Τῌ ΙΑ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας.

Τῌ ΙΑ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας.


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὴν α’ στάσιν τοῦ, Μακάριος ἀνήρ.
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τὰ ἑπόμενα.
Ἦχος πλ. δ’

Ὢ τοῦ παραδόξου θαύματος

Ὢ τοῦ παραδόξου θαύματος! ἡ τοῦ Κυρίου ἀμνάς, τὴν αὐτοῦ ἐθελούσιον, μιμουμένη νέκρωσιν, διὰ πόνων ἀθλήσεως, κειμένη τάφῳ, αἵματος πρόσχυσιν, ἀναπηγάζει σθένει τοῦ Πνεύματος, ὃ ἀρυόμενοι, εἰς ψυχῶν καθάρσιον, τῷ τοῦ παντός, αἴνεσιν προσάγομεν, Θεῷ ἑκάστοτε.

Μάρτυς ἀληθῶς πανεύφημε, θηρῶν ἐπέσχες ὁρμάς, Δανιὴλ ὡς τὸ πρότερον, καὶ πυρὸς ἐν χάριτι, εὐχερῶς κατετόλμησας, καὶ πᾶσαν ἄλλην, βάσανον στέρξασα, ἐδέξω στέφος, νίκης ἀμάραντον, καὶ ἀνελήλυθας, πρὸς τὸν σοὶ ποθούμενον, περιχαρῶς· ὅθεν σε γεραίρομεν, καὶ μακαρίζομεν.

Θείων Πατέρων συνάθροισμα, πίστεως Ὅρον τῇ σῇ, κορυφῇ ἐπιτίθεται, ὅνπερ Παναοίδιμε, ἠγκαλίσω φυλάττουσα, τὴν θείαν πίστιν ἀπαρασάλευτον, ἐκτρεπομένη, ἅπασαν αἵρεσιν, καὶ καταισχύνουσα, τοὺς τοῦ ψεύδους ἔνδοξε, προασπιστάς· ὅθεν σε γεραίρομεν, καὶ μακαρίζομεν.
Ἔτερα Στιχηρὰ Ἦχος δ’ (Ὡς γενναῖον ἐν μάρτυσι)

Τὴν σορὸν τῶν λειψάνων σου, καθορῶντες Πανεύφημε, ῥῶσιν ἀρυόμεθα ἀδαπάνητον, καὶ τὰς ψυχὰς φωτιζόμεθα, καὶ νοῦν ἐλλαμπόμεθα, καθαρθέντες νοητῶς, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, μεσιτείαις σου, ἱεραῖς Εὐφημία· διὰ τοῦτο, μετὰ πόθου, εὐφημοῦμεν, τὴν ἱεράν σου πανήγυριν.

Καὶ πυρὶ προσωμίλησας, καὶ θηρίοις ἐκδέδοσαι, καὶ ἐν λάκκῳ βέβλησαι καλλιπάρθενε, καὶ τοῖς τροχοῖς ἐπιτέθεισαι, ἐξ ὧν σε ἐρρύσατο, ὁ τῶν ὅλων ποιητής, καταισχύνας τὸν ταῦτά σοι, μηχανώμενον, καὶ δοξάσας σε Μάρτυς Εὐφημία, τὴν κηρύξασαν τὸν ἕνα, Χριστὸν ἐν δύο ταῖς φύσεσιν.

Εὐτυχῆ καὶ Διόσκορον, καὶ τοὺς τούτοις ὁμόφρονας, ἀκεφάλους ἅμα τε καὶ παράφρονας, τοὺς ἀνιάτως νοσήσαντας, εἰς τὸ τέλος κατῄσχυνεν, Εὐφημία ἡ σεπτή, καὶ Χριστὸν ἀνεκήρυξε, ταῖς θελήσεσιν, ἐνεργείαις τε ἅμα διπλοῦν ὄντα, καθ’ ὑπόστασιν δὲ ἕνα, ὡς οἱ Πατέρες ἐτράνωσαν.

