Τυπικόν Κυριακή Ε’ Ματθαίου – Αγίου Παγκρατίου Ιερομάρτυρος

Τυπικόν Κυριακή Ε’ Ματθαίου – Αγίου Παγκρατίου Ιερομάρτυρος

ΤΥΠΙΚΟΝ ΚΥΡΙΑΚΗΣ Ε΄ ΜΑΤΘΑΙΟΥ – ΠΑΓΚΡΑΤΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

ΠΡΟΟΙΜΙΑΚΟΣ

Εις το Κύριε εκέκραξα ιστώμεν στίχους ι΄

Στιχηρὰ Ἀναστάσιμα ζ΄τῆς Ὀκτωήχου Ἠχος δ’
Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν· δι’ αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτίμιον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς ᾍδου κατελθὼν Δυνατέ, τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέρρηξας· διὸ προσκυνοῦμεν την ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε δόξα σοι.

Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.

Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν, δι’ ἧς ἐλυτρώθημεν τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες· ὁ σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.

Ἄγγελοι καὶ ἄνθρωποι Σωτήρ, τὴν σὴν ὑμνοῦσι τριήμερον Ἔγερσιν, δι’ ἧς κατηυγάσθη τῆς οἰκουμένης τὰ πέρατα, καὶ δουλείας τοῦ ἐχθροῦ, πάντες ἐλυτρώθημεν κράζοντες· Ζωοποιὲ παντοδύναμε Σωτήρ, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.

Πύλας χαλκᾶς συνέτριψας, καὶ μοχλοὺς συνέθλασας Χριστὲ ὁ Θεός, καὶ γένος ἀνθρώπων πεπτωκὸς ἀνέστησας· διὰ τοῦτο συμφώνως βοῶμεν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Κύριε ἡ ἐκ Πατρός σου γέννησις, ἄχρονος ὑπάρχει καὶ ἀΐδιος, ἡ ἐκ Παρθένου σάρκωσις, ἄφραστος ἀνθρώποις καὶ ἀνερμήνευτος, καὶ ἡ εἰς ᾅδου κάθοδος, φοβερὰ διαβόλῳ καὶ τοῖς Ἀγγέλοις αὐτοῦ· θάνατον γὰρ πατήσας, τριήμερος ἀνέστης, ἀφθαρσίαν παρέχων ἀνθρώποις, καὶ τὸ μέγα ἔλεος.

Του Μηναίου γ΄Ἦχος β’ (Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν)
Ὅτε, ἡ κρηπὶς τῶν Μαθητῶν, περιερχομένη τὸν κόσμον, ὅλον ἐστήριξε, τότε εὑραμένη σε λίθον ὡς ἔντιμον, Ἐκκλησίας θεμέλιον, προβάλλεται μάκαρ, στήλας καταστρέφοντα, εἰδωλικὰς καὶ ναούς, θείᾳ δυναστείᾳ τοῦ Λόγου, τοῦ διὰ σαρκὸς ὁμιλῆσαι, Πάτερ τοῖς ἀνθρώποις εὐδοκήσαντος.

Λόγῳ, φυγαδεύων πονηρά, πνεύματα κακίας, ἐτέλεις, πνευματικοὺς τοὺς λαούς, Πνεύματος τῇ χάριτι, Μάρτυς Παγκράτιε, ἀνατέμνων τὴν αὔλακα, τῆς τούτων καρδίας, καὶ καταβαλλόμενος, σπόρον τὸν ἔνθεον, ὅνπερ, γεωργῷ προσηγάγου, τῷ ἐπουρανίῳ πρεσβεύων, ὑπὲρ τῶν πιστῶς ἀνευφημούντων σε.

Δύσιν, φρυκτωρίαις νοηταῖς, σὺ ἀνατολὴν ἀπειργάσω, ἥλιον φέρουσαν, θείας ἐπιγνώσεως, τοῦ ἐκ Παρθένου ἡμῖν, ὑπὲρ νοῦν ἀνατείλαντος, καὶ δύσας ἀθλήσει, Πάτερ ἐξανέτειλας, πρὸς φῶς ἀνέσπερον, ἔνθα, τῶν ἐσόπτρων λυθέντων, βλέπεις τὸ ποθούμενον κάλλος, τοῦ ἀγωνοθέτου σου Παγκράτιε.

