Μνήμη Ἁγίας Ὁσιομάρτυρος Παρασκευῆς & τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑρμολάου, καὶ τῶν σὺν αὐτῷ Ἑρμίππου καὶ Ἑρμοκράτους (26 Ιουλίου)

Μνήμη Ἁγίας Ὁσιομάρτυρος Παρασκευῆς & τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑρμολάου, καὶ τῶν σὺν αὐτῷ Ἑρμίππου καὶ Ἑρμοκράτους (26 Ιουλίου)

Τῌ ΚΣΤ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑρμολάου, καὶ τῶν σὺν αὐτῷ Ἑρμίππου καὶ Ἑρμοκράτους, καὶ τῆς Ἁγίας Ὁσιομάρτυρος Παρασκευῆς.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια ἀμφοτέρων.

Προσόμοια τῶν Ἁγίων
Ἦχος πλ. δ’ (Ὢ τοῦ παραδόξου θαύματος)
Μάρτυς ἀθλητὰ Ἑρμόλαε, ἱερωτάτην ζωήν, ἱερῶς ἐπεπόθησας, ἱερεὺς γενόμενος, Ἰησοῦ Παντοκράτορος, καὶ ἀνιέρου σκοτασμοῦ ἔσωσας, σεπτοῖς σου λόγοις λαούς, ἐν χάριτι, καὶ μεταβέβηκας, πρὸς τὰ ὑπερκόσμια τῶν ἀθλητῶν, αἵματι λουσάμενος, θεομακάριστε.

Μάρτυς ἀθλητὰ Ἑρμόλαε, διὰ τὸν φόβον ποτέ, τῶν ἀνόμων κρυπτόμενος, φανεροῖς γηθόμενος, κεκρυμμένον μυστήριον, τῷ ἀθλοφόρῳ Παντελεήμονι, τῆς εὐσεβείας καὶ ἐπιγνώσεως, καὶ φανερούμενος, θνῄσκεις προθυμότατα, διὰ Χριστόν, τὸν δι’ ἀγαθότητα, παθεῖν ἑλόμενον.

Ἕρμιππόν τε καὶ Ἑρμόλαον, καὶ Ἑρμοκράτην πιστῶς, τοῦ Κυρίου τοὺς μάρτυρας, θαυμαστῶς ἀθλήσαντας, καὶ τὸν δόλιον κτείναντας, καὶ λουσαμένους λουτρὸν μηδέποτε, δευτέροις ῥύποις ἐπιθολούμενον, ἀνευφημήσωμεν, ἱερῶς δοξάζοντες, καὶ τὴν αὐτῶν, μνήμην ἑορτάζοντες πανηγυρίσωμεν.

Προσόμοια τῆς Ἁγίας, ὅμοια (Ὢ τοῦ παραδόξου θαύματος!)
Παρασκευὴ ἡ σοφή, Ἀντωνίνου τὸ φρύαγμα, ἀνδρικῶς κατέβαλες, προθύμως ἐναθλήσασα, καὶ τῶν βραβείων τῆς ἄνω κλήσεως, καὶ τῶν στεφάνων ἀξιωθεῖσα σεμνή, ὑπέρ τῶν δούλων σου, τῶν πιστῶς τιμώντων σε, μνείαν ποιοῦ, πάντοτε πρὸς Κύριον, ἐλεηθῆναι ἡμᾶς.

Μάρτυς τοῦ Χριστοῦ Πανεύφημε, ἡ τὸν Δεσπότην Χριστόν, ὁλοψύχως ποθήσασα, τῶν βασάνων ἤνεγκας, τὰς πληγὰς καρτερώτατα, καὶ ξεομένη πλευρὰς ταῖς μάστιξιν, αἰκίας πάσας, διὰ τὸν σὸν ἐραστήν, καθυπομένουσα, τῶν στεφάνων ἔτυχες, τῶν παρ’ αὐτοῦ· ὅθεν εὐφημοῦμέν σε θεομακάριστε.

Ὁσιομάρτυς πανένδοξε, τὶς ἐξισχύσει ειπεῖν, τῶν σῶν πόνων τὰ ἔπαθλα, καὶ τοῦ μαρτυρίου σου, τὰ ἀνδρεῖα τεράστια, ὑπομονήν τε καὶ τὴν πραότητα, ἣν ἐνεδείξω Σεμνὴ ὡς ἄσαρκος; ὅθεν συνόμιλος, τῶν Ἀγγέλων γέγονας, Παρασκευή, νύμφη τοῦ Παντάνακτος, σκεῦος τοῦ Πνεύματος.