Δόξα… Ἦχος πλ. β’

Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένῃ ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτὸν ἐν ἀγαλλιάσει, τὴν λαμπάδα κατέχουσα. Εἰς ὀσμὴν μύρου σου ἔδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσῃς με νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτὴρ τὰ ἐλέη σου.

Καὶ νῦν… Θεοτοκίον

Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος
τό, Φῶς ἱλαρόν,
καὶ τὸ Προκείμενον τῆς ἡμέρας «Εἰ βούλει εἰπεῖν…»

καὶ Ἀναγνώσματα

Προφητείαις Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 43, 9-14)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν, Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ· Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος α’

Δεῦτε πάντες οἱ πιστοί, τὴν ἐτήσιον μνήμην, τῆς πανευφήμου Εὐφημίας, μέτ’ ἐγκωμίων ὑμνήσωμεν, λέγοντες, χαίροις ἀθληφόρε καὶ Μάρτυς, ἡ τῶν τυράννων τὰ θράση καταργήσασα, καὶ τῶν κακοδόξων τὴν ἄνοιαν ἀπελάγξασα· Χαίροις, τῆς Χαλκηδόνος τὸ κάλλιστον θρέμμα, καὶ τῶν ὀρθοδόξων τὸ ἄσειστον ἔρεισμα· Χαίροις, ἡ διὰ Χριστὸν τὸν νυμφίον σου, τὴν μὲν ἀκμὴν τοῦ σώματος ταῖς βασάνοις καταναλώσασα, τὴν δὲ ψυχήν ταῖς ἀκτῖσι τοῦ Πνεύματος ἐκλαμπρύνασα· Χαίροις, ἡ πρεσβεύουσα πάντοτε, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων σου τὰ μνημόσυνα.

Ἦχος β’
Ὢ τοῦ παραδόξου θαύματος! ὥσπερ ζῶσα ἡ Μάρτυς, καὶ θανοῦσα ἐν λάρνακι, ταῖς τιμίαις αὐτῆς χερσί, τὸν ἡμέτερον Τόμον ἐπέφερε, τὸν δὲ τῶν αἱρετικῶν τοῖς ποσὶ κατεπάτησεν, ἐκφαυλίζουσα τοῦτον τὸ κακόνουν καὶ βλάσφημον, τῶν δὲ πιστῶν κρατύνουσα τὸ ὀρθὸν καὶ ἀκίβδηλον, ἕνα μὲν καθ’ ὑπόστασιν τὸν Χριστὸν κηρυττόντων, διπλοῦν δὲ κατὰ φύσιν καὶ θέλησιν, Ἧς ταῖς πρεσβείαις, Χριστὲ ὁ Θεός, εἰρήνην ταῖς ἐκκλησίαις σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἦχος γ’
Τοὺς τῆς ἀθλήσεως Μάρτυς ἀγῶνας καὶ τῆς πίστεως, οὓς ὑπὲρ Χριστοῦ ἠγωνίσω, ἐν ἀσθενεῖ τοῦ θήλεος φύσει, ἐπαξίως τὶς διηγήσεται; ἢ τὶς ἐξειπεῖν κατισχύσει τῶν ἀρετῶν σου τὰ προτερήματα, καὶ τῶν σῶν θαυμάτων τὰ πλήθη, Εὐφημία πανεύφημε; τό τε στερρὸν τῶν ὀρθῶν δογμάτων, καὶ ὀρθοδοξίας τὸ μόνιμον· διὸ καὶ ὑπὸ τῶν θείων Πατέρων, τὸν τῆς πίστεως Ὅρον, ὡς ζηλωτὴς ταύτης πεπίστευσαι, ὃν καὶ φυλάττεις διὰ παντὸς ἀπαράτρεπτον, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ’
Μαρτυρικὴν πανήγυριν, ἐπὶ γῆς τελουμένην κατοπτεύοντες σήμερον, εὐφρανθῶμεν τῷ πνεύματι, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι· συνεκάλεσε γὰρ ἡμᾶς Εὐφημία ἡ σεπτή, διὰ τοῦ ἱεροῦ καὶ καλοῦ τῆς ἐκκλησίας ποιμένος, καὶ προθεῖσα ἡμῖν ἑαυτήν, συγχωρεῖ ἑκάστῳ τὸν ἁγιασμὸν ἀπαρύσασθαι. Προσέλθωμεν δὴ ἐν πίστει, καὶ ἀδιστάκτῳ διανοίᾳ, μηδὲν ὑφορώμενοι, ἵνα ἐκ τῆς ἁγίας σοροῦ ἀπαντλήσωμεν, ἀφθόνως τῶν νοσημάτων τὴν ἴασιν, αἰτούμενοι συγχώρησιν παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ τὸ μέγα ἔλεος.

