ΚΥΡΙΑΚΗ Δ΄ ΜΑΤΘΑΙΟΥ-ΚΑΤΑΘΕΣΙΣ ΤΙΜΙΑΣ ΕΣΘΗΤΟΣ ΘΕΟΤΟΚΟΥ

ΚΥΡΙΑΚΗ Δ΄ ΜΑΤΘΑΙΟΥ-ΚΑΤΑΘΕΣΙΣ ΤΙΜΙΑΣ ΕΣΘΗΤΟΣ ΘΕΟΤΟΚΟΥ

ΕΝ Τ ΜΕΓΑΛ ΕΣΠΕΡΙΝ

Προοιμιακός

Εις το Κύριε εκέκραξα ιστώμεν στίχους ι΄

6 Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου  Ἦχος γ’

Τῷ σῷ σταυρῷ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σῳζόμενον, ὕμνον σοι καθ’ ἑκάστην προσφέρει.

Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται, πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσά σε, ὕμνον σοι καθ’ ἑκάστην προσφέρει.

Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου, ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον Θεότητα, Τριάδα ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.

Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν ἀνάστασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν• τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν.

Ὑμνοῦμεν τὸν Σωτῆρα, τὸν ἐκ τῆς Παρθένου σαρκωθέντα• δι’ ἡμᾶς γὰρ ἐσταυρώθη, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.

Τοῖς ἐν ᾅδῃ καταβὰς Χριστὸς εὐηγγελίσατο, θαρσεῖτε λέγων, νῦν νενίκηκα. Ἐγὼ ἡ Ἀνάστασις, ἐγὼ ὑμᾶς ἀνάξω, λύσας θανάτου τὰς πύλας.

Ήχος δ΄της εορτής                                                                                 

Ἔδωκας φιλάνθρωπε, τὴν σὴν Μητέρα βοήθειαν, τοῖς σοῖς δούλοις ὡς εὔσπλαγχνος, δι’ ἧς τὴν ἀπόρρητον, καὶ φρικτὴν εἰργάσω, σὴν οἰκονομίαν, καὶ τὸ πρωτόκτιστον ἡμῶν, ἐπανωρθώσω θεῖον ἀξίωμα· διὸ τὴν πανσεβάσμιον, ταύτης τιμῶντες πανήγυριν, ἀνυμνοῦμεν τὸ κράτος σου, Ἰησοῦ παντοδύναμε. (δις)

Πόλιν τὴν τιμῶσάν σε, καὶ κατὰ χρέος δοξάζουσαν, περιέπεις πανύμνητε, Ἐσθῆτι τιμίᾳ σου, ἐξ ἀθεωτάτων, ἄχραντε βαρβάρων, ἀπὸ λιμοῦ τε καὶ σεισμοῦ, καὶ ἐμφυλίου πολέμου πάντοτε, Παρθένε ἀπειρόγαμε· καὶ διὰ τοῦτο δοξάζει σε, Παναγία Θεόνυμφε, τῶν ἀνθρώπων βοήθεια.

Ἐσθῆτα τιμίαν σου, θεοχαρίτωτε Δέσποινα, ἐδωρήσω τῇ πόλει σου, πλοῦτον ἀναφαίρετον, σκέπην τε καὶ κλέος, καὶ ἄρρηκτον τεῖχος, καὶ ἰαμάτων θησαυρόν, καὶ τῶν θαυμάτων πηγὴν ἀένναον, λιμένα τε σωτήριον, χειμαζομένοις ἑκάστοτε· διὰ τοῦτο ὑμνοῦμέν σε, ὑπερύμνητε Δέσποινα.

Δόξα…  Ἦχος β’

Φρένα καθάραντες καὶ νοῦν, σὺν τοῖς Ἀγγέλοις καὶ ἡμεῖς πανηγυρίσωμεν, φαιδρῶς ἐξάρχοντες, δαυιτικὴν μελῳδίαν, τῇ νεάνιδι νύμφῃ τοῦ Βασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ἀνάστηθι, Κύριε, λέγοντες εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου· ὡς γὰρ παλάτιον τερπνόν, ταύτην κατεκόσμησας, καὶ κατεκλήρωσας αὐτὴν τῇ πόλει σου Δέσποτα, nεριποιεῖσθαι καὶ σκέπειν, ἐκ πολεμίων βαρβάρων, τῇ κραταιᾷ δυνάμει σου, ταῖς ἱκεσίαις αὐτῆς.