Δόξα… Ἦχος πλ. β’
Παρθενομάρτυς ἀθληφόρε, Παρασκευὴ πανένδοξε, τοὺς τὴν ἄθλησιν τὴν σὴν ἑορτάζοντας ἀξίως, αἴτησαι ῥυσθῆναι πειρασμῶν καὶ θλίψεων, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, καὶ τῆς μελλούσης κρίσεως, Μάρτυς παναοίδιμε.

Καὶ νῦν… Θεοτοκίον
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, Σεμνή, παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Φως ιλαρόν

Εἰς τὸν Στίχον Στιχηρὰ προσόμοια τῆς Ἁγίας.
Ἦχος δ’ (Ὡς γενναῖον ἐν Μάρτυσι )
Πολυώδυνα βάσανα, ὑποστῆναι Πανένδοξε, ἀνδρικῷ φρονήματι ηὐτομόλησας, καὶ τῶν Ἑλλήνων σεβάσματα, ὡς κόνιν ἐλέπτυνας· τῷ γὰρ σθένει τοῦ Σταυροῦ, τὸν ἀντίπαλον ἔκτεινας, τὸν καυχώμενον, ὑπεράνωθεν ἄστρων θρόνον θεῖναι· πρὸ ποδῶν σου γὰρ ἐρράγη, ὥσπερ στρουθίον παιζόμενος.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.
Τῆς πλακὸς τὴν βαρύτητα, καὶ πυρὸς τὴν κατάκαυσιν, θεϊκῇ προνοίᾳ Ἄγγελος τάχιστα, τὴν μὲν ὡς φύλλον ἀνέδειξε, τὴν δὲ αὔραν ἔνδροσον, οἷα πάλαι τοῖς παισί, τοῦ τετάρτου ἡ ὅρασις, μεθ’ ὧν ἔκραζες· Σοῦ τὸ ἔλεος μέγα Πανοικτίρμον· ὅθεν σέβω γηθομένη, σοῦ τὸ πανύμνητον ὄνομα.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Καθαρότητα σώματος, καὶ ψυχῆς τὴν λαμπρότητα, κτησαμένη πάντοτε ὤφθης ἄμωμος· σὺ γὰρ νυμφίον ποθήσασα, κατ’ ἴχνος ἐβάδισας, νοητοῦ μύρου Σεμνή, Παρασκευὴ ἀοίδιμε, καὶ νῦν πρέσβευε, τὸν Σωτῆρα τῶν ὅλων λύσιν δοῦναι, ὀφλημάτων τοῖς ἐν πίστει, ἐπιτελοῦσι τὴν μνήμην σου.
Δόξα… Ἦχος πλ. β’

Δεῦτε πάντα τῆς γῆς τὰ πέρατα, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὴν Χριστοῦ Παρθενομάρτυρα εὐφημήσωμεν λέγοντες· Χαίροις, Παρασκευὴ Ὁσία καὶ θεοτίμητε· Χαίροις, ἡ τὸ μαρτύριον καλῶς ὑποδεξαμένη· Χαίροις τῶν μαρτύρων ἰσοστάσιε, καὶ τῶν Ὁσίων ὁμόσκηνε, μεθ’ ὧν ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ᾑμων.

Καὶ νῦν… Θεοτοκίον
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἦχος δ’
Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἤμων.

Δόξα… Τῆς Ἁγίας
Ἦχος α’
Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ ἀθλοφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν… Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Καὶ Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν
Κάθισμα τῆς Ἁγίας
Ἦχος δ’ (Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ)
Τὸν ὡραιότατον Χριστὸν ἀγαπήσασα, καὶ δι’ ἁγνείας τὴν ψυχὴν ὡραΐσασα, διὰ παντοίων πόνων τε καὶ θλίψεων, τούτῳ κατηγγύησαι, ὥσπερ ἄμωμος νύμφη· ὅθεν σε ἠξίωσεν, οὐρανίων θαλάμων, ὑπὲρ ἡμῶν πρεσβεύουσαν αὐτῷ, τῶν σὲ τιμώντων Παρασκευὴ πανεύφημε.
Δόξα… Καὶ νῦν… Θεοτοκίον
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων, τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Μετὰ τὴν β’ Στιχολογίαν
Κάθισμα τῆς Ἁγίας
Ἦχος α’ (Τὸν τάφον σου Σωτὴρ)
Ὡς ἄμωμος ἀμνάς, καὶ ἁγνὴ τῷ Κυρίῳ, συνήφθης μυστικῶς, ἐν σεμνότητι βίου, τῷ κάλλει τῆς ἀθλήσεως, σεαυτὴν ὡραΐσασα· ὅθεν εἴληφας, τῶν ἰαμάτων τὴν χάριν, ἰατρεύουσα τὰ ἀρρωστήματα πάντα, δυνάμει τοῦ Πνεύματος.
Δόξα… Καὶ νῦν… Θεοτοκίον
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφευγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Ο Ν΄Ψαλμός

Οἱ Κανόνες, τῶν Ἁγίων, καὶ τῆς Ἁγίας οἱ ἑπόμενοι δύο.

