Μνήμη τῆς Ὁσίας Μακρίνης, ἀδελφῆς τοῦ Μεγάλου Βασιλείου, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δίου (19 Ιουλίου)

Μνήμη τῆς Ὁσίας Μακρίνης, ἀδελφῆς τοῦ Μεγάλου Βασιλείου,  καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δίου (19 Ιουλίου)

ΤΥΠΙΚΟΝ ΤΗΣ ΙΘ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ
Μνήμη τῆς Ὁσίας Μακρίνης, ἀδελφῆς τοῦ Μεγάλου Βασιλείου,
καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δίου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Προοιμιακός
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια ἀμφοτέρων τῶν Ἁγίων ἀνὰ τρία.

Στιχηρὰ τῆς Ὁσίας
Ἦχος δ’ (Ἔδωκας σημείωσιν)
Ἐμφιλοσοφώτατα, τὸ τῆς ψυχῆς αὐτοκίνητον, καὶ ἀθάνατον ἔδειξας· διὸ καὶ ἐσπούδασας, ἀμιγὴς κηλίδων, τῶν τῆς ἁμαρτίας, καὶ καθαρὰ ῥύπου παντός, ἀπαλλαγῆναι δεσμῶν τοῦ σώματος, μηδένα σπίλον ἔχουσα, μηδὲ ῥυτίδα Θεόληπτε, ἀλλ’ ἁγνὴ καὶ πανάμωμος, τῷ νυμφίῳ παρίστασθαι.

Ἄφθορον ἐτήρησας, τὴν παρθενίαν καὶ ἄσπιλον, καθαρῶς βιοτεύσασα, καὶ πλοῦτον διένειμας, τοῦ Χριστοῦ πληροῦσα, τὴν νομοθεσίαν, ᾧ ἠκολούθησας τὴν γῆν, καταλιποῦσα καὶ τὰ περίγεια· διὸ σοι τὰ οὐράνια, καὶ οὐρανὸν ἐχαρίσατο, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Αἴγλῃ κατελάμπετο, φωτοειδεῖ σου τὸ πρόσωπον, καὶ θανούσης Πανεύφημε, Χριστοῦ σε δοξάσαντος, ὡς αὐτοῦ παρθένον, θεοειδεστάτην, ὡς ἐλεήμονα φαιδράν, ὡς συμπαθῆ τε καὶ θεορρήμονα· ζωὴν γὰρ τὴν ἰσάγγελον, ἐπὶ τῆς γῆς πεπολίτευσαι, καὶ Θεῷ εὐηρέστησας, διὰ βίου λαμπρότητος.

Στιχηρὰ τοῦ Ὁσίου (Ὡς γενναῖον ἐν Μάρτυσι)
Ὡς ἀστέρα παγκόσμιον, νοητῶς ἀνατείλαντα, τῷ τῆς Ἐκκλησίας σε στερεώματι, ἀνευφημοῦμεν μακάριε, ταῖς θείαις σου λάμψεσι, φωτιζόμενοι ἀεί, καὶ ψυχὴν καὶ διάνοιαν, οἱ τιμῶντές σου, τὴν φωσφόρον ἡμέραν ἐτησίως, ἱερὲ θαυματοφόρε, τῶν μοναστῶν ἐγκαλλώπισμα.

Ἀαρὼν ὥσπερ δεύτερος, τῷ τῆς ῥάβδου βλαστήματι, θεῖον ἱεράτευμα Πάτερ γέγονας, καὶ ὡς Μωσῆς ὕδωρ Ὅσιε, ἐκ πέτρας ἐξήγαγες, ὡς Ἠλίας δὲ νεκρόν, προσευχῇ σου ἐξήγειρας, θαυμαζόμενος, τοῖς μεγίστοις σημείοις, καὶ ταῖς θείαις, λαμπρυνόμενος εὐκλείαις, Δίε θεόφρον πανόλβιε.

Τὴν τοῦ πνεύματος ἔλλαμψιν, προφανῶς κληρωσάμενος, πονηρίας πνεύματα ἀπεδίωξας, καὶ ἱερὸν φροντιστήριον, ψυχῶν κατεσκεύασας, ἐν ᾧ σῴζεται πληθύς, καθ’ ἑκάστην τιμῶσά σου, τὰ μνημόσυνα, τοὺς ἀνδρείους ἀγῶνας, καὶ θαυμάτων, τὰ παράδοξα ἐν πίστει, Δίε Πατέρων τὸ καύχημα.