Δόξα… Ἦχος πλ. α’

Σήμερον τοῦ ἐπουρανίου Βασιλέως ἡ ἀμίαντος νύμφη, συγκαλεῖται ἡμᾶς πρὸς ἑστίασιν πνευματικήν, Εὐφημία ἡ πάνσεπτος. Δεῦτε οὖν φιλέορτοι πάντες, μυστικῶς εὐφρανθῶμεν, ἐν τῇ πανσέπτῳ αὐτῆς καὶ λαμπρᾷ πανδαισίᾳ, καθαρθέντες τῷ νοΐ, ἐν φαιδραῖς ταῖς στολαῖς κατηγλαϊσμένοι τοῦ θείου Πνεύματος· αὕτη γὰρ ὡς ἁγνὴ περιστερά, τῷ τῆς παρθενίας κάλλει, τῷ Υἱῷ νυμφευθεῖσα, ὁλικῶς τὴν ἁγίαν Τριάδα ἐν ἑαυτῇ εἰσῳκίσατο, Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα Ἅγιον, τὸν ἕνα Θεόν, ὅν καὶ ποθοῦσα καὶ ζητοῦσα ἐνήθλησε· διὸ καὶ συμβασιλεύει αὐτῷ εἰς τοὺς αἰῶνας, ἐν τοῖς ἐπουρανίοις σκηνώμασι.

Καὶ νῦν… Θεοτοκίον

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια
Ἦχος β’ (Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν)

Δεῦτε, καθαρθῶμεν ἀδελφοί, χείλεσι ψυχῇ καὶ καρδίᾳ, καὶ ἀρυσώμεθα, πλοῦτον ἀδαπάνητον ἐκ τῆς ἁγίας σοροῦ, δωρεὰν προχεόμενον νῦν τῆς Πανευφήμου, μέσον προκειμένης τε, καὶ ὁρωμένης τρανῶς, ἣν περ μακαρίζοντες πόθῳ, καί, πιστῶς γεραίροντες πάντες, θείοις ἐγκωμίοις καταστέψωμεν.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.
Ἔστης, πρὸ βημάτων καρτερῶς, δυσσεβῶν τυράννων ὡς ἄκμων, πόνοις ἀνάλωτος, Μάρτυς καλλιπάρθενε, Χριστὸν κηρύττουσα, Θεὸν εἶναι παντέλειον, καὶ σάρκα λαβόντα, ἐν δυσὶ ταῖς φύσεσι, καὶ ταῖς θελήσεσιν· ὅθεν εἰς σοὺς πόδας τὸν τόμον, τῶν αἱρετικῶν ἀπορρίπτεις, ζήλῳ τὸν ἡμέτερον κατέχουσα.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Μάρτυς, Εὐφημία τοῦ Χριστοῦ, πάντες εὐφημοῦμεν ἐν πίστει, καὶ μακαρίζομεν, Ἱερεῖς ἐν ᾄσμασι καὶ μελῳδήμασι, τὴν σεπτήν σου πανήγυριν, εἰς ἓν συνελθόντες, οὓς τὸ νῦν συνήθροισεν ὁ Βυζαντίων ποιμήν, ὄνπερ φρούρει φύλαττε σκέπε, καὶ ἡμᾶς παντοίας ἐκ βλάβης, λύτρωσαι πρεσβείαις σου πανεύφημε.