Και νυν…

Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ’ ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Είσοδος

Φως ιλαρόν

Στα  πστιχα

Τὸ Ἀναστάσιμον  Ἦχος γ’

Ὁ τῷ πάθει σου Χριστέ, ἀμαυρώσας τὸν ἥλιον, καὶ τῷ φωτὶ τῆς σῆς Ἀναστάσεως, φαιδρύνας τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν, τὸν ἑσπερινὸν ὕμνον Φιλάνθρωπε.

Ἡ ζωοδόχος σου Ἔγερσις Κύριε, τὴν οἰκουμένην πᾶσαν ἐφώτισε, καὶ τὸ ἴδιον πλάσμα, φθαρὲν ἀνεκαλέσατο. Διὸ τῆς κατάρας τοῦ Ἀδάμ, ἀπαλλαγέντες βοῶμεν• Παντοδύναμε Κύριε δόξα σοι.

Θεὸς ὑπάρχων ἀναλλοίωτος, σαρκὶ πάσχων ἠλλοίωσαι, ὃν ἡ κτίσις μὴ φέρουσα, κρεμάμενον ὁρᾷν, τῷ φόβῳ ἐκλονεῖτο, καὶ στένουσα ὕμνει τὴν σὴν μακροθυμίαν, κατελθὼν ἐν ᾅδῃ δέ, τριήμερος ἀνέστης, ζωὴν τῷ κόσμῳ δωρούμενος, καὶ τὸ μέγα ἔλεος.

Ἵνα τὸ γένος ἡμῶν, ἐκ τοῦ θανάτου Χριστὲ λυτρώσῃς, θάνατον ὑπήνεγκας, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, ἑαυτῷ συνανέστησας, τοὺς σὲ Θεὸν ἐπιγνόντας, καὶ κόσμον ἐφώτισας, Κύριε δόξα σοι.

Θεοτοκίον

Δόξα… Καὶ νῦν… Ἦχος β’

Ὡς στέφανον ὑπέρλαμπρον, πανάχραντε Θεοτόκε, Ἐσθῆτά σου τὴν ἁγίαν, ἡ Ἐκκλησία τοῦ Θεοῦ περιέθετο, καὶ φαιδρύνεται χαίρουσα σήμερον, καὶ μυστικῶς χορεύει, Δέσποινα ἐκβοῶσά σοι· Χαῖρε διάδημα τίμιον, καὶ στέφανε τῆς θείας δόξης αὐτοῦ· Χαῖρε ἡ μόνη δόξα τοῦ πληρώματος, καὶ αἰώνιος εὐφροσύνη· Χαῖρε τῶν εἰς σὲ προστρεχόντων, λιμὴν καὶ προστασία, καὶ σωτηρία ἡμῶν.

Αναστάσιμον πολυτκιον χος γ’  

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα… Καὶ νῦν…

πολυτκιον της Θεοτόκου  Ἦχος πλ. δ’

Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα· ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος· διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε• ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

 

ΕΝ Τ ΟΡΘΡ

Εις το Θεός Κύριος

πολυτκια

Αναστάσιμον  Ἦχος γ’

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Ἀπολυτίκιον Ἦχος πλ. δ’

Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα· ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος· διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καθσματα Ἦχος γ’

Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων. Ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ Δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκ ἔτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.

Δόξα…

Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ’ αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας τὴν ἥτταν ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.

Καὶ νῦν… Θεοτοκίον

Τῆς σεπτῆς Ἐσθῆτός σου, τῇ καταθέσει, ἑορτάζει σήμερον ὁ σὸς πανύμνητε λαός, καὶ ἐκτενῶς ἀνακραζει σοι· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

(Τὴν ὡραιότητα τῆς παρθενίας σου)

Τὸ ἀναλλοίωτον τὸ τῆς Θεότητος, καὶ τὸ ἑκούσιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλαγείς, ὁ ᾍδης ἐπωδύρετο. Τρέμω τὴν τοῦ σώματος, μὴ φθαρεῖσαν ὑπόστασιν, βλέπω τὸν ἀόρατον, μυστικῶς πολεμοῦντά με· διὸ καὶ οὓς κατέχω κραυγάζουσι· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.

