
Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Εξάψαλμος

Θεός Κύριος το Αναστάσιμον Απολυτίκιον
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα…
Το αυτό
Και νυν… το Θεοτοκίον
Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Καθίσματα Ἦχος βαρὺς
Ἡ Ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ Ἄγγελοι ἐδόξαζον, ὡς Θεὸν ἀθάνατον. Γυναῖκες δὲ ἐκραύγαζον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα…
Τῇ τριημέρῳ ταφῇ σου σκυλεύσας τὸν θάνατον, καὶ φθαρέντα τὸν ἄνθρωπον, τῇ ζωηφόρῳ Ἐγέρσει σου, ἀναστήσας Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος δόξα σοι.

Καὶ νῦν … Θεοτοκίον
Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, καὶ ἀναστάντα Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε, Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.

Καθίσματα Ἦχος βαρὺς
Ἐσφραγισμένου τοῦ μνήματος, ἡ Ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης, ἡ πάντων ἀνάστασις· Πνεῦμα εὐθὲς δι’ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

Δόξα…
Ἐπὶ τὸ μνῆμα ἔδραμον Γυναῖκες, μετὰ δακρύων μύρα φέρουσαι, καὶ στρατιωτῶν φυλασσόντων σε, τὸν τῶν ὅλων Βασιλέα, ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον; ἀνέστη ὁ μεγάλης Βουλῆς Ἄγγελος, πατήσας τὸν θάνατον· Παντοδύναμε Κύριε, δόξα σοι.

Καὶ νῦν … Θεοτοκίον
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ κόσμου· μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι, πάσῃ τῇ οἰκουμένῃ.

Ευλογητάρια
Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τών Αγγέλων ο δήμος, κατεπλάγη ορών σε, εν νεκροίς λογισθέντα, τού θανάτου
δέ Σωτήρ, τήν ισχύν καθελόντα, καί σύν εαυτώ τόν Αδάμ εγείραντα, καί εξ Άδου
πάντας ελευθερώσαντα.

Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τί τά μύρα, συμπαθώς τοίς δάκρυσιν, ώ Μαθήτριαι κιρνάτε; ο αστράπτων εν τώ
τάφω Άγγελος, προσεφθέγγετο ταίς Μυροφόροις, Ίδετε υμείς τόν τάφον καί ήσθητε,
ο Σωτήρ γάρ εξανέστη τού μνήματος.

Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου,
Λίαν πρωί, Μυροφόροι έδραμον, πρός τό μνήμά σου θρηνολογούσαι, αλλ” επέστη,
πρός αυτάς ο Άγγελος, καί είπε, θρήνου ο καιρός πέπαυται, μή κλαίετε, τήν Ανάστασιν
δέ, Αποστόλοις είπατε.

Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου,
Μυροφόροι γυναίκες, μετά μύρων ελθούσαι, πρός τό μνήμά σου, Σώτερ ενηχούντο.
Αγγέλου τρανώς, πρός αυτάς φθεγγομένου. Τί μετά νεκρών, τόν ζώντα λογίζεσθε; ώς
Θεός γάρ, εξανέστη τού μνήματος.

Δόξα… Τριαδικόν
Προσκυνούμεν Πατέρα, καί τόν τούτου Υιόν τε, καί τό Άγιον Πνεύμα, τήν Αγίαν
Τριάδα, εν μιά τή ουσία, σύν τοίς Σεραφείμ, κράζοντες τό, Άγιος, Άγιος, Άγιος εί,
Κύριε.

Καί νύν… Θεοτοκίον
Ζωοδότην τεκούσα, ελυτρώσω Παρθένε, τόν Αδάμ αμαρτίας, χαρμονήν δέ τή Εύα,
αντί λύπης παρέσχες, ρεύσαντα ζωής, ίθυνε πρός ταύτην δέ, ο εκ σού σαρκωθείς Θεός
καί άνθρωπος.

Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός

Ἡ Ὑπακοὴ Ἦχος βαρὺς
Ὁ ἡμετέραν μορφὴν ἀναλαβών, καὶ ὑπομείνας Σταυρὸν σωματικῶς, σῶσόν με τῇ Ἀναστάσει σου, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.

Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α’
Τὴν αἰχμαλωσίαν Σιών, ἐκ πλάνης ἐπιστρέψας, κᾀμὲ Σωτὴρ ζώωσον, ἐξαίρων δουλοπαθείας.
Ἐν τῷ νότῳ ὁ σπείρων θλίψεις, νηστείας μετὰ δακρύων, οὗτος χαρᾶς δρέψεται, δράγματα ἀειζωοτροφίας.
Δόξα… καὶ νῦν …
Ἁγίῳ Πνεύματι, πηγὴ τῶν θείων θησαυρισμάτων, ἐξ οὗ σοφία, σύνεσις, φόβος, αὐτῷ αἴνεσις, δόξα, τιμὴ καὶ κράτος.

Ἀντίφωνον β’
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τὸν τῆς ψυχῆς, μάτην κοπιῶμεν· πλὴν γὰρ αὐτοῦ, οὐ πρᾶξις, οὐ λόγος τελεῖται.
Τοῦ καρποῦ τῆς γαστρός, οἱ Ἅγιοι πνευματοκινήτως, ἀναβλαστοῦσι πατρῷα δόγματα υἱοθεσίας.
Δόξα… καὶ νῦν …
Ἁγίῳ Πνεύματι, τὰ σύμπαντα τὸ εἶναι ἔχει· πρὸ πάντων γὰρ Θεός, τῶν ὅλων κυριότης, φῶς ἀπρόσιτον, ζωὴ τῶν πάντων.

Ἀντίφωνον Γ’
Οἱ φοβούμενοι τὸν Κύριον, ὁδοὺς ζωῆς εὑρόντες, νῦν καὶ ἀεὶ μακαριοῦνται, δόξῃ ἀκηράτῳ.
Κύκλῳ τῆς τραπέζης σου, ὡς στελέχη βλέπων τὰ ἔκγονά σου, χαῖρε εὐφραίνου, προσάγων ταῦτα, τῷ Χριστῷ Ποιμενάρχα.
Δόξα… καὶ νῦν …
Ἁγίῳ Πνεύματι, βυθὸς χαρισμάτων, πλοῦτος δόξης, κριμάτων βάθος μέγα, ὁμόδοξον Πατρὶ καὶ Υἱῶ· λατρευτὸν γάρ.

Προκείμενον
Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

Ευαγγέλιον εωθινόν το Η΄

Ἐκ τοῦ κατά Ἰωάννην (κ΄, 11-18)
«Τῷ καιρῷ ἐκείνῳ, Μαρία εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω· ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ δύο Ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ Σῶμα τοῦ ᾿Ιησοῦ. Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις; Λέγει αὐτοῖς· Ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. Καὶ ταῦτα εἰποῦσα, ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν ᾿Ιησοῦν ἑστῶτα· καὶ οὐκ ᾔδει ὅτι ὁ ᾿Ιησοῦς ἐστι. Λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; Ἐκείνη, δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. Λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· Μαρία. Στραφεῖσα ἐκείνη λέγει αὐτῷ· Ῥαββουνί, ὃ λέγεται, Διδάσκαλε. Λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου· πορεύου δὲ πρὸς τοὺς Ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ἔρχεται Μαρία ἡ Μαγδαληνὴ, ἀπαγγέλλουσα τοῖς Μαθηταῖς, ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ».

Ανάστασιν Χριστού θεασάμενοι
Ο Ν΄Ψαλμός

Κανὼν Ἀναστάσιμος
ᾨδὴ α’ Ἦχος βαρὺς
Ὁ Εἱρμὸς
«Νεύσει σου πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε· ὅθεν ἀβρόχως πεζεύσας, ᾄδει Ἰσραὴλ σοι, ᾠδὴν ἐπινίκιον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Κέκριται τοῦ θανάτου, ἡ τυραννὶς διὰ ξύλου, ἀδίκῳ θανάτῳ σου, κατακριθέντος Κύριε· ὅθεν ὁ ἄρχων τοῦ σκότους, σοῦ μὴ κατισχύσας, δικαίως ἐκβέβληται.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
ᾍδης σοι προσπελάσας, καὶ τοῖς ὁδοῦσι μὴ σθένων, συντρῖψαι τὸ σῶμά σου, τὰς σιαγόνας τέθλασται· ὅθεν Σωτὴρ τὰς ὀδύνας, λύσας τοῦ θανάτου, ἀνέστης τριήμερος.
Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λέλυνται αἱ ὀδύναι, αἱ τῆς προμήτορος Εὔας· ὠδῖνας λαθοῦσα γάρ, ἀπειρογάμως τέτοκας· ὅθεν σαφῶς Θεοτόκον, Πάναγνε εἰδότες, σὲ πάντες δοξάζομεν.
Του Μηναίου