Δόξα… Ἦχος πλ. β’

Ἡ διηνθισμένη ταῖς ἀρεταῖς, καὶ πεφωτισμένη τὸν λογισμόν, ἡ μύρα προχέουσα ἐν ταῖς καρδίαις τῶν πιστῶν, ἡ ἐκ τῆς ἑῴας ἀνατείλασα ὡς ἀστὴρ φαεινός, καὶ ἀθροισμόν ποιήσασα, διὰ τῆς τοῦ Ἁγίου Πνεύματος ἐπιφοιτήσεως τῶν θείων Πατέρων, μὴ διαλίπῃς ὑπὲρ ἡμῶν δυσωποῦσα πρὸς Κύριον, Εὐφημία πανεύφημε, σωθῆναι τὰς ψυχάς ἡμῶν.

Καὶ νῦν… Θεοτοκίον

Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν· Πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀναργύρων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἦχος γ’ (Θείας πίστεως)

Λίαν εὔφρανας τοὺς ὀρθοδόξους, καὶ κατῄσχυνας τοὺς κακοδόξους, Εὐφημία Χριστοῦ καλλιπάρθενε· τῆς γὰρ Τετάρτης Συνόδου ἐκύρωσας, ἃ οἱ Πατέρες καλῶς ἐδογμάτισαν, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Εξάψαλμος
Θεός Κύριος
Και Απολυτίκια

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α’ Στιχολογίαν
Κάθισμα Ἦχος α’ (Τὸν τάφον σου Σωτὴρ)

Ἡ νύμφη καὶ ἀμνάς, τετρωμένη τῷ πόθῳ, Χριστὲ τοῦ ἑαυτῆς, οὐρανίου νυμφίου, ὀπίσω σου ἔδραμε, τὴν λαμπάδα κατέχουσα, τὴν δι’ ἔλαιον, τῶν ἀρετῶν ἀνημμένην. Ταύτης ἅπαντας, ῥῦσαι παντοίων κινδύνων, πρεσβείαις ὡς εὔσπλαγχνος.

Θεοτοκίον

Ἐλπὶς Χριστιανῶν, Παναγία Παρθένε, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ ἀεὶ σε δοξάζουσι.

Μετὰ τὴν β’ Στιχολογίαν
Κάθισμα Ἦχος δ’ (Κατεπλάγη Ἰωσὴφ )

Κατῃσχύνθησαν αἰσχρῶς, αἱρετιζόντων ἡ πληθύς, καὶ τὰ πρόσωπα αὐτῶν, ὕβρεως πέπλησται πολλῆς, ὅτε ἑώρων ποσί σου κατερριμμένον, τὸν Τόμον ἑαυτῶν, τὸν δὲ ἡμέτερον, τιμίαις σου χερσί, κατεχόμενον, κατηγοροῦντα ἄνοιαν ἐνδίκως, τῶν κακοδόξων, καὶ κράζοντα, Χριστὸς ἐτέχθη, διπλοῦς τῇ φύσει, διπλοῦς δὲ καὶ ταῖς θελήσεσι.

Θεοτοκίον
Κατεπλάγη, Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βὰτον ἐν πυρί, ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.