Δόξα…

Τὸ ἀκατάληπτον τὸ τῆς Σταυρώσεως, καὶ ἀνερμήνευτον τὸ τῆς Ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόρρητον Μυστήριον· σήμερον γὰρ θάνατος, καὶ ὁ ᾍδης ἐσκύλευται, γένος δὲ ἀνθρώπινον ἀφθαρσίαν ἐνδέδυται· διὸ καὶ εὐχαρίστως κραυγάζομεν· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.

Καὶ νῦν… Θεοτοκίον

Ἑορτάζει σήμερον, ἡ οἰκουμένη, τὴν σεπτὴν κατάθεσιν, τῆς σῆς Ἐσθῆτος ὦ σεμνή, καὶ μετὰ πόθου κραυγάζει σοι· Χαῖρε Παρθένε, πιστῶν ἡ βοήθεια.

Ευλογητάρια

  πακο  Ἦχος γ’

Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς μυροφόροις ἔλεγε· Τὸν ζῶντα τί ζητεῖτε ἐν μνήματι; ἡγέρθη κενώσας τὰ μνήματα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.

 Ο ναβαθμο του γ΄ήχου

Ἀντίφωνον Α’

Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος κᾀμὲ ἐκ τῶν παθῶν, πρός ζωήν ἕλκυσον Λόγε.

Ἐν τῷ Νότῳ οἱ σπείροντες δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας.

Δόξα… Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει, ἐν ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται.

Ἀντίφωνον Β’

Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν, μάτην κοπιῶμεν, τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.

Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱοποιητῶς σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτε εἰσί.

Δόξα… Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης σοφία· οὐσιοῖ πᾶσαν γὰρ κτίσιν· αὐτῷ λατρεύσωμεν· Θεὸς γάρ, ὡς Πατρί τε καὶ Λόγῳ.

Ἀντίφωνον Γ’

Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι τρίβους βαδιοῦνται, τῶν ἐντολῶν φάγονται· ζωηρὰν γὰρ παγκαρπίαν.

Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν σου Ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας.

Δόξα… Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει· σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῷ Λόγῳ.

 Προκεμενον

Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Εωθινόν Ευαγγέλιον το δ΄ με όλην την συνήθη τάξιν

Κανόνες ο Αναστάσιμος και δύο της Θεοτόκου

δ α’ Ἦχος γ’

Ὁ Εἱρμὸς

«Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τὴν γῆν κατακρίνας, τῷ παραβάντι, ἱδρῶτος φέρειν καρπὸν τὰς ἀκάνθας, ἀκανθῶν στέφανον ἐκ παρανόμου χειρός, οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος, τήν κατάραν ἔλυσεν, ὅτι δεδόξασται.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νικητὴς τροπαιοῦχος, κατὰ θανάτου, ὁ θάνατος δεδοικὼς ἀνεδείχθη· παθητὴν σάρκα γάρ, ἐμψυχωμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῷ τυράννῳ, πάντας συνανέστησεν, ὅτι δεδόξασται.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀληθῆ Θεοτόκον, πάντα τὰ ἔθνη, δοξάζει σε τὴν ἀσπόρως τεκοῦσαν· ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν, οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθ’ ἡμᾶς οὐσιώθη, καὶ Θεός καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται.

Της Θεοτόκου ο α΄

ᾨδὴ α’ Ἦχος δ’ (Τριστάτας κραταιοὺς )

Ἐσθῆτά σου σεπτήν, Θεοτόκε Παρθένε, τῷ τιμῶντί σε λαῷ, δεδώρησαι ἀεί, ἱερὸν περιτείχισμα| ὅθεν πᾶσαν ἐναντίων, ἐπανάστασιν πάντοτε, ἐκτρεπόμεθα σθένει τοῦ Πνεύματος.

Σαρκὶ τοῦ δι’ ἡμᾶς, ἐξ ἁγνῶν σου αἱμάτων, γνωρισθέντος ἐπὶ γῆς, Ἐσθῆτα ἱεράν, ἐπαφῇ καθηγίασας, σώματός σοῦ τε προσψαύσει, δι’ ἧς πάντας τοὺς δούλους σου, ἁγιάζεις

Θησαύρισμα σεπτόν, τοῖς πιστῶς σε τιμῶσιν, ἐδωρήσω ἀγαθή, Παρθένε ἀληθῶς, τὴν τιμίαν Ἐσθῆτά σου, ἅπαντας καταπλουτοῦσα, δωρεαῖς θείου Πνεύματος καὶ θαυμάτων πολλαῖς ἐπιδείξεσιν.