Δόξα… Καὶ νῦν…
Σταυροθεοτοκίον
Ἡ ἀμνὰς ἡ κυήσασα, τὸ ἀρνίον τὸ ἄκακον, τὸ τὴν ἁμαρτίαν ἐλθὸν ἰάσασθαι, παντὸς τοῦ κόσμου πανάμωμε, οἰκείῳ ἐν αἵματι, τὸ σφαγὲν ὑπὲρ ἡμῶν, καὶ ζωῶσαν τὰ σύμπαντα, σὺ με ἔνδυσον, γυμνωθέντα τῆς πάλαι ἀφθαρσίας, ἐξ ἐρίου τοῦ σοῦ τόκου, περιβολὴν θείας χάριτος.

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος πλ. α’

Ὁ Σταυρός σου Χριστέ, εἰ καὶ ξύλον ὁρᾶται τῇ οὐσίᾳ, ἀλλὰ θείαν περιβέβληται δυναστείαν, καὶ αἰσθητῶς τῷ κόσμῳ φαινόμενος, νοητῶς τὴν ἡμῶν θαυματουργεῖ σωτηρίαν, ὃν προσκυνοῦντες, δοξάζομέν σε Σωτήρ, ἐλέησον ἡμᾶς.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Μόνον παγέντος τοῦ ξύλου Χριστὲ τοῦ Σταυροῦ σου, ἡ πλάνη πεφυγάδευται, καὶ ἡ χάρις ἐξήνθησεν· οὐ γὰρ ἔτι καταδίκης ἐστὶ τιμωρία, ἀλλὰ τρόπαιον ἐδείχθη ἡμῖν σωτηρίας. Σταυρὸς ἡμῶν στήριγμα. Σταυρὸς ἡμῶν καύχημα. Σταυρὸς ἡμῶν ἀγαλλίαμα.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μαρτυρικὸν, Ἦχος πλ. α’
Πρεσβεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Μάρτυρες, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν· ὑμῖν γὰρ ἐδόθη χάρις, πρεσβεύειν ὑπὲρ ἡμῶν.

Σταυροθεοτοκίον, Ἦχος πλ. α’
Χαίροις ἀσκητικῶν
Στᾶσα ἐπὶ Σταυροῦ Ἰησοῦ, ἡ σὲ τεκοῦσα, θρηνῳδοῦσα ὠδύρετο, βοῶσα· οὐ φέρω Τέκνον, προσηλωμένον ὁρᾷν, ἐπὶ ξύλου ὅν περ ἀπεκύησα· ἐγὼ γὰρ διέφυγον, τὰς ὠδῖνας ὡς ἄνανδρος, καὶ πῶς ἀρτίως, τῇ ὀδύνῃ συνέχομαι, καὶ σπαράττομαι, τὴν καρδίαν ἡ ἄμεμπτος; ἄρτι γὰρ ἐκπεπλήρωται, τὸ ῥῆμα ὃ εἴρηκεν, ὁ Συμεὼν τῇ καρδίᾳ, ἐμῇ ῥομφαίαν ἐλεύσεσθαι, ἀλλ’ ὦ νῦν Υἱέ μου, ἐξανάστηθι καὶ σῶσον, τοὺς ἀνυμνοῦντάς σε.

ΑΠΟΛΥΤΙΚΙΑ
Ἀπολυτίκιον τῆς Ὁσίας
Ἦχος πλ. δ’
Ἐν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ’ εἰκόνα· λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττων ἐδίδασκες, ὑπερορᾶν μὲν σαρκός· παρέρχεται γὰρ ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, ὁσία Μακρῖνα τὸ πνεῦμά σου.

Ἀπολυτίκιον τοῦ Ὁσίου
Ἦχος πλ. δ’
Ἐν σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατ’ εἰκόνα· λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττων ἐδίδασκες, ὑπερορᾶν μὲν σαρκός· παρέρχεται γὰρ ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Δίε τὸ πνεῦμά σου.

Θεοτοκίον Ἦχος πλ. δ’
Σταυρῶ σὲ καθηλούμενον, ὡς ἐθεάσατο ἡ σὲ Τεκοῦσα, μόνε μακρόθυμε, ὀδυρομένη δάκρυα ἔρρει κρουνηδόν, καὶ τὸ ὑπερβάλλον τῆς χρηστότητος, καὶ τὸ συμπαθὲς τὸ ὑπὲρ ἄνθρωπον, λίαν ἐκπληττομένη, ὕμνει τὸ κράτος σου.
Καὶ Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Εξάψαλμος
Θεός Κύριος
Τα ως άνω απολυτίκια

ΚΑΘΙΣΜΑΤΑ της Οκτωήχου

Μετὰ τὴν α’ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα
Ἦχος πλ. α’
Τόπος Κρανίου, Παράδεισος γέγονε· μόνον γὰρ ὡς ἐπάγη τὸ ξύλον τοῦ Σταυροῦ, εὐθὺς ἐβλάστησε τὸν βότρυν τῆς ζωῆς, σὲ Σωτήρ, εἰς ἡμῶν εὐφροσύνην· Δόξα σοι.