ᾨδὴ α’ Ἦχος β’ (Τῷ τὴν ἄβατον)
Παριστάμενοι, θρόνῳ τῷ θείῳ πάντοτε, φέγγει τε λαμπρυνόμενοι, ἀδύτῳ Ἅγιοι, φωτισμὸν πνευματικόν, ἅπασιν αἰτήσασθε, ἐκ τοῦ τῶν φώτων Πατρός, καταπεμφθῆναι ἡμῖν, πιστῶς ὑμᾶς γεραίρουσιν.

Ἀναλάμψαντα, δικαιοσύνης ἥλιον, Ἔνδοξοι θεασάμενοι, Κόρης θεόπαιδος, ἐκολλήθητε αὐτῷ, θείαν κατὰ μέθεξιν, φῶς χρηματίζοντες, καὶ ἀπηλάσατε, ἀπάτης ζόφον ἅπαντα.

Νόμον ἔνθεον, ἐπὶ τῆς γλώττης φέροντες, πᾶσαν τὴν γῆν διήλθετε, τὴν ἀνομίαν αὐτῆς, ὑπεξαίροντες σοφοί, Κρήσκη, Ἀνδρόνικε, Σίλα καὶ Σιλουανέ, καὶ κατασπείραντες, τὴν γνῶσιν τὴν σωτήριον.

Ἐπαινέσωμεν, Ἐπαινετὸν τὸν ἔνδοξον, Καρθαγενέων καύχημα, θεῖον γενόμενον, καὶ τοῦ Λόγου Μαθητήν, καὶ τῶν ἰαμάτων, πηγὴν καὶ μέγαν κήρυκα, τῶν ὑπὲρ ἔννοιαν, καὶ πίστεως ἑδραίωμα.

Θεοτοκίον
Ὑπερύμνητον, Θεὸν ἀρρήτως τέτοκας, σάρκα ἐκ σοῦ φορέσαντα, δι’ ἀγαθότητα, ὑπερύμνητε Ἁγνή· ὅθεν ἐν φωναῖς, εὐχαριστηρίοις ὑμνολογοῦμέν σε, καὶ μακαρίζομεν, ὡς πάλαι προεφήτευσας.

ᾨδὴ γ’ Ὁ Εἱρμὸς
«Ὁ κατ’ ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας, Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σὺ ἀνελθὼν ἐπὶ ξύλου, ὑπὲρ ἡμῶν ὀδυνᾶσαι, ἑκουσίως εὔσπλαγχνε Σωτήρ, καὶ φέρεις πληγὴν εἰρήνης πρόξενον, καὶ σωτηρίας τοῖς πιστοῖς, δι’ ἧς τῷ σῷ Ἐλεῆμον, πάντες κατηλλάγημεν Γεννήτορι.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σύ με καθῇρας τῆς πληγῆς, τὸν τῇ ψυχῇ τετρωμένον, δρακοντείῳ δήγματι Χριστέ, καὶ ἔδειξας φῶς ἐν σκότει πάλαι μοι, κατῳκισμένῳ καὶ φθορᾷ· διὰ Σταυροῦ γάρ εἰς ᾍδην, καταβεβηκώς με συνανέστησας.

Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῆς ἀπειράνδρου σου Μητρός, ταῖς ἱκεσίαις τῷ κόσμῳ, τὴν εἰρήνην βράβευσον Σωτήρ, καὶ τῷ Βασιλεῖ τὴν νίκην δώρησαι, κατὰ βαρβάρων δυσμενῶν, καὶ τῆς ἀφράστου σου δόξης, τοὺς δοξολογοῦντάς σε ἀξίωσον.

ᾨδὴ γ’ του Μηναίου (Ἐν πέτρᾳ με τῆς πίστεως)
Κηρύξαντες τὴν σάρκωσιν τοῦ Δεσπότου, καὶ λύσαντες τὸν σύνδεσμον τῆς κακίας, τοὺς πάλαι δεδεμένους τῇ ἀπιστίᾳ, Σοφοὶ ἐλύσατε, μεγαλοκήρυκες, καὶ Θεῷ προσήξατε διὰ πίστεως.