Ἡ ἄσπιλος ἀμνὰς τὸν ἀμνὸν ἡ τεκοῦσα, τοῦ Θεοῦ ὑπερφυῶς δεδώρησαι ἡμῖν, τὴν τιμίαν Ἐσθῆτά σου, σπίλον ὄντως καὶ ῥυτίδα, ἐκκαθαίρουσαν πάντοτε, τῶν αὐτήν προσκυνούντων Πανάμωμε.

 

Ἕτερος Κανὼν

Ἦχος ὁ αὐτὸς (Θαλάσσης τὸ ἐρυθραῖον)

Λαμπάδα, φωτοφανῆ καὶ ἄδυτον ὁ τῆς Πανάγνου ναός, ὡς οὐρανὸς εὑράμενος φαιδρός, τὴν τιμίαν Ἐσθῆτα αὐτῆς, τὴν οἰκουμένην σήμερον, ταῖς τῶν χαρίτων αἰθριάζει αὐγαῖς.

Ἰσχύν τε, καὶ ἀσφαλείας σύνδεσμον, τὴν σὴν Πανάχραντε, Ἐσθῆτα θείαν ὄντως ἀληθῶς, περιέχει ἡ πόλις σου, ὡς κράτος ἀδιάσπαστον· διὸ καὶ χαίρει καυχωμένη ἐν σοί.

Τῆς πάλαι, ὡς ἀληθῶς ὑπέρτιμος, ἡ σὴ σορὸς Κιβωτοῦ, Θεογεννῆτορ ὤφθη τοῖς ἐν γῇ, οὐ τὰ σύμβολα φέρουσα, ἀλλὰ πιστῶς φυλάττουσα, τῆς ἀληθείας τὰ γνωρίσματα.

 

δ γ’

Ο αναστάσιμος

«Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Δέσποτα, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβής· εἰργάσατο βόθρον γάρ, ὃν ὀρύξας εἰσπέπτωκε, ταπεινῶν ὑψώθη δὲ Χριστέ, τὸ κέρας ἐν τῇ σῇ Ἀναστάσει.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν, ὡς ὕδωρ ἐκάλυψε τὰς θαλάσσας φιλάνθρωπε· ἀναστὰς ἐκ τάφου γάρ, τὸ τῆς Τριάδος ἀπεκάλυψας φέγγος.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δεδοξασμένα λελάληνται περὶ σοῦ, ἡ πόλις ἡ ἔμψυχος, τοῦ ἀεὶ βασιλεύοντος· διὰ σοῦ γὰρ Δέσποινα, τοῖς ἐπὶ γῆς Θεὸς συνανεστράφη.

 

Της Θεοτόκου ᾨδὴ γ’ «Ὅτι στεῖρα ἔτεκεν»

Τὸ τερπνὸν ἁγίασμα, τὴν ἐπουράνιον πύλην, τὴν τοῦ Θεοῦ Μητέρα ὑμνήσωμεν, καὶ τὴν αὐτῆς Ἐσθῆτα θεῖα βρύουσαν χαρίσματα, ἣν πόθῳ ἀσπασώμεθα.

Ἀφθαρσίας ἔνδυμα, τοὺς τῇ φθορᾷ γυμνωθέντας, σοῦ τῷ ἀφθόρῳ τόκῳ, πάντας ἐνέδυσας Σεμνή, οἷς τὴν σεπτὴν Ἐσθῆτά σου, δεδώρησαι ὄλβον ἀναφαίρετον.

Τὸν νεφέλαις, Ἄχραντε, προσεπενδύοντα ὅλον, τὸν Οὐρανὸν Ἐσθῆτί σου, περιέστειλας σεπτῇ, ἣν προσκυνοῦντες, πίστει σε δοξάζομεν, σκέπη τῶν ψυχῶν ἡμῶν.

Ἰατρεῖον ἄμισθον, τοῖς ἀσθενοῦσιν ὑπάρχει, ὁ θεῖος οὗτος οἶκος· τὴν γὰρ Ἐσθῆτά σου ἁγνή, πηγὴν ἀπαύστως βρύουσαν, ἰάματα κέκτηται Πανάμωμε.