Τὸ ξύλον τοῦ Σταυροῦ σου, Σωτὴρ ἡμῶν, τοῦ κόσμου ἀνεδείχθη σωτήριον· ἐν αὐτῷ γὰρ βουλήσει προσηλωθείς, τῆς κατάρας ἐρρύσω τοὺς γηγενεῖς, ἡ πάντων ζωή. Κύριε δόξα σοι.

Δόξα… Καὶ νῦν… Σταυροθεοτοκίον (Τὸν συνάναρχον Λόγον )
Ἐν Σταυρῷ σε ὁρῶσα Χριστὲ ἡ μήτηρ σου, ἑκουσίως ἐν μέσῳ λῃστῶν κρεμάμενον, κοπτομένη μητρικῶς, τὰ σπλάγχνα ἔλεγεν· Ἀναμάρτητε Υἱέ, πῶς ἀδίκως ἐν Σταυρῷ, ὡς κακοῦργος ἐπάγης; τὸ γένος τὸ τῶν ἀνθρώπων, ζωῶσαι θέλων ὡς ὑπεράγαθος.

Μετα τὴν β’ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα
Ἦχος πλ. α’ (Τὸν συνάναρχον Λόγον )
Τὸν σταυρωθέντα Σωτῆρα καὶ λυτρωτὴν ἡμῶν, ἑκουσίως ὡς οἶδε καὶ ὡς ηὐδόκησεν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι προσήλωσε Σταυρῷ, τὰς ἁμαρτίας τῶν βροτῶν, ῥυσάμενος ἐκ τῆς πλάνης, τὸ γένος τὸ τῶν ἀνθρώπων, καὶ Βασιλείας κατηξίωσεν.

Σταυρὸν ὑπομείνας σοῦ ἑκουσίᾳ βουλῇ, καὶ φθορᾶς τοὺς ἀνθρώπους ἐλευθερώσας Σωτήρ, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἐφώτισας ἡμᾶς, τῇ δυνάμει τοῦ Σταυροῦ, καὶ φόβῳ δοξάζομέν σε, φιλάνθρωπε καὶ οἰκτίρμον, ὡς ζωοδότην καὶ Κύριον.

Δόξα… Καὶ νῦν… Σταυροθεοτοκίον ὅμοιον
Τῷ Σταυρῷ τοῦ Υἱοῦ σου θεοχαρίτωτε, τῶν εἰδώλων ἡ πλάνη πᾶσα κατήργηται, καὶ τῶν δαιμόνων ἡ ἰσχὺς καταπεπάτηται· διὰ τοῦτο οἱ πιστοί, κατὰ χρέος σε ἀεί, ὑμνοῦμεν καὶ εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως, ὁμολογοῦντες μεγαλύνομεν.

Μετὰ τὴν γ’ Στιχολογίαν Καθίσματα
Ἦχος πλ. α’ (Τὸν συνάναρχον Λόγον)
Προφητῶν αἱ προρρήσεις ἰδοὺ πεπλήρωνται, ἡ ἀρχαία βουλή σου τὸ πέρας εἴληφε· σὺ γὰρ ἑκὼν Παμβασιλεῦ, σαρκὶ ἐπτώχευσας Χριστέ, καὶ κατεδέξω δι’ ἡμᾶς, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι· διὸ δοξάζομεν Λόγε, τὴν ὑπὲρ νοῦν σου συγκατάβασιν.

Μαρτυρικὸν
Τὰ θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον, ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, βουλὰς ἐθνῶν διασκέδασον, τῆς Βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Δόξα… Καὶ νῦν… Σταυροθεοτοκίον (Τὸν συνάναρχον Λόγον)
Μεμυκότα σε κόρας, Υἱὲ παμφίλτατε, ὀφθαλμοῖς καθορώσης, τὸ φῶς μου σβέννυται· οὐδὲ γὰρ ἥλιον ὁρᾷν ὅλως ἀνέχομαι, ἤθελον Λόγε τοὺς ἐμούς, ἐξορυχθῆναι ὀφθαλμούς, σκοτίσθητι φῶς ἡλίου· ὁ γὰρ δούς σοι τὸ φῶς ἐν λόγῳ, ἐν τῷ Σταυρῷ τὰς κόρας ἔμυσε.