Θεοτοκίον
Δόξα Πατρί και Υιώ…Και νυν… Ἦχος δ’
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Είσοδος
Φως ιλαρόν

Ἀπόστιχα
Τὸ Ἀναστάσιμον Ἦχος δ’
Κύριε ἀνελθὼν ἐν τῷ σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας, καὶ κατελθὼν ἐν τῷ ᾅδῃ, τοὺς ἀπ’ αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίαν δωρούμενος τῶν ἀνθρώπων τῷ γένει· διὰ τοῦτο ὑμνοῦντες δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.

Τὰ κατ’ Ἀλφάβητον.
Κρεμάμενος ἐπὶ ξύλου μόνε Δυνατέ, πᾶσαν κτίσιν ἐσάλευσας, τεθεὶς ἐν τάφῳ δέ, τοὺς κατοικοῦντας ἐν τάφοις ἀνέστησας, ἀφθαρσίαν καὶ ζωὴν δωρούμενος, τῷ γένει τῶν ἀνθρώπων· διὸ ὑμνοῦντες δοξάζομεν, τὴν τριήμερόν σου Ἔγερσιν.

Λαὸς παράνομος Χριστέ, σὲ προδοὺς τῷ Πιλάτῳ, σταυρωθῆναι κατεδίκασεν, ἀγνώμων περὶ τὸν εὐεργέτην φανείς, ἀλλ’ ἑκὼν ὑπέμεινας ταφήν, αὐτεξουσίως ἀνέστης τριήμερος, ὡς Θεὸς δωρούμενος ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος.

Μετὰ δακρύων Γυναῖκες, καταλαβοῦσαι τὸ μνῆμα σὲ ἐπεζήτησαν· μὴ εὑροῦσαι δέ, ὁλοφυρόμεναι, μετὰ κλαυθμοῦ βοῶσαι ἔλεγον· Οἴμοι Σωτὴρ ἡμῶν, Βασιλεῦ τῶν ἁπάντων, πῶς ἐκλάπης; ποῖος δὲ τόπος κατέχει τὸ ζωηφόρον σῶμά σου;΄ Ἄγγελος δὲ πρὸς αὐτὰς ἀπεκρίνατο· Μὴ κλαίετε φησίν, ἀλλ’ ἀπελθοῦσαι κηρύξατε, ὅτι ἀνέστη ὁ Κύριος, παρέχων ἡμῖν ἀγαλλίασιν, ὡς μόνος εὔσπλαγχνος.

Δόξα Πατρί και Υιώ…Και νυν… Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Αναστάσιμον Ἀπολυτίκιον Ἦχος δ’
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον του Αγίου Παγκρατίου Ἦχος δ’
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν καὶ τῇ πίστει ἐνήθλησας μέχρι αἵματος, Ἱερομάρτυς Παγκράτιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα… Καὶ νῦν… Θεοτοκίον
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΕΝ Τῼ ΟΡΘΡῼ

Εξάψαλμος
Θεός Κύριος…

Αναστάσιμον Ἀπολυτίκιον Ἦχος δ’
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον του Αγίου Ἦχος δ’
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν καὶ τῇ πίστει ἐνήθλησας μέχρι αἵματος, Ἱερομάρτυς Παγκράτιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα… Καὶ νῦν… Θεοτοκίον
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Αναστάσιμα Καθίσματα Ἦχος δ’
Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι· Ἆρα ἐκλάπη, ὁ τῷ Λῃστῇ ἀνοίξας Παράδεισον, ἆρα ἡγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν, ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.

Δόξα… Κατεπλάγη Ἰωσήφ
Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρῳ Ἐγέρσει σου· Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας.
Καὶ νῦν… Θεοτοκίον

Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.

(Ταχὺ προκατάλαβε)
Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ᾅδου Σωτήρ, συνήγειρας τὸν κόσμον σου, τῇ Ἀναστάσει τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος, ἔδειξας Ἐλεῆμον, τὴν Ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε.

Δόξα… Κατεπλάγη Ἰωσὴφ
Ἐκ τῶν ἄνω κατελθών, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τῇ πέτρα προσελθών, ἔνθα ἡ πέτρα τῆς ζωῆς, λευχειμονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις· Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεί, τὸ εὐσυμπάθητον· ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται· διὸ βοᾶτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος.

Καὶ νῦν… Θεοτοκίον, ὅμοιον
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

Ἡ Ὑπακοὴ Ἦχος δ’
Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α’
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Ἀντίφωνον Β’
Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου, κᾀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα.
Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερος ἐστί, πάντων τῶν λυπούντων.
Δόξα… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Ἀντίφωνον Γ’
Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν.
Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐπὶ τῷ Κυρίῳ θερμότερον φίλτρον χρεωστοῦμεν.
Δόξα… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας· πάντα γὰρ ἐν τούτῳ τὰ πατρῷα δόγματα, ὁ Λόγος ἐκκαλύπτει.