Μετὰ τὸν Πολυέλεον

Κάθισμα Ἦχος πλ. δ’ (Τὸ προσταχθὲν μυστικῶς)

Ἐν τῇ εὐσήμῳ ἑορτῇ τῆς Πανευφήμου, μετ’ ἐγκωμίων ψαλμικῶς πιστῶν ὁ δῆμος, εὐφημήσωμεν πόθῳ Χριστοῦ τὴν παρθένον· δογμάτων γὰρ ἀνεδείχθη τῶν πατρικῶν, προστάτις, καὶ μετὰ τέλος θαῦμα φρικτόν! Εὐτυχῆ καὶ Διόσκορον, ἐλέγξασα τοὺς κακῶς, νοσήσαντας εἰς δόγμα Χριστοῦ, ὃν ὑμνοῦντες δοξάζομεν.

Θεοτοκίον

Εὐχαριστοῦμέν σοι ἀεὶ Θεοτόκε, καὶ μεγαλύνομεν Ἁγνὴ καὶ προσκυνοῦμεν ἀνυμνοῦντες τὸν τόκον σου κεχαριτωμένη, βοῶντες ἀκαταπαύστως, σῶσον ἡμᾶς, Παρθένε Παντελεῆμον, ὡς ἀγαθή, καὶ δαιμόνων ἐξάρπασον, λογοθεσίου φοβεροῦ, ἐν ὥρᾳ τῆς ἐτάσεως, μὴ αἰσχυνθῶμεν οἱ δοῦλοί σου.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου

Ἀντίφωνον Α’
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

Δόξα…
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον Ἦχος δ’
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.
Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Εὐαγγέλιον κατὰ Μᾶρκον

Τῷ καιρῷ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν…

Ζήτει Νοεμβ. ΚΕ’

Ὁ Ν’Ψαλμός

Δόξα… Ταῖς τῆς Ἀθληφόρου…

Καὶ νῦν… Ταῖς τῆς Θεοτοκου…

Στίχ. Ἐλέησόν με ὁ Θεός…

Ἦχος πλ. β’

Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένῃ ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτὸν ἐν ἀγαλλιάσει, τὴν λαμπάδα κατέχουσα· Εἰς ὀσμὴν μύρου σου ἔδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσῃς με νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτὴρ τὰ ἐλέη σου.

ΚΑΝΟΝΕΣ

Ὁ Κανὼν τῆς Θεοτόκου
Ὑγρὰν διοδεύσας

Καὶ τῆς Ἁγίας, ὁ παρών

ᾨδὴ α’ Ἦχος δ’ (Ἀνοίξω τὸ στόμα μου)

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ ᾄσω μελῴδημα, τῇ Ἀθληφόρῳ Χριστοῦ, καὶ ὀφθήσομαι, φαιδρῶς ἀνακηρύττων, τοὺς πόνους οὓς ἤνεγκε, καὶ τὰ παλαίσματα.

Ἰάσεων ἄφθονα, ἡμῖν προχέεις χαρίσματα, τοῖς πίστει προστρέχουσιν, ἐν τῷ ναῷ σου Σεμνή, καὶ αἰτοῦσί σε, ἐκ βάθους καρδίας, καὶ πόθῳ τὴν μνήμην σου, πανηγυρίζουσι.

Ναὸς ἐχρημάτισας, κατὰ τὸν θεῖον Ἀπόστολον, ἐν ᾧπερ ηὐδόκησε, Χριστὸς ὁ Κύριος, ἐνοικῆσαί τε, καὶ ἐμπεριπατῆσαι, ψυχῆς καθαρότητι, Μάρτυς πολύαθλε.

Θεοτοκίον

Οὐ κρύπτομεν Δέσποινα, τοῦ σοῦ ἐλέους τὴν ἄβυσσον, καὶ βρύσιν τὴν ἄφθονον, τῶν τεραστίων σου, καὶ τὸ πέλαγος, τῶν εὐεργεσιῶν σου, ὧν πᾶσι δι’ ἔλεον πολύν ἐξέχεας.