Θεοτοκίον Ἦχος πλ. δ’
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ Σωτήρα τοῦ κόσμου, ἐν τῷ Σταυρῶ θεωροῦσα, ἡ τεκοῦσα ἔλεγε δακρύουσα, ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου.
Ο Ν΄Ψαλμός

ΚΑΝΟΝΕΣ
Κανόνες τῆς Ὀκτωήχου, (Σταυρώσιμος και Της Υπεραγίας Θεοτόκου)
καὶ τῶν Ἁγίων
Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχίς.
Τὸν κόσμον ὑψοῖ Χριστός, ὑψωθεὶς ξύλῳ. Ἰωσήφ.

ᾨδὴ α’
Ἦχος πλ. α’ Ὁ Εἱρμὸς
Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα.

Τὸν ἀκαταληψίᾳ κατανοούμενον, σαρκωθέντα, καὶ κόσμῳ ἐμφανισθέντα σώματι, ξύλῳ ἀπῃώρησε, βουληθέντα πάλαι, Ἑβραίων δῆμος παρανομώτατος.

Ὅτε τὴν καρποφόρον, Χριστέ σε ἄμπελον, ἐπὶ ξύλου Ἑβραῖοι, Σταυροῦ μανέντες ὕψωσαν, τότε οἶνον ἔσταξας, εὐφροσύνης ἅπασαν, μέθην Λόγε κακῶν ἐξαίροντα.

Μαρτυρικὰ
Νόμοις οὐχ ὑποπίπτει, ἐπαίνων Μάρτυρες, ἡ ὑμῶν καρτερία· ὑπὲρ γὰρ φύσιν πᾶσαν βροτῶν, πόνους ὑπηνέγκατε, καὶ πρὸς λῆξιν ἄπονον, ἐσκηνώσατε εὐφραινόμενοι.

Κύματα τῶν βασάνων, ὑπερνηξάμενοι, κυβερνήσει τοῦ Λόγου πανεύφημοι, Χριστοῦ Ἀθληταί, λιμένας ἐφθάσατε οὐρανίους, θείας γαλήνης ὄντως ἐπαπολαύοντες.

Σταυροθεοτοκίον
Ὅτε τὸν ἐκ γαστρός σου, τεχθέντα Κύριον, κατενόησας ξύλῳ ἀδίκως ἀνυψούμενον, Παρθένε ἐδάκρυσας, καὶ τούτου ὕμνησας ὄντως, τὴν ἄπειρον συγκατάβασιν.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου. οὗ ἡ Ἀκροστιχίς.
Πέμπτον πέφυκεν ᾆσμα νῦν τῇ Παρθένῳ.

ᾨδὴ α’
Ἦχος πλ. α’ (Ἵππον καὶ ἀναβάτην)
Πύλη τῆς θείας δόξης ἡ διανοίξασα, Παραδείσου τὴν πύλην, τῆς μετανοίας πύλας μοι, διάνοιξον δέομαι, καὶ τὸν νοῦν μου φώτισον, τοῦ ὑμνεῖν σε θεοχαρίτωτε.

Ἔστησας τοῦ θανάτου τὴν ῥύμην, τέξασα τὸν ζωῆς, καὶ θανάτου δεσπόζοντα Πανάμωμε, αὐτὸν οὖν ἱκέτευε, τὰ νεκροῦντα πταίσματα, τὴν ψυχήν μου στῆσαι, καὶ σῶσαί με.

Μόνην ἐκ γενεῶν σε, τὴν καλλονὴν Ἰακώβ, ἐξελέξατο Λόγος, ὁ τῷ Πατρὶ συνάναρχος, καὶ σοῦ σεσωμάτωται, ἐξ αἱμάτων Δέσποινα, διασῴζων με μεσιτείαις σου.

Πόκος καθάπερ ὄμβρον τὸν ἐπουράνιον, ἐπὶ σὲ κατελθόντα, κατεδέξω Πάναγνε· διὸ τὰ ὀμβρήματα, τῶν παθῶν μου ξήρανον, ἱκετεύω σε Μητροπάρθενε.

Ὁ κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς.

Νύμφην ἁγνὴν Χριστοῦ σὲ Μακρῖνα στέφω.
Θεοφάνους.