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.
Ὕμνοις γεραίρω τοὺς Ἑρμολάου πόνους. Ἰωσήφ.

ᾨδὴ α’
Ἦχος πλ. δ’ (ᾌσωμεν τῷ Κυρίῳ)
Ὕμνοις τὴν φωτοφόρον, καὶ πανευκλεῆ καὶ ὑπερένδοξον, ἐπαινέσωμεν μνήμην, Ἑρμολάου Χριστὸν μεγαλύνοντες.

Μέγιστόν σοι τὸ κλέος, πέφυκεν Ἑρμόλαε πανεύφημε· τοῦ μεγάλου Θεοῦ γάρ, ἀνεδείχθης θεράπων θερμότατος.

Νόμιμον διανύσας, Ἔνδοξε ἀγῶνα κατεπάτησας, ἀνομούντων τὰ θράση, παναοίδιμε Μάρτυς Ἑρμόλαε.

Ὄλβιος ἀπεφάνθης, πλοῦτον τὸν Χριστὸν ἔχων ἀκένωτον, καὶ πλουτίζων καρδίας, πενομένας παμμάκαρ Ἑρμόλαε.

Θεοτοκίον
Ἵλεών μοι Παρθένε, τὸν Χριστὸν ἀπέργασαι πανάμωμε, ἐν ἡμέρᾳ τῆς δίκης, φοβερᾶς καταδίκης ἐξαίρουσα.

Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς (ἄνευ τῶν Θεοτοκίων).

Ὕμνοις γεραίρω τὴν πανεύφημον Κόρην.
Θεοφάνους.

ᾨδὴ α’
Ἦχος δ’ (Θαλάσσης, τὸ ἐρυθραῖον)
Ὑμνοῦσι, τὴν φωτοφόρον μνήμην σου, Μάρτυς πανεύφημε, χάριν δοθῆναι αἴτησαι ἡμῖν, καὶ πταισμάτων τὴν ἄφεσιν, Παρασκευὴ ἀοίδιμε, ταῖς πρὸς τὸν Κύριον δεήσεσι.

Μαρτύρων, ἡ καλλονὴ σὺ πέφηνας, τὰς τοῦ ἐχθροῦ μηχανάς, καταβαλοῦσα ὅπλῳ τοῦ Σταυροῦ, καὶ τυράννων ὠμότητα, ἀθλητικῶς παλαίσασα, θεοσεβῆ πίστιν ἐκήρυξας.

Νομίσας, τῆς καρτερίας λύειν σου, Μάρτυς τὸ εὔτονον, ὁ τοῖς ξοάνοις τύραννος δεινῶς, ἀπονέμων προσκύνησιν, ἀλλὰ σοφοῖς σου ῥήμασι, τούτου τὸ θράσος ἅπαν λέλυται.

Θεοτοκίον
Ὁ Λόγος, ἐκ σῶν ἀχράντων Δέσποινα, αἱμάτων τίκτεται, ἐμψυχωμένην σάρκα εἰληφώς, καὶ ἡμᾶς ὀλισθήσαντας, ἀπατεῶνος δήγματι, τῷ θείῳ κράτει ἀνεπλάσατο.

Τῶν Ἁγίων

ᾨδὴ γ’ (Σὺ εἶ τὸ στερέωμα )
Σθένει δυναμούμενος, τοῦ παντουργοῦ σοφὲ Πνεύματος, τοῦ δυνατοῦ, Πάτερ ἐν κακίᾳ, τὴν ἰσχὺν καταβέβληκας.

Γνώριμος γεγένησαι, τῷ Παντοκράτορι Ἅγιε, πάντας γνωστούς, λόγῳ σου τῷ θείῳ, ἐν αὐτῷ ἐργαζόμενος.

Ἔγνω διδασκόμενος, ὑπὸ τοῦ σοῦ Σοφὲ πνεύματος, τὸν Ποιητήν, ὁ Παντελεήμων, καὶ νομίμως ἐνήθλησεν.