ᾨδὴ γ’ (Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε)

Ὤ! πῶς ἐν τῷ μέσῳ τοῦ σταδίου, ἀθλοῦσα ἡ Μάρτυς τοῦ Χριστοῦ, τὸν τύραννον ἐξέστησε, δι’ ἄκραν καρτερότητα· ἀνδρείως γὰρ ὑπήνεγκε, τὰ τῶν δεινῶν κολαστήρια.

Πανεύφημε μάρτυς Εὐφημία, εὐφήμοις ἐν ᾄσμασιν ἀεί, σὴν μνήμην σου γεραίρομεν, τὴν σὴν πλουτοῦντες λάρνακα, τὸ λείψανόν σου φέρουσαν, τὸ ἱερὸν καὶ σεβάσμιον.

Ἀνδρείως κατέβαλες τὸν ὄφιν, τὸν μέγαν Σεμνὴ τὸν νοητόν, δυναμωθεῖσα χάριτι, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, τῆς ἀσυγχύτου φύσεως, καὶ τρισηλίου Θεότητος.
Θεοτοκίον

Ὑμνήσωμεν πάντες κατὰ χρέος, Μαρίαν τὴν Δέσποιναν ἁγνήν, τὴν μόνην ἀειπάρθενον· αὕτη γὰρ τὸ κεφάλαιον, τῆς σωτηρίας γέγονεν, ἡμῶν δι’ ἄκραν καθαρότητα.

Κάθισμα Ἦχος δ’ (Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ)

Τὸν νυμφίον σου Χριστὸν ἀγαπήσασα, τὴν λαμπάδα σου φαιδρῶς εὐτρεπίσασα, ταῖς ἀρεταῖς διέλαμψας Πανεύφημε· ὅθεν εἰσελήλυθας, σὺν αὐτῷ εἰς τοὺς γάμους, στέφος τῆς ἀθλήσεως, παρ’ αὐτοῦ δεξαμένη. Ἀλλ’ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ἐκτελοῦντας ἐν πίστει τὴν μνήμην σου.

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Κοντάκιον Ἦχος β’

Ἀγῶνας ἐν ἀθλήσει, ἀγῶνας ἐν τῇ πίστει κατεβάλου θερμῶς ὑπὲρ Χριστοῦ τοῦ νυμφίου σου, ἀλλὰ καὶ νῦν, ὡς τὰς αἱρέσεις, καὶ τῶν ἐχθρῶν τὸ φρύαγμα, ἐν τοῖς ποσὶ τῶν βασιλέων ἡμῶν ὑποταγῆναι πρέσβευε διὰ τῆς Θεοτόκου, ἡ ὑπὸ ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων Ὅρον λαβοῦσα, καὶ φυλάττουσα πανεύφημε.

Ὁ Οἶκος

Τὶ τῶν σῶν ἀθλημάτων, ἢ τὶ τῶν σῶν κατορθωμάτων, ἢ τὶ τῆς σῆς παρθενίας, ἢ τοῦ βίου τοῦ ἀμέμπτου σου θαυμάσειέ τις πρότερον; σὺ γὰρ εὔφρανας τὸν Πατέρα, ὡς τῷ Υἱῷ νυμφευθεῖσα, τῷ Πνεύματι τῷ Ἁγίῳ σαυτὴν κατακοσμήσασα. Τὶς ἱκανοῖ πρὸς ταῦτα, τὶς λέγειν νῦν ἰσχύσειεν, ὅσαι σε περιλάμπουσιν ἀρεταὶ μὴ ὑποδύουσαι; ὡς ἐξ ἀνατολῆς γὰρ ἐκ τάφου ἀνατέλλουσα, παντὶ φαίνεις, καὶ ἀκτινοβολεῖς ἐν γῇ καὶ θαλάσσῃ, καὶ ἐπὶ πᾶσαν ἤπειρον ἁγιάζεις καὶ μυρίζεις τὰ πέρατα· διὸ Τόμον πεπίστευσαι, ὑπὸ ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων Ὅρον λαβοῦσα, καὶ φυλάττουσα Πανεύφημε.