Λαμπτῆρες τῆς ἀδύτου φωτοχυσίας, γενόμενοι τὸ σκότος τῆς ἀσεβείας ἠλάσατε δεικνύοντες τοῖς ἀνθρώποις, τῆς ἐπιγνώσεως τὸ φῶς Πανεύφημοι· διὰ τοῦτο πάντοτε μακαρίζεσθε.

Εἰς πᾶσαν ἐξελήλυθε καθὼς ψάλλει, Δαυῒδ τῶν Ἀποστόλων ὁ θεῖος φθόγγος, διδάσκων τὰ Παθήματα τοῦ Σωτῆρος, καὶ τὴν Ἀνάστασιν, δι’ ἧς ἀνέστημεν, ἐκ μνημάτων ἅπαντες τῆς ματαιότητος.

Θεοτοκίον
Εὑρών σε τῶν Ἀγγέλων καθαρωτέραν, ὑπέδυ τὴν γαστέρα σου τὴν ἁγίαν, ὁ φῶς οἰκῶν ἀπρόσιτον Θεοτόκε, καὶ ὤφθη ἄνθρωπος, ἐκ σοῦ σαρκούμενος, ἐν δυσὶ ταῖς φύσεσι γνωριζόμενος.

Ὁ Εἱρμὸς
«Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ’ ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε».

Μεσώδια Καθίσματα Ἦχος δ’ (Ἐπεφάνης σήμερον)
Ὡς ἀστέρες μέγιστοι τὴν οἰκουμένην, εὐσεβείας λάμψεσι, φωταγωγοῦντες εὐσεβῶς, εἰς τὸν αἰῶνα δοξάζεσθε, θαυματοφόροι Κυρίου Ἀπόστολοι.
Θεοτοκίον
Τὰς ἀχράντους χεῖράς σου Παρθενομῆτορ, ἐφαπλοῦσα σκέπασον, τοὺς πεποιθότας ἐπὶ σοί, καὶ τῷ Υἱῷ σου κραυγάζοντας· Πᾶσι περάσχου Χριστὲ τὰ ἐλέη σου.

Κοντάκιον Ἦχος βαρὺς (Οὐκ έτι φλογίνη ῥομφαία)
Οὐκέτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει κατέχειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συντρίβων, καὶ λύων τὰς δυνάμεις αὐτοῦ, δεσμεῖται ὁ ᾍδης, Προφῆται συμφώνως ἀγάλλονται. Ἐπέστη λέγοντες Σωτήρ, τοῖς ἐν πίστει, ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.

Ο Οίκος
Ἔτρεμε κάτωθεν τὰ καταχθόνια σήμερον ὁ ᾍδης καὶ ὁ θάνατος τὸν ἕνα τῆς Τριάδος, ἡ γῆ ἐκλονεῖτο, πυλωροὶ δὲ ᾍδου ἰδόντες σε ἔπτηξαν, ἡ κτίσις δὲ πᾶσα σύν τοῖς Προφήταις χαίρουσα ψάλλει σοι, ἐπινίκιον ᾠδὴν τῷ λυτρωτῇ ἡμῶν Θεῷ τῷ καταλύσαντι νῦν θανάτου τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν τῷ Ἀδάμ, καὶ τοῖς ἐξ Ἀδάμ. Ξύλον τοῦτον εἰσήγαγεν· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Λ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Σίλα, Σιλουανοῦ, Κρήσκεντος, Ἐπαινετοῦ καὶ Ἀνδρονίκου.
Στίχοι
Ἐπαινετὸς Κρήσκης τε καὶ Σιλουανός,
Σίλας καὶ Ἀνδρόνικος, αἰνείσθων ἅμα.
Πέντ’ ἔβαν ἐκ βιότου μύσται Θεοῦ ἐν τριακοστῇ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἰουλίττης τῆς ἐκ Καισαρείας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ
Οι ειρμοί
«Χοροὶ Ἰσραήλ»
Ὠδὴ α’. Ἦχος δ’.
Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, Πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ὠδὴ γ’.
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

Ὠδὴ δ’.
Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας· Δόξα τῇ δυνάμει σου Κύριε.