Θεοτοκίον
Ῥῦσαὶ με Πανάμωμε, ἁμαρτιῶν δεινοῦ κλύδωνος, καὶ λογισμῶν, τῶν ἐπεμβαινόντων, ἀφειδῶς τῇ καρδίᾳ μου.

Τῆς Ἁγίας (Εὐφραίνεται ἐπὶ σοὶ)
Ἐνεύρου τὸ ἀσθενές, τὸ θεῖον Πνεῦμα καὶ φαιδρὸν δέδειχεν, ἐξεικονίζον ἄριστα, τῆς σῆς ἀκραιφνοῦς ψυχῆς ἔλλαμψιν.

Ῥωσθεῖσα σθένει Χριστοῦ, τὰς τῶν βουνεύρων ἀφειδῶς μάστιγας, Μάρτυς Χριστοῦ ὑπέφερες, οἷά τις ἀδάμας στερρότατος.

Ἀγάπῃ τῇ πρὸς Θεόν, ἐν τῷ σταδίῳ καρτερῶς ἤνεγκας, τὸν σκορπισμὸν τοῦ σώματος, καὶ τοὺς ἀνυποίστους πικροὺς αἰκισμούς.

Θεοτοκίον
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε κραυγάζομεν.

Ὁ Εἱρμὸς
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Μεσώδιον Κάθισμα τοῦ Ἁγίου
Ἦχος πλ. δ’
Τὴν Σοφίαν καὶ Λόγον
Ἱερῶς τὴν ζωήν σου διατελῶν, ἱερεὺς ἀνεδείχθης τοῦ Λυτρωτοῦ, φωτίζων τοὺς πίστει σοι, προσιόντας ἑκάστοτε, καὶ ἐπὶ τέλει μάκαρ ἐνθέως ἀπήστραψας, μαρτυρίου φέγγος, καὶ κόσμον κατηύγασας· ὅθεν τὴν φωσφόρον, καὶ ἁγίαν σου μνήμην, τελοῦντες ὑμνοῦμέν σε, καὶ πιστῶς μακαρίζομεν, ἀθλοφόρε Ἑρμόλαε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα… Τῆς Ἁγίας
Ἐκ σπαργάνων μητρῴων σὺ τῷ Χριστῷ, σεαυτὴν ἀναθεῖσα διηνεκῶς, αὐτῷ εὐηρέστησας τῷ Σωτῆρι τῶν ὅλων, καί τυράννων θράση, στερρῶς κατεπάτησας, καὶ βασάνους ὄντως, ἀνδρείως ὑπέμεινας· ὅθεν ὁ Χριστὸς σοι, τοῖς στεφάνοις κοσμήσας, ἐνδόξως εἰσήγαγεν, εἰς νυμφῶνα οὐράνιον, Παρασκευὴ ἀξιάγαστε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν… Θεοτοκίον
Ὡς παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄσπορον τόκον σου.

Κοντάκιον Ἦχος δ’ (Ἐπεφάνης σήμερον)
Τὸν ναόν σου πάνσεμνε, ὡς ἰατρεῖον ψυχικὸν εὑράμενοι, ἐν τούτῳ πάντες οἱ πιστοί, μεγαλοφώνως τιμῶμέν σε, Ὁσιομάρτυς Παρασκευὴ ἀοίδιμε.

Ὁ Οἶκος
Ἡ τοῦ νυμφίου σε φωνὴ καλέσασα ὡς νύμφην, στεφάνῳ ἀφθαρσίας ἐκόσμησε, θεόφρον Παρασκευὴ πανευκλεής, καὶ μετὰ ἀθλοφόρων καὶ μαρτύρων τῶν σεπτῶν ἀξίως συνηρίθμησε, μεθ’ ὧν εὐφραινομένη, μέμνησο τῶν ἐκτελούντων τὴν ἁγίαν ἑορτήν σου, καὶ συνελθόντων ἔνδον τοῦ ναοῦ σου· ἐν αὐτῷ γὰρ νυνὶ παρεστῶτες ἀπὸ ψυχῆς προσφέρομέν σοι τοὺς ὕμνους, Ὁσιομάρτυς Παρασκευὴ ἀοίδιμε.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΣΤ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Ἑρμολάου, Ἑρμίππου καὶ Ἑρμοκράτους.
Στίχοι
Ἕρμιππος, Ἑρμόλαος ἠδ’ Ἑρμοκράτης
Ἑρμῆν σέβοντας ᾔσχυναν παρρησίᾳ.
Ἑρμόλεως ἕκτῃ τε καὶ εἰκάδι δειροτομήθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος τοῦ Χριστοῦ Παρασκευῆς.
Στίχοι
Θεῷ παρεσκεύασας ἁγνὸν ὡς δόμον,
Σαυτὴν ἄγουσα, Σεμνή, εἰς κατοικίαν.
Παρασκευὴν ἔκτανεν εἰκάδι χαλκὸς ἐν ἕκτῃ.