Συναξάριον
Τῇ ΙΑ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας.

Στίχοι

Δίκαζε μάρτυς τοῖς ὅροις, καὶ κειμένη,
Κυροῦσα πίστιν, ἧς ἐνήθλησας πόθῳ.
Θέσκελον ἑνδεκάτῃ Ὅρον ἐμπεδοῖ Εὐφημίη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου μάρτυρος Κινδέου τοῦ πρεσβυτέρου.

Ὁ ὅσιος Λέων, ὁ ἐν τῇ μάνδρᾳ, ἐν εἰρήνῃ τελειοῦται.

Οἱ ἅγιοι μάρτυρες Μαρκιανὸς καὶ Μαρτυροκλῆς ὁ μὲν μαχαίρᾳ, ὁ δὲ τοξευθεὶς τελειοῦνται.

Ὁ ὅσιος Νικόδημος, ὁ ἐν τοῖς ὁρίοις τῆς τοῦ Βατοπεδίου ἱερᾶς μονῆς ἀσκήσας, καὶ διδασκαλος τοῦ θείου Γρηγορίου τοῦ Παλαμᾶ χρηματίσας, διὰ τῆς κατὰ Χριστόν φιλοσοφίας ἐν εἰρήνῃ τελειοῦται.

Ὧν ταῖς πρεσβείαις εἴημεν ἅπαντες περιφρουρούμενοι. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

«Ανοίξω το στόμα μου…»
«Την τιμιωτέραν…»
«Άπας γηγενής…»

Ἐξαποστειλάρια (Ἐπεσκέψατο ἡμᾶς)

Καὶ θανοῦσα ζωηρόν, αἱμάτων μύρον ἔβλυσας, ὡς ἐν Θεῷ ζῶντι ζῶσα, καὶ τῶν δογμάτων τοῦ Χριστοῦ, τὰς πλάκας ταῖς ἀγκάλαις σου, Εὐφημία κατέχεις· διὸ εὐφημοῦμέν σε.

Θεοτοκίον

Ὁ Θεὸς ἡμῶν Ἁγνή, καταφυγὴν καὶ δύναμιν, καὶ βοηθόν σε παρέσχεν, ἐν ταῖς θλίψεσιν ἡμῶν, καὶ ἐν ταῖς περιστάσεσι, πάντας οὖν ἡμᾶς ῥῦσαι, ἐκ τῶν ἀναγκῶν ἡμῶν.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’, δευτεροῦντες τὸ α’.

Ἦχος πλ. α’ (Χαίροις ἀσκητικῶν ἀληθῶς)

Χαίροις παρθενομάρτυς Χριστοῦ, ἡ ἐξ Ἑῴας ὡς ἀστὴρ ἀνατείλασα, καὶ πᾶσαν τὴν οἰκουμένην φωταγωγοῦσα φαιδρῶς, ψυχῆς διαυγείᾳ καὶ φαιδρότητι, δι’ ἧς θεῖον θέσπισμα, τῶν Πατέρων κεκύρωται, καὶ κατηργήθη, Εὐτυχοῦς γλῶσσα βλάσφημος Διοσκόρου τε, τοῦ δεινοῦ καὶ παράφρονος· Χαίροις ἡ ἀποστάζουσα, κρουνοὺς τῶν αἱμάτων σου, καθαρτικοὺς μολυσμάτων, ἐκ τῶν ἁγίων λειψάνων σου, Χριστοῦ τῇ δυνάμει, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος. (Δίς)