Ὠδὴ ε’.
Ὁ τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε Χριστέ, τὸν Δημιουργόν, ἐν τῷ φωτί σου, τάς ὁδοὺς ἡμῶν εὔθυνον.

Ὠδὴ ς’.
Ἐν τῷ θλιβεσθαί με, ἐβόησα πρὸς Κύριον, καὶ ἑπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Ὠδὴ ζ’.
Ἀβραμιαῖοί ποτε, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ πυρπολούμενοι ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν, καὶ μέσον πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Την τιμιωτέραν…

Ὠδὴ θ’.
Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
‘Αγιος Κύριος …

Το Η΄Αναστάσιμον (Τοῖς Μαθηταῖς συνέλθωμεν)
Δύο Ἀγγέλους βλέψασα, ἔνδοθεν τοῦ μνημείου, Μαρία ἐξεπλήττετο, καὶ Χριστὸν ἀγνοοῦσα, ὡς Κηπουρὸν ἐπηρώτα, Κύριε ποῦ τὸ σῶμα, τοῦ Ἰησοῦ μου τέθεικας; κλήσει δὲ τοῦτον γνοῦσα εἶναι αὐτόν, τὸν Σωτῆρα ἤκουσε· Μή μου ἅπτου, πρὸς τὸν Πατέρα ἄπειμι, εἰπὲ τοῖς ἀδελφοῖς μου.

Θεοτοκίον
Τριάδος Κόρη τέτοκας, ἀπορρήτως τὸν ἕνα, διπλοῦν τῇ φύσει πέλοντα, καὶ διπλοῦν ἐνεργείᾳ, καὶ ἕνα τῇ ὑποστάσει· τοῦτον οὖν ἐκδυσώπει, ἀεὶ ὑπὲρ τῶν πίστει σε, προσκυνούντων ἐκ πάσης ἐπιβουλῆς, τοῦ ἐχθροῦ λυτρώσασθαι, ὅτι πάντες, πρὸς σὲ νῦν καταφεύγομεν, Δέσποινα Θεοτόκε.

Αἶνοι Αναστάσιμα 8 Ἦχος βαρὺς

Ἀνέστη Χριστὸς ἐκ νεκρῶν, λύσας θανάτου τὰ δεσμά, εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον.

Χριστοῦ τὴν Ἀνάστασιν, προσκυνοῦντες οὐ παυόμεθα· αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν, ἐκ τῶν ἀνομιῶν ἡμῶν, ἅγιος Κύριος Ἰησοῦς, ὁ δείξας τὴν Ἀνάστασιν.

Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν, δι’ ἡμᾶς Θεὸς ἐν ἀνθρώποις, διὰ τὴν καταφθαρεῖσαν φύσιν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, πρὸς τοὺς ἀχαρίστους ὁ Εὐεργέτης, πρὸς τοὺς αἰχμαλώτους ὁ Ἐλευθερωτής, πρὸς τοὺς ἐν σκότει καθημένους, ὁ Ἥλιος τῆς δικαιοσύνης ἐπὶ τὸν Σταυρόν ὁ ἀπαθής, ἐπὶ τὸν ᾍδην τὸ φῶς, ἐπὶ τὸν θάνατον ἡ ζωή , ἡ Ἀνάστασις διὰ τοὺς πεσόντας, πρὸς ὃν βοήσωμεν, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ θανάτου τὸ κράτος κατήργησας, τῇ κραταιᾷ δυνάμει σου, καὶ συνήγειρας νεκρούς, τοὺς ἀπ’ αἰῶνος ἐν σκότει καθεύδοντας, τῇ θείᾳ καὶ ἐνδόξῳ Ἀναστάσει σου, ὡς Βασιλεὺς τοῦ παντός, καὶ Θεὸς παντοδύναμος.