ᾨδὴ α’ Ἦχος δ’
Ἀνοίξω τὸ στόμα μου
Νυμφίον τὸν ἄχραντον, τῆς τῶν ψυχῶν ὡραιότητος, Μακρῖνα πανένδοξε, ὃν ἐπεπόθησας, ὃν ἠγάπησας, ἐξ ὅλης τῆς καρδίας, φωτίσαι δυσώπησον, τοὺς ἀνυμνοῦντάς σε.

Ὑπάρχων ἡ ἄβυσσος, τῆς ὑπὲρ νοῦν ἀγαθότητος, Χριστὲ σοῦ τὴν ἄσπιλον, νύμφην ἐδόξασας, τὴν τῷ ἔρωτι, τῷ σῷ καθηλουμένην, Μακρῖναν τὴν ἄμωμον, καὶ παναοίδιμον.

Μακρῖνα πανεύφημε, τῆς παρθενίας τὸ καύχημα, θερμῶς διετήρησας, ἀδιαλώβητον, δι’ ἀσκήσεως, τῆς σῆς καὶ πολιτείας, τὴν σάρκα τῷ πνεύματι, καθυποτάξασα.

Θεοτοκίον
Φωσφόρος ἀνέτειλεν, ἐν ταῖς καρδίαις Πανάμωμε, τῶν πίστει τιμώντων σε, τὴν Θεομήτορα, καὶ διηύγασεν, ἡμέρα σελασφόρος, Χριστὸς ὁ ἐκ μήτρας σου, λάμψας Θεόνυμφε.

Ὁ κανὼν τοῦ Ὁσίου, φέρων Ἀκροστιχίδα.

Δόξης κροτῶ σε τὸν φερώνυμον μάκαρ Ἰωσήφ.

Ἦχος δ’
Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος
Διόλου, ταῖς πρὸς τὸ θεῖον νεύσεσι, καλλωπιζόμενος, τὸν σὸν Σταυρὸν ἀνέλαβες σοφέ, καὶ Χριστῷ ἠκολούθησας, τὸ τῆς σαρκός σου φρόνημα, Δίε νεκρώσας δι’ ἀσκήσεως.

Ὀρθρίσας, πρὸς τὸν τῆς δόξης ἄδυτον, Ἥλιον Ὅσιε, ὁλοφανὴς γεγένησαι ἀστήρ, καὶ πιστοὺς κατεφώτισας, τῶν ἀρετῶν μακάριε, καὶ τῶν θαυμάτων σου λαμπρότησι.

Ξενώσας, τὸν λογισμόν σου Πάνσοφε, τῶν ἐν τῷ κόσμῳ τερπνῶν, ὑπερκοσμίου δόξης ἐραστής, ἀληθέστατος γέγονας, μετὰ σαρκὸς τὸν ἄσαρκον, καταπαλαίσας θείᾳ χάριτι.

Θεοτοκίον
Ἡλίου τοῦ νοητοῦ Πανάμωμε, σκήνωμα γέγονας, ταῖς θεϊκαῖς λαμπρότησιν ἡμᾶς, εὐσεβῶς καταυγάσαντος, καὶ τὴν ἀχλὺν διώξαντος, τῆς ἀγνωσίας ἀειπάρθενε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ γ’
Ἦχος πλ. α’ Ὁ Εἱρμὸς
Ὁ πήξας ἐπ’ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.

Σταυροῦσαι, καὶ παράδεισος πάλιν ἀνοίγεται, καὶ Λῃστὴς πρὸ πάντων χαίρων εἰσέρχεται, θνῄσκεις Ἰησοῦ μου, καὶ ἐχθρὸς ὁ πλάνος θανατοῦται, ὁ νεκρωθεὶς Ἀδάμ ζωοῦται δέ. Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου.

Μαραίνεις τῆς ἁμαρτίας, φλόγα σταυρούμενος, Ἰησοῦ ἐν ξύλῳ δι’ ἀγαθότητα, λύεις τὴν ἀπάτην δεσμευθείς, γυμνούμενος ἐνδύεις, καταστολὴν δόξης τὸν ἄνθρωπον. Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου.

Μαρτυρικὰ
Ὁ δείξας ἀειφανεῖς, ἀστέρας τοὺς Μάρτυρας, ἀσεβείας σκότος διασκεδάζοντας, τούτων παρακλήσεσι Χριστέ, τὴν νύκτα τῶν παθῶν μου ἀποδίωξον, καὶ φώτισον, τήν ἐσκοτισμένην καρδίαν μου.