Δεῦτε τῆς Ἀθλοφόρου Χριστοῦ, μέτ’ ἐγκωμίων τελουμένην πανήγυριν, ὁρῶντες συνευφρανθῶμεν, πνευματικῶς ἐν χαρᾷ, καὶ πανευφροσύνως ἑορτάσωμεν· αὐτῇ γὰρ κατέβαλε, τὸ ἀγέρωχον φρόνημα, τῶν τυραννούντων, τῇ δυνάμει τοῦ Πνεύματος· ὅθεν ἤρατο, κατ’ αὐτῶν μέγα τρόπαιον. Ταύτην γοῦν εὐφημήσωμεν, εὐφήμοις ἐν ᾄσμασι, τήν καλλιπάρθενον κόρην, τῆς εὐφημίας φερώνυμον, Χριστὸν δυσωποῦντες, τοῦ δωρήσασθαι τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Ὅρους παραλαβοῦσα σεμνή, ἔνδον τοῦ τάφου, εὐσεβῶν κακοδόξων τε, κατεῖχες ἐν ταῖς χερσί σου, ὃν οἱ Πατέρες καλῶς, ἄνωθεν πνευσθέντες συνεξέθεντο, τὸν δὲ κατεπάτησας, ὡς ψευδῆ καὶ ἀντίθεον, τῶν κακοδόξων, οὓς εἰς τέλος κατῄσχυνας· ὅθεν ἅπαντες, εὐσεβῶς εὐφημοῦμέν σε, χαίροντες ἐν τῇ μνήμῃ σου, οὓς μάρτυς ὁ πρόεδρος, ὁ ἱερὸς Βυζαντίων, ἐπισυνήγαγε σήμερον· διὸ τὸν Σωτῆρα, ἐκδυσώπησον δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα… Ἦχος πλ. δ’

Πᾶσα γλῶσσα κινείσθω πρὸς εὐφημίαν, τῆς πανευφήμου Εὐφημίας, ἅπαν γένος καὶ ἡλικία πᾶσα, νεανίσκοι καὶ παρθένοι, τὴν Χριστοῦ παρθενομάρτυρα, ἐγκωμίοις καταστέψωμεν· νομίμως γὰρ ἀνδρισαμένη, καὶ τὸ χαῦνον τοῦ θήλεος ἀπορρίψασα, δι’ ἀθλητικῶν πόνων, τὸν τύραννον ἐχθρὸν καταβέβληκεν, οὐρανίῳ δὲ καὶ θείῳ στέφει κοσμηθεῖσα, αἰτεῖται τῷ νυμφίῳ καὶ Θεῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν… Θεοτοκίον

Ἦχος πλ. δ’

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις

Εἰς τὴν Λειτουργίαν
τὰ Τυπικά, καὶ ἐκ τοῦ Κανόνος ἡ γ’ καὶ ς’ ᾨδή.

Ὁ Ἀπόστολος

Ἀδελφοί, συνεργοῦντες παρακαλοῦμεν…

Ζήτει τῇ δεκάτῃ ἕκτῃ Κυριακῇ

Εὐαγγέλιον κατὰ Λουκᾶν

Τῷ καιρῷ ἐκείνῳ, ἠρώτα τις τῶν Φαρισαίων τὸν Ἰησοῦν, ἵνα φάγῃ μέτ’ αὐτοῦ…

Ζήτει τῇ Δευτέρᾳ τῆς Δ’ Ἑβδομάδος

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούϊα.

Για να ωφεληθούν  περισσότερες ψυχές χρειαζόμαστε τη δική σας βοήθεια. Για να βοηθήσετε πατήστε εδώ

Για να διαβάσετε την Ακολουθία του Αγίου Παϊσίου πατήστε εδώ

Για να δείτε σε αποκλειστικότητα σε Παγκόσμια πρώτη προβολή βίντεο από την ημέρα της Αγιοκατατάξεως του Αγίου Παϊσίου, πατήστε εδώ

Κοινοποίηση άρθρου:
RSS
Follow by Email
Facebook
Facebook
Google+
https://www.agiospatrokosmas.gr/2017/07/10/agias-megalomarturos-kai-panefimou-efimias/
Twitter