Προκείμενον
Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.
Στίχ. ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.

Η τάξις του εωθινού Ευαγγελίου (ε΄εωθινό)

Κανόνες
Ἀναστάσιμος Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.
ᾨδὴ α’ Ἦχος δ’
Ὁ Εἱρμὸς
«Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὑψώθης, τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος, ἐν τῷ ἀχράντῳ ξύλῳ τοῦ Σταυροῦ, τὴν ἐν ξύλῳ ἰώμενος, πανωλεθρίαν Δέσποτα, ὡς ἀγαθὸς καὶ παντοδύναμος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἐν τάφῳ, σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δὲ μετὰ Λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.

Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι’ ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

Του Μηναίου
ᾨδὴ α’ Ἦχος α’ (ᾨδὴν ἐπινίκιον)
Ὑπέρτιμον λίθον σε, ἡ Ἐκκλησία, γνωρίζει Παγκράτιε, ἑδρασμῷ τῶν λόγων σου, στηριζομένη ἀεί, καὶ διὰ τοῦτό σου τιμᾷ, τὴν μνήμην σήμερον.

Μονάδα τρισάριθμον, ἑνιζομένην, ταυτότητι φύσεως, καταγγέλλων ἔσβεσας, τῆς ἀθεΐας ἀχλύν, καὶ φωτοβόλοις διδαχαῖς, λαοὺς ἐφώτισας.

Νεώσας ἀρότρῳ σου, τῶν θείων λόγων, καρδίας Παγκράτιε, χερσωθείσας πρότερον, κακοπιστίας αὐχμῷ, γονίμους ἔδειξας σαφῶς, διὰ τῆς πίστεως.

Θεοτοκίον
Ἐκ σοῦ ἀνατέταλκεν, ὁ φωτοδότης, φωτίζων τὰ πέρατα, Ἰησοῦς ὁ Κύριος, ἄχραντε Δέσποινα, δι’ οὗ οἱ ἐν σκότει καὶ σκιᾷ φῶς ἐθεάσαντο.

ᾨδὴ γ’
Ὁ Εἱρμὸς
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τὸ ξύλον τὸ τῆς ζωῆς, ἡ νοητὴ καὶ ἀληθὴς ἄμπελος, ἐπὶ Σταυροῦ κρέμαται, πᾶσιν ἀμβροσίαν πηγάζουσα.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ως μέγας, ὡς φοβερός, ὡς τὸ τοῦ ᾅδου καθελὼν φρύαγμα, καὶ ὡς Θεὸς ἄφθαρτος, νῦν σωματικῶς ἐξεγήγερται.
Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε, προσάγομεν.

ᾨδὴ γ’ (Στερεωθήτω ἡ καρδία μου )
Ὑπὸ τοῦ Πνεύματος σθενούμενος, πονηρὰ ἐδίωξας πνεύματα, καὶ τῷ μοχλῷ τῶν προσευχῶν, τὰ τεμένη ἠδάφισας, τῶν εἰδώλων, Ἐκκλησίας ἀνιστῶν ἀξιάγαστε.

Τῷ τμητικῷ σου λογῳ ἔτεμες, δυσφημίας Ὅσιε ἄκανθαν, καὶ κατεφύτευσας ψυχαῖς, τὰ σωτήρια δόγματα, ἀρετῶν εὐθυνομέναις, τῇ αὐξήσει Παγκράτιε.

Σκεῦος εὑρὼν σε θείου Πνεύματος, καθαρὰς ἀκτῖνας δεχόμενον, ὁ κορυφαῖος μαθητής, πρὸς τὴν δύσιν ἀπέστειλεν, ἀθεΐας ἐκμειῶσαι, τὴν ἀχλὺν πανσεβάσμιε.

Θεοτοκίον
Σὲ τὴν νεφέλην τὴν ὁλόφωτον, καὶ Θεοῦ τὴν στάμνον τὴν πάγχρυσον, καὶ πλατυτέραν οὐρανοῦ, καὶ μετάρσιον κλίμακα, ἀπειρόγαμε Παρθένε, οἱ πιστοὶ μακαρίζομεν.
Ὁ Εἱρμὸς

«Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ’ ὑδάτων οὐρανὸν στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν Παντοδύναμε».