Νομίμως οἱ εὐκλεεῖς, ἠρίστευσαν Μάρτυρες, νομίμῳ πίστει ἐστεφανώθησαν, καὶ παρανομούντων τὰς βουλάς, ἐξέκλιναν ἐμφρόνως, καὶ τὴν τρυφὴν τὴν θείαν ἔλαβον, καὶ τοῦ Παραδείσου τὴν οἴκησιν.

Σταυροθεοτοκίον
Ὑμνοῦσιν Ἀγγελικοί, χοροί σε Πανύμνητε, ἀσυγκρίτως τούτους τὴν ὑπερέχουσαν· τέτοκας Θεὸν γὰρ ἐν σαρκί, τὸν ξύλῳ τὴν κατάραν, τὴν ἐκ τοῦ ξύλου ἀφανίσαντα, καὶ τὴν εὐλογίαν πηγάσαντα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ γ’
Ἦχος πλ. α’ (Ὁ πήξας ἐπ’ οὐδενός)
Τῷ βέλει τῆς ἁμαρτίας, τραυματισθέντα με, τῷ ἐν σοὶ φαρμάκῳ ὅλον ὑγείωσον, καὶ τῆς συνεχούσης με Ἁγνή, ἀπάλλαξον ὀδύνης, τῶν ὀδυνῶν ἡ ἀπαλλάξασα, γένος τῶν ἀνθρώπων τῷ τόκῳ σου.

Οἱ μάτην τὴν ταπεινήν, καρδίαν μου θλίβοντες, καὶ ἐπιζητοῦντες τοῦ θανατῶσαί με, Δέσποινα ἀόρατοι ἐχθροί, τῇ σῇ καταβληθέντες, ἐπιστασίᾳ διαμένουσιν, ἄπρακτοι, αἰσχύνης πληρούμενοι.

Ναμάτων ζωοποιῶν με, πλήρωσον Δέσποινα, ἡ τὸ θεῖον ὕδωρ κόσμῳ πηγάσασα, τῶν ἀνομιῶν μου τοὺς δεινούς, ξηράνασα χειμάρρους, καὶ τῆς καρδίας μου τὰ κύματα, θείᾳ σου γαλήνῃ πραΰνουσα.

Παρῆλθον τὰ σκιωδῶς, τῷ νόμῳ τελούμενα· τὸν γὰρ νομοδότην Χριστὸν ἐκύησας, χάριν ἱλασμὸν καὶ φωτισμόν, ἡμῖν νομοθετοῦντα, καὶ τῆς κατάρας ἐξαιρούμενον, ἄχραντε Παρθένε πανύμνητε.

Τῆς Ὁσίας
ᾨδὴ γ’
Οὐκ ἐν σοφίᾳ
Ἠγλαϊσμένη, καλλονῇ θεοσδότῳ καὶ χάριτι, καὶ Μαρτύρων εὐκλεῶς, καταγομένη τὸ γένος Σεμνή, τὸν τρόπον ἐζήλωσας, τούτων τὸν ἔνθεον.

Νόμῳ τῷ θείῳ, πειθαρχοῦσα Παρθένε κατέλιπες, τὴν τοῦ βίου ταραχήν, καὶ τοὺς θορύβους διέφυγες, νηστείαις δεήσεσι, πόθῳ σχολάζουσα.

Ἁγιωσύνην, ἁπαλῶν ἐξ ὀνύχων ἐπόθησας, ὀφθαλμοῖς τε μητρικοῖς, τετηρημένη διέμεινας, Μακρῖνα πανάφθορος, καὶ παναμώμητος.

Θεοτοκίον
Γῆν σε παρθένον, Παναγία Παρθένε γινώσκομεν, ὡς τὸν στάχυν τῆς ζωῆς, ἡμῖν ἀσπόρως βλαστήσασα, δι’ οὗ στηριζόμενοι, σὲ μακαρίζομεν.

Τοῦ Ὁσίου (Εὐφραίνεται ἐπὶ σοὶ)
Ταῖς θείαις μαρμαρυγαῖς, καταστραπτόμενος φωστὴρ γέγονας, φωταγωγῶν πίστει σοι, τοὺς προσερχομένους μακάριε.

Ὡδήγησας πρὸς ζωήν, τοὺς ἑπομένους σοι καλῶς Ὅσιε· τὰ τῆς σαρκὸς πάθη γάρ, θείᾳ δυναστείᾳ ἐνέκρωσας.

Συνήφθης θεοπρεπῶς, τοῖς οὐρανίοις· ἐπὶ γῆς βίον γάρ, ἀγγελικὸν ἔζησας, Δίε θεοφόρε Πατὴρ ἡμῶν.