Μνήμῃ τῆς ἁγίας μάρτυρος Ὡραιοζήλης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰγνατίου τοῦ Στειρωνίτου, καὶ τῶν ἐγκαινίων τοῦ ναοῦ τοῦ, Ἀρχαγγέλου Γαβριήλ, πέραν ἐν Χάλδαις, καὶ τῶν Ἁγίων Ἀππίωνος καὶ Ἱερουσαλήμ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ
«Ανοίξω το στόμα μου»
Την τιμιωτέραν
«Άπας γηγενής»

Ἐξαποστειλάριον (Γυναῖκες ἀκουτίσθητε )
Ῥωσθεῖσα καλλιπάρθενε, Σταυρῷ τῷ τοῦ Κυρίου σου, τυράννων ἔλυσας θράσος, ἀθλοῦσα Μάρτυς γενναίως, καὶ πρὸς Χριστοῦ ἀπείληφας, βραβεῖα νίκης πάνσοφε, Παρασκευὴ πανθαύμαστε, ὑπὲρ ἡμῶν δυσωποῦσα, τῶν σὲ τιμώντων ἐκ πόθου.

Θεοτοκίον
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν σοι Κόρη, ἐνέδειξε Θεοτόκον.

Εἰς τοὺς Αἴνους, ψάλλομεν Στιχηρὰ Προσόμοια γ’, δευτεροῦντες τὸ α’.
Ἦχος α’ (Τῶν οὐρανίων ταγμάτων )
Ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου, χοροβατοῦσα σεμνή, ἅμα Παρθένοις Μάρτυς, ταῖς φρονίμοις ἐκείναις, ἐκεῖθεν ἐκομίσω χάριν σοφή, τοῦ ἰᾶσθαι νοσήματα, ἀποδιώκειν τε πνεύματα μυσαρά, ἐκ τῶν πίστει προσιόντων σοι. (Δίς)

Ῥήξασα κράτος τυράννων, ἀθεωτάτων σεμνή, καὶ πρὸς Θεὸν τὰς βάσεις, ἀναθεῖσα Παρθένε, οὐδόλως ἑπτοήθης, οὔτε κρουσμόν, μολυβδίνων σφυρῶν, οὔτε πῦρ, οὔτε ξεσμοὺς τῶν σαρκῶν σου, οὔτε βρασμόν, τῶν λεβήτων, οὔτε ξίφους σφαγήν.

Ἀσκήσει πρώην τὸ σῶμα, τήξασα Ἔνδοξε, τὸ δεύτερον ἀθλήσει, στομωθεῖσα τὴν φρένα, τοῖς πᾶσιν ἀνεδείχθης, Μάρτυς Χριστοῦ, οὐρανοχάλκευτον φάσγανον, ὥσπερ χρυσὸς ἐν χωνείᾳ δοκιμασθέν, ταῖς αἰκίαις καλλιπάρθενε.

Δόξα… Ἦχος β’
Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ, ἐκεῖ κατεσκήνωσεν ἡ Ἁγία, τὴν λαμπάδα ἄσβεστον τηρήσασα. Ἀκούσωμεν τῆς παρθένου ἐγκώμιον· Ὦ Παρθενία, ναός Θεοῦ! ὦ Παρθενία, Μαρτύρων δόξαι ὦ Παρθενία, Ἀγγέλων συμμέτοχε.

Καὶ νῦν… Θεοτοκίον
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

Εἰς τὴν Λειτουργίαν
Απολυτίκια
Κοντάκιον: Προστασία των Χριστιανών

Απόστολος της Αγίας Πέμπτη ιε΄εβδομάδος «Προ του ελθείν την πίστιν» (Γαλατ. Γ΄23-δ΄5)
Πρὸ δὲ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· Ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ·ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ’ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν».

Ευαγγέλιον ομοίως Δευτ ιε΄εβδ. Ματθ «Ηκολούθει τω Ιησού όχλος πολύς» (Μαρ. Ε’ 24-34)
«Τω καιρώ εκείνω ἠκολούθει τω Ιησού ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ρύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις τίς μου ἥψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου».

Κοινωνικόν: Εις μνημόσυνον αιώνιον…

Κοινοποίηση άρθρου:
RSS
Follow by Email
Facebook
Facebook
Google+
https://www.agiospatrokosmas.gr/2017/07/25/mnimi-agias-paraskeuis/
Twitter