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, καὶ εὐφρανθῶμεν ἐν τῇ Ἀναστάσει αὐτοῦ ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἐδωρήσατο τῷ κόσμῳ ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

Ἐξαστράπτων Ἄγγελος, ἐν τῷ λίθῳ ἐκάθητο τοῦ Ζωοδόχου μνήματος, καὶ Γυναιξὶ Μυροφόροις εὐηγγελίζετο λέγων· Ἀνέστη ὁ Κύριος, καθὼς προεῖπεν ὑμῖν, ἀπαγγείλατε τοῖς Μαθηταῖς αὐτοῦ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, τῷ δὲ κόσμῳ παρέχει, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

Τί ἀπεδοκιμάσατε τὸν λίθον τὸν ἀκρογωνιαῖον, ὦ παράνομοι Ἰουδαῖοι; Οὗτός ἐστιν ὁ λίθος, ὃν ἔθετο ὁ Θεὸς ἐν Σιών, ὁ ἐκ πέτρας πηγάσας ἐν ἐρήμῳ τὸ ὕδωρ, καὶ ἡμῖν ἀναβλύζων ἐκ τῆς πλευρᾶς αὐτοῦ ἀθανασίαν, οὗτός ἐστιν ὁ λίθος, ὁ ἐξ ὄρους Παρθενικοῦ ἀποτμηθείς, ἄνευ θελήματος ἀνδρός, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ἐρχόμενος ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, πρὸς τὸν Παλαιὸν τῶν ἡμερῶν, καθὼς εἶπε Δανιήλ, καὶ αἰώνιος αὐτοῦ ἡ Βασιλεία.

Δοξαστικόν το η΄εωθινόν
ΔΟΞΑΣΤΙΚΟΝ Η’, Ἦχος πλ. δ’ Ἰδιόμελον
Τὰ τῆς Μαρίας δάκρυα οὐ μάτην χεῖνται θερμῶς· ἰδοὺ γὰρ κατηξίωται, καὶ διδασκόντων Ἀγγέλων, καὶ τῆς ὄψεως τῆς σῆς ὦ Ἰησοῦ· ἀλλ’ ἔτι πρόσγεια φρονεῖ, οἷα γυνὴ ἀσθενής· διὸ καὶ ἀποπέμπεται μὴ προσψαῦσαί σοι Χριστέ. Ἀλλ’ ὅμως κήρυξ πέμπεται τοῖς σοῖς Μαθηταῖς, οἷς εὐαγγέλια ἔφησε, τὴν πρὸς τὸν πατρῷον κλῆρον ἄνοδον ἀπαγγέλλουσα. Μεθ’ ἧς ἀξίωσον καὶ ἡμᾶς, τῆς ἐμφανείας σου, Δέσποτα Κύριε.
«Υπερευλογημένη…»
Δοξολογία Μεγάλη
«Αναστάς εκ του μνήματος…» ή «Σήμερον σωτηρία…»

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τα Αντίφωνα

Απολυτίκια: «Κατέλυσας…», του Αγίου του ναού

Κοντάκιον: «Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα».

ΑΝΑΓΝΩΣΜΑΤΑ
Απόστολος Κυρ. η΄επιστ. (Α΄Κορ. Α΄10-17)
«Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσι. Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει· ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ. Μεμέρισται ὁ Χριστός; Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν; Ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; Εὐχαριστῶ τῷ Θεῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον, ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβάπτισα. Ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα. Οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλ᾿ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ».

Ευαγγέλιον Κυρ. η΄Ματθ. (Ματθ.ιδ΄ 14-22)
«Τω καιρώ εκείνω ἐξελθὼν ὁ Ἰησοῦς εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. Ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. Ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Οἱ δὲ λέγουσιν αὐτῷ· οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. Ὁ δὲ εἶπε· φέρετέ μοι αὐτοὺς ὧδε. Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους».

Κοινωνικόν «Αινείτε…»

Για να ωφεληθούν  περισσότερες ψυχές χρειαζόμαστε τη δική σας βοήθεια. Για να βοηθήσετε πατήστε εδώ 
Για να διαβάσετε Ομιλία για την Κυριακή Η’ Ματθαίου πατήστε εδώ
Για να εγγραφείτε στο κανάλι μας στο youtube και να παρακολουθείτε τα βίντεο μας πατήστε εδώ

Για να δείτε σε αποκλειστικότητα σε Παγκόσμια πρώτη προβολή βίντεο από την ημέρα της Αγιοκατατάξεως του Αγίου Παϊσίου, πατήστε εδώ

Κοινοποίηση άρθρου:
RSS
Follow by Email
Facebook
Facebook
Google+
https://www.agiospatrokosmas.gr/2017/07/29/kuriaki-h-mathaiou-silouanou/
Twitter