Θεοτοκίον
Ἐνῴκησεν ἐπὶ σοί, ὁ κατοικῶν τοὺς οὐρανοὺς Ἄχραντε, ὃν ἐκτενῶς αἴτησαι, σῶσαι τὰς ψυχὰς τῶν ὑμνούντων σε.

Ὁ Εἱρμὸς
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγή, καὶ στερέωμα».

Μεσώδιον Κάθισμα τῆς Ὁσίας
Ἦχος α’
Τὸν τάφον σου Σωτὴρ
Ἡ ἄμωμος ἀμνάς, καὶ ἁγνὴ τῷ Κυρίῳ, συνήφθης μυστικῶς, ἐν σεμνότητι βίου, τῷ κάλλει τῆς χάριτος, σεαυτὴν ὡραΐσασα· ὅθεν εἴληφας, τῶν ἰαμάτων τὴν χάριν, ἰατρεύουσα, τὰ ἀρρωστήματα πάντα, δυνάμει τοῦ Πνεύματος.

Τοῦ Ὁσίου Ἦχος πλ. δ’
Τὴν Σοφίαν καὶ Λόγον
Τῷ Θεῷ ἀπὸ βρέφους ἀνατεθείς, καὶ αὐτῷ μέχρι τέλους ἀκολουθῶν, Πατὴρ ἡμῶν Ὅσιε, χαρισμάτων τετύχηκας, καὶ τῶν δαιμόνων πλήθη, διώξας τῇ χάριτι, εἰς τοῦ Κυρίου αἶνον, μονὴν ᾠκοδόμησας· ὅθεν παραδόξως, καὶ νεκροὺς ἠξιώθης, ἐγεῖραι πανεύφημε, ἀδιστάκτῳ δεήσει σου· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Σταυροθεοτοκίον
Τῆς πλευρᾶς λογχευθείσης σου πλαστουργέ, τοῦ τὴν μήτραν ἀλόχευτον τὴν ἐμήν, τηρήσαντος τῷ τόκῳ σου, καὶ λογχεύσαντος τύραννον, ἀναπλάττεις Εὔαν, τὴν θείαν ἀνάπλασιν, πλαστουργηθεὶς τῇ φύσει, Ἀδὰμ πρώτου δεύτερος· ὅθεν ἀφυπνώσας, τὸν φυσίζωον ὕπνον, ζωὴν πᾶσι δέδωκας· ὡς ἐξ ὕπνου γὰρ ἥγειρας, πάντας Λόγε ὑπνώσει σου, ἐμοῦ δὲ τὴν καρδίαν δεινῶς, κατελόγχευσας Τέκνον τῷ πάθει σου, καὶ τῇ σὴ ἀφυπνώσει, ζωῆς με ἐστέρησας.

Κοντάκιον Ἦχος β’
Τὰ ἄνω ζητῶν
Ἁγνείᾳ ψυχῆς, ἐνθέως ὁπλισάμενος, καὶ ἄπαυστον εὐχήν, ὡς λόγχην χειρισάμενος, κραταιῶς διέκοψας, τῶν δαιμόνων Δίε τὰς φάλαγγας, θαυματουργὲ Πατὴρ ἡμῶν, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος
Πῶς ἐπαινέσω τοὺς σοὺς ἀγῶνας, Ὅσιε Πάτερ, ὁ τάλας; τῶν δακρύων δὲ πῶς τὸ πέλαγος ἐξερεύξομαι; σὺ γὰρ τῷ βίῳ ἐνδιαπρέπων, τῶν Ἀγγέλων κατέλαβες τὴν χορείαν, πάντα σχεδὸν τὰ πάθη ἐγκρατείᾳ νεκρώσας σοφέ, καὶ σάρκα δουλαγωγήσας, καθυπέταξας ταύτην τῷ πνεύματι, εὐχὴν δὲ ἔχων ὡς μάχαιραν, τὸν τοῦ σκότους προστάτην κατέβαλες, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΘ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ὁσίας Μακρίνης, ἀδελφῆς τοῦ Μεγάλου Βασιλείου.
Στίχοι
Φρονοῦσ’ ἀδελφὰ τοῖς ἀδελφοὶς Μακρῖνα,
Τούτοις ἀδελφὰ συγκατοικεῖς καὶ πόλον.
Τῇ δ’ ἐνάτῃ δεκάτῃ Μακρῖναν νόες ἔνθεν ἄειραν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δίου τοῦ θαυματουργοῦ.
Στίχοι
Γεύῃ τελευτῆς καὶ σύ, παμμάκαρ Δίε,
Ἔνδοξε κλῆσιν, ἀλλὰ καὶ πρᾶξιν πλέον.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι τέσσαρες συνασκηταὶ ἐν εἰρήνῃ τελειοῦνται.

Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Θεοδώρου, τοῦ κατὰ τὴν Λαύραν τοῦ ἁγίου Σάββα ἀσκήσαντος, καὶ ἔπειτα ἀρχιεπισκόπου Ἐδέσσης γεγονότος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

“Αινούμεν, ευλογούμεν και προσκυνούμεν τον Κύριον”
Ο ειρμός της Η΄
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Μεγαλύνει η ψυχή μου τον Κύριον…
Την τιμιωτέραν…
Ο ειρμός της Θ΄
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».
Άξιόν εστίν

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Της Τετάρτης εκ του Εγκολπίου Αναγνώστου
Ἦχος β’
Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης. Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα, Σταυρός, πιστῶν τὸ στήριγμα, Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.
Σταυροθεοτοκίον Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἐν τῷ Σταυρῷ παρεστῶσα, ἡ σὲ ἀσπόρως τεκοῦσα, καὶ θρηνῳδοῦσα ἐβόα· Οἴμοι, γλυκύτατον Τέκνον! πῶς ἔδυς ἐξ ὀφθαλμῶν μου; πῶς ἐν νεκροῖς ἑλογίσθης;

Οι Ψαλμοί των Αίνων χύμα

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος πλ. α’
Κύριε, ἐπὶ Μωϋσέως ποτὲ τοῦ Προφήτου, μόνον ὁ τύπος τοῦ Σταυροῦ σου δεικνύμενος, ἐνίκα τοὺς ἐχθρούς σου, νῦν δὲ αὐτὸν τὸν Σταυρόν σου κατέχοντες, βοήθειαν αἰτοῦμεν, κράτυνον τὴν Ἐκκλησίαν σου, καὶ δώρησαι τοῖς Βασιλεῦσιν ἡμῶν, ὡς Κωνσταντίνῳ τὸ τρόπαιον, διὰ πλῆθος ἐλέους φιλάνθρωπε.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Ὁ Σταυρός σου Χριστέ, καὶ τοῦ ᾍδου κατήργησε τὸ κράτος, καὶ τὸ γένος διέσωσε τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς τὸν κόσμον ῥυσάμενος, τῷ Λῃστῇ τὸν Παράδεισον ἤνοιξεν, ὃν προσκυνοῦντες, δοξάζομέν σε Σωτήρ, ἐλέησον ἡμᾶς.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ’ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος πλ. α’
Οἱ Ἀθλοφόροι σου Κύριε, τὰς τάξεις τῶν ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι ταῖς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν· ταῖς πρεσβείαις αὐτῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Σταυροθεοτοκίον, Ἦχος πλ. α’
Μακαρίζομέν σε
Ὡς ἀμνόν σε Λόγε, ἡ Ἀμνὰς καὶ Παρθένος, πρὸς σφαγὴν χωροῦντα, καθορῶσα ἐβόα· Ὢ ξένου τολμήματος! πῶς ἄνομοι σφάττουσι τὸν τοὺς ἀνθρώπους ζωοῦντα; Μέγα σου Υἱέ μου τὸ ἔλεος!

Καὶ ἡ λοιπή, Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

ΛΕΙΤΟΥΡΓΙΑ
Τα συνήθη Αντίφωνα των καθημερινών
ΑΝΑΓΝΩΣΜΑΤΑ της ημέρας (Τετ. ζ΄εβδ. Επιστ. -Ματθ.)
Απόστολος Α΄Κορ. Ζ΄12-24
Ευαγγέλιον Μτθ. Ιδ΄35-ιε΄11

Για να ωφεληθούν  περισσότερες ψυχές χρειαζόμαστε τη δική σας βοήθεια. Για να βοηθήσετε πατήστε εδώ

Για να διαβάσετε  άρθρο για την Αγίας Μακρίνα πατήστε εδώ

Για να εγγραφείτε στο κανάλι μας στο youtube και να παρακολουθείτε τα βίντεο μας πατήστε εδώ

Για να δείτε σε αποκλειστικότητα σε Παγκόσμια πρώτη προβολή βίντεο από την ημέρα της Αγιοκατατάξεως του Αγίου Παϊσίου, πατήστε εδώ

 

Κοινοποίηση άρθρου:
RSS
Follow by Email
Facebook
Facebook
Google+
https://www.agiospatrokosmas.gr/2017/07/18/mnimi-ths-osias-makrinhs/
Twitter