Μεσώδιον Κάθισμα εκ του Μηναίου Ἦχος δ’ (Ἐπεφάνης σήμερον)
Εὐσεβείας πρόμαχος, τροπαιοφόρος, Ἱερὲ Παγκράτιε, ἀναδειχθεὶς ἐν οὐρανοῖς, σὺν Ἀσωμάτοις παρίστασαι, νῦν τῷ Κυρίῳ, πρεσβεύων σωθῆναι ἡμᾶς.

Θεοτοκίον
Ἐν τῇ σκέπῃ ἄχραντε, τῇ σῇ Παρθένε, προσφυγόντων δέησιν, προσδεξαμένη παρ’ ἡμῶν, μὴ διαλίπῃς πρεσβεύουσα, πρὸς τὸν Υἱόν σου, σωθῆναι τοὺς δούλους σου.

Κοντάκιον
Ὁ Σωτὴρ καὶ ῥύστης μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς, καὶ πύλας ᾅδου συνέτριψε, καὶ ὡς Δεσπότης ἀνέστη τριήμερος.

Ὁ Οἶκος
Τὸν ἀναστάντα ἐκ νεκρῶν Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου, καὶ πύλας τοῦ θανάτου σήμερον συνθλάσαντα, τῇ δυνάμει τῇ αὐτοῦ, τὸν ᾅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς. Αὐτὸς γὰρ ὡς μόνος κραταιὸς Θεός, καὶ Δεσπότης ἀνέστη τριήμερος.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Θ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παγκρατίου Ἐπισκόπου Ταυρομενίας.
Στίχοι
Προθεὶς ἑαυτὸν Παγκράτιος ὡς βάθρον,
Ἀθλήσεως ἤγειρεν οἶκον ἐκ λίθων.
Παγκράτιος δ’ ἐνάτῃ δῶμ’ ἔδρακε παγκρατέοντος.
Οἱ ἅγιοι μάρτυρες Ἀνδρέας καὶ Πρόβος πυρὶ τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ
«Ανοίξω το στόμα μου…»
«Την τιμιωτέραν…»
«Άπας γηγενής…»

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
«Άγιος Κύριος…»
Το ε΄αναστάσιμο εξαποστειλάριο
Ἡ ζωὴ καὶ ὁδὸς Χριστὸς ἐκ νεκρῶν τῷ Κλεόπᾳ καὶ τῷ Λουκᾷ συνώδευσεν, οἶσπερ καὶ ἐπεγνώσθη εἰς Ἐμμαούς, κλῶν τὸν ἄρτον· ὦν ψυχαὶ καὶ καρδίαι καιόμεναι ἐτύγχανον, ὅτε τούτοις ἐλάλει ἐν τῇ ὁδῷ καὶ Γραφαῖς ἡρμήνευεν, ἂ ὑπέστη· μεθ᾿ ὧν, «ἠγέρθη», κράξωμεν, «ὤφθη τε καὶ τῷ Πέτρῳ».

Και το Θεοτοκίον
Υμνώ σου το αμέτρητον, έλεος Ποιητά μου, ότι σαυτόν εκένωσας, του φορέσαι και σώσαι, φύσιν βροτών κακωθείσαν, και Θεός ών ηνέχου, εκ της αγνής θεόπαιδος, κατ’ εμέ του γενέσθαι, και κατελθείν, μέχρις Άδου, θέλων με του σωθήναι, πρεσβείαις της Τεκούσης σε, Δέσποτα πανοικτίρμον.

Εἰς τοὺς Αἴνους, Στιχηρὰ Ἀναστάσιμα η΄ Ἦχος δ’
Ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν.
Ἐν τῷ σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμέν σοι, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.

Τῶν Πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ Θεότητι, ἀναστὰς δὲ ἐκ νεκρῶν ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.

Ἕτερα Στιχηρά, Ἀνατολικά.
Θάνατον κατεδέξω σαρκί, ἡμῖν ἀθανασίαν πραγματευσόμενος Σωτήρ, καὶ ἐν τάφῳ ᾤκησας, ἵνα ἡμᾶς τοῦ ᾅδου ἐλευθερώσῃς, συναναστήσας ἑαυτῷ, παθῶν, μὲν ὡς ἄνθρωπος, ἀλλ’ ἀναστὰς ὡς Θεός. Διὰ τοῦτο βοῶμεν· Δόξα σοι ζωοδότα Κύριε, μόνε Φιλάνθρωπε.

Πέτραι ἐσχίσθησαν Σωτήρ, ὅτε ἐν τῷ Κρανίῳ ὁ Σταυρός σου ἐπάγη, ἔφριξαν ᾅδου πυλωροί, ὅτε ἐν τῷ μνημείῳ ὡς θνητὸς κατετέθης· καὶ γάρ του θανάτου καταργήσας τὴν ἰσχύν, τοῖς τεθνεῶσι πάσιν ἀφθαρσίαν παρέσχες, τῇ Ἀναστάσει σου Σωτήρ. Ζωοδότα Κύριε δόξα σοι.

Ἐπεθύμησαν Γυναῖκες, ἰδεῖν σου τὴν Ἀνάστασιν, Χριστὲ ὁ Θεός· ἦλθε προλαβοῦσα Μαρία ἡ Μαγδαληνή, εὗρε τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, καὶ τὸν Ἄγγελον καθεζόμενον καὶ λέγοντα· Τί ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν; ἀνέστη ὡς Θεός, ἵνα σώσῃ τὰ σύμπαντα.

Ποῦ ἐστιν Ἰησοῦς, ὃν ἑλογίσασθε φυλάττειν; εἴπατε Ἰουδαῖοι, ποῦ ἐστιν, ὃν ἐθήκατε ἐν τῷ μνήματι, τὸν λίθον σφραγίσαντες, δότε τὸν νεκρόν, οἱ τὴν ζωήν ἀρνησάμενοι, δότε τὸν ταφέντα, ἢ πιστεύσατε τῷ ἀναστάντι, κἂν ὑμεῖς σιγήσητε τοῦ Κυρίου τὴν Ἔγερσιν, οἱ λίθοι κεκράξονται, μάλιστα ὁ ἀποκυλισθεὶς ἐκ τοῦ μνήματος. Μέγα σου τὸ ἔλεος! Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! Σωτὴρ ἡμῶν δόξα σοι.

Δόξα Πατρί…(ε΄εωθινόν)
Ω των σοφών σου κριμάτων Χριστέ! πώς Πέτρω μεν τοις οθονίοις μόνοις, έδωκας εννοήσαί σου την Ανάστασιν, Λουκά δέ και Κλεόπα, συμπορευόμενος ωμίλεις, και ομιλών, ουκ ευθέως σεαυτόν φανεροίς; Διό και ονειδίζη, ώς μόνος παροικών εν Ιερουσαλήμ, και μή μετέχων των εν τέλει βουλευμάτων αυτής. Αλλ’ ο πάντα, προς το του πλάσματος συμφέρον οικονομών, και τας περί σού προφητείας ανέπτυξας, και εν τω ευλογείν τον άρτον, εγνώσθης αυτοίς, ών και πρό τούτου αι καρδίαι, προς γνώσίν σου ανεφλέγοντο. Οι και τοις Μαθηταίς συνηθροισμένοις, ήδη τρανώς εκήρυττόν σου την Ανάστασιν, δι’ ης ελέησον ημάς.

Και νυν…
«Υπερευλογημένη…»

Δοξολογία μεγάλη

«Σήμερον σωτηρία…»

ΛΕΙΤΟΥΡΓΙΑ

Τα συνήθη αντίφωνα

Απολυτίκια

Το φαιδρόν…
Και τρόπων μέτοχος…
Του Αγίου του ναού
Κοντάκιον «Επί του όρους μετεμορφώθης…»

ΑΝΑΓΝΩΣΜΑΤΑ Κυριακής ε΄Ματθαίου

Απόστολος

«Η μεν ευδοκία της εμής καρδίας…» (Ρωμ. ι΄1-10)
Ευαγγέλιον

«Ελθόντι τω Ιησού είς την χώραν των Γεργεσηνών…» (Μτθ.η΄28- θ΄1)

ΚΟΙΝΩΝΙΚΟΝ

«Αινείτε…»

Για να ωφεληθούν  περισσότερες ψυχές χρειαζόμαστε τη δική σας βοήθεια. Για να βοηθήσετε πατήστε εδώ

Για να διαβάσετε ομιλία στην Ευαγγελική περικοπή πατήστε εδώ

Για να διαβάσετε ομιλία στην Αποστολική περικοπή πατήστε εδώ

Για να δείτε σε αποκλειστικότητα σε Παγκόσμια πρώτη προβολή βίντεο από την ημέρα της Αγιοκατατάξεως του Αγίου Παϊσίου, πατήστε εδώ

Κοινοποίηση άρθρου:
RSS
Follow by Email
Facebook
Facebook
Google+
https://www.agiospatrokosmas.gr/2017/07/08/tupikon-kuriakis-e-mathaiou-agiou-pargatiou/
Twitter