 

Ἕτερος (Εὐφραίνεται ἐπὶ σοὶ )

Τιμήσωμεν οἱ πιστοί, ὡς συναφείας πρὸς Θεὸν σύνδεσμον, τὴν τῆς Ἁγνῆς σήμερον, Ἐσθῆτα πιστῶς εὐλαβούμενοι.

Ἰάματα τοῖς πιστοῖς, ἡ πολυτίμητος ἡμῖν σήμερον, τῆς ὑπερτίμου ἁγνῆς, Ἐσθὴς ἀναβρύει ἐν χάριτι.

Ὡς δρόσος ἑωθινή, ἡ εὐφροσύνη σου Ἁγνὴ ῥέουσα, τὴν τῶν παθῶν κάμινον, τῶν σὲ ἀνυμνούντων κομίζει ἀεί.

Ὁ Εἱρμὸς   «Ἐυφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγή, καὶ στερέωμα».

Μεσώδιον Κάθισμα της Θεοτόκου

Οἱ τῶν θαυμάτων ποταμοὶ Θεοτόκε, ἐκ τῆς πανσέπτου σου σοροῦ προερχόμενοι, ὡς ἐξ Ἐδὲμ ποτίζουσι τὸ πρόσωπον τῆς γῆς, χάριτας προχέοντες, τοῖς πιστῶς σε τιμῶσιν· ὅθεν ἀνυμνοῦμέν σε, καὶ σεπτῶς εὐφημοῦμεν, καὶ εὐχαρίστως κράζομεν ἀεί· Χαῖρε ἡ μόνη, ἐλπὶς τῶν ὑμνούντων σε.

Αναστάσιμον Κοντκιον Ἦχος γ’

Ἡ Παρθένος ἐξανέστης σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρμον, καὶ ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ θανάτου, σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται, σὺν Πατριάρχαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου.

Οκος

Ὁ οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν, ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐπάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν, ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον, ὡς Ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου διαθλάττει, τῷ θείῳ κράτει τῆς ἐξουσίας αὐτοῦ.

Το Συναξάριον

Τῇ Β’ τοῦ αὐτοῦ μηνός, Μνήμην ποιούμεθα τῆς ἐν τῇ Ἁγίᾳ σορῷ καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς ὑπεραγίας Θεοτόκου, ἐν Βλαχέρναις, ἐπὶ Λέοντος τοῦ μεγάλου, καὶ Βηρίνης τῆς αὐτοῦ γυναικός.

Στχοι

Χιτὼν μὲν Υἱοῦ Χριστοφρουροῖς δημίοις.

Ἐσθὴς δὲ Μητρὸς χριστοφρουρήτῳ πόλει.

Δευτερίῃ κατέθεντο σορῷ Ἐσθῆτα Πανάγνου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἀθλήσεως τοῦ Μάρτυρος Κοΐντου, καὶ μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰουβεναλίου, Ἀρχιεπισκόπου Ἱεροσολύμων.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Καταβασίαι

«Ανοίξω το στόμα μου…»

Την τιμιωτέραν

«Άπας γηγενής…»

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

«Άγιος Κύριος…» κτλ.

Το δ΄αναστάσιμον

Ταῖς ἀρεταῖς ἀστράψαντες, ἴδωμεν ἐπιστάντας  ἐν ζωηφόρῳ μνήματι

ἄνδρας ἐν ἀστραπτούσαις ἐσθήσεσι μυροφόροις κλινούσαις εἰς γῆν ὄψιν· τοῦ οὐρανοῦ δεσπόζοντος ἔγερσιν διδαχθῶμεν καὶ πρὸς ζωὴν

ἐν μνημείῳ δράμωμεν σὺν τῷ Πέτρῳ, καὶ τὸ πραχθὲν θαυμάσαντες,

μείνωμεν Χριστὸν βλέψαι.

Το του Μηναίου (Φῶς ἀναλλοίωτον Λόγε)

Μόνη καὶ φύσιν καὶ χρόνον, ἐκαίνισας Θεομῆτορ· ἄφθορος γάρ σου ὁ τόκος, ἄφθαρτος καὶ ἡ Ἐσθής, δι’ ἧς τὴν πόλιν σου σκέπεις, ᾗ καὶ τὰ σκῆπτρα, τῆς εὐσεβείας κρατύνεις.

Ες τος Ανους, Στιχηρὰ Ἀναστάσιμα

Ἦχος γ’

Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν• Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι’ ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.

Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.

Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα• Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὒκ ἔστιν ᾧδε, ἀλλ’ ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ.

Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε• ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τόν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς.

Του Μηναίου Ἦχος δ’ (Ὡς γενναῖον ἐν Μάρτυσιν)

Ἡ σορὸς ἡ κατέχουσα, τὴν Ἐσθῆτα σου Ἄχραντε, κιβωτὸς τοῖς δούλοις σου ἁγιάσματος, καὶ ἱερὸν περιτείχισμα, καὶ δόξα καὶ καύχημα, καὶ ἰάσεων πηγή, καθ’ ἑκάστην γνωρίζεται, ἔνθα σήμερον, ἱερῶς ἀθροισθέντες, ἀνυμνοῦμεν, τὰ πολλά σου μεγαλεῖα, καὶ τῶν θαυμάτων τὸ πέλαγος. (δις)

Στιχ. «Ανάστηθι, Κύριε, εις την ανάπαυσίν σου, συ και η κιβωτός του αγιάσματός σου»

Ἴδε τόπος περίδοξος, ἴδε οἶκος ἀείφωτος, ἐν ᾧ τεθησαύρισται τῆς θεόπαιδος, Ἐσθὴς τιμία τῇ χάριτι. Προσέλθετε ἄνθρωποι, φωτισμὸν καὶ ἱλασμόν, ἐξ αὐτῆς ἀπαρύσασθαι, καὶ βοήσατε, εὐχαρίστῳ καρδίᾳ, Παναγία, εὐλογοῦμέν σε Παρθένε, οἱ σεσωσμένοι τῷ τόκῳ σου.

Στιχ. «Το πρόσωπόν σου λιτανεύσουσιν οι πλούσιοι του λαού»

Τὴν ἁγίαν κατάθεσιν, τῆς Ἐσθῆτός σου Δέσποινα, ἑορτὴν κεκτήμεθα, εὐφραινόμενοι, ὅτι τῇ πόλει σου σήμερον, δοθῆναι ἠξίωσας, ἱερὰν περιβολήν, φυλακτήριον ἄσυλον, δῶρον τίμιον, ἀναφαίρετον πλοῦτον ἰαμάτων ποταμὸν πεπληρωμένον, τῶν χαρισμάτων τοῦ Πνεύματος.Ἑβραῖοι συνέκλεισαν, ἐν τῷ τάφῳ τὴν ζωήν, Λῃστὴς δὲ ἀνέῳξεν ἐν τῇ γλώσσῃ τὴν τρυφήν, κραυγάζων καὶ λέγων• ὁ μετ’ ἐμοῦ δι’ ἐμὲ σταυρωθείς, συνεκρέματό μοι ἐπὶ τοῦ ξύλου, καὶ ἐφαίνετό μοι ἐπὶ τοῦ θρόνου, τῷ Πατρὶ συγκαθήμενος• αὐτὸς γάρ ἐστι Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Δόξα Πατρί

Το δ΄εωθινόν

Ὄρθρος ἦν βαθύς, καί αἱ γυναῖκες ἦλθον ἐπί τό μνῆμά σου Χριστέ.

ἀλλά τό σῶμα οὐχ εὑρέθη, τό ποθούμενον αὐταῖς. διό ἀπορουμέναις,

οἱ ταῖς ἀστραπτούσαις ἐσθήσεσιν ἐπιστάντες.

Τί τόν ζῶντα,μετά τῶν νεκρῶν ζητεῖτε; ἔλεγον. ἠγέρθη ὡς προεῖπε.

τί ἀμνημονεῖτε τῶν ρημάτων αὐτοῦ; Οἷς πεισθεῖσαι, τά ὁραθέντα ἐκήρυττον. ἀλλ᾽ ἐδόκει λῆρος τά εὐαγγέλια.

οὕτως ἦσαν ἔτι νωθεῖς οἱ Μαθηταί.ἀλλ᾽ ὁ Πέτρος ἔδραμε,

καί ἰδών ἐδόξασέ σου,  πρός ἑαυτόν τά θαυμάσια.

Και νυν…

Υπερευλογημένη…

Δοξολογία μεγάλη

«Σήμερον σωτηρία τω κόσμω γέγονεν…»

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓIΑΝ

Απολυτίκια

«Ευφραινέσθω…», «»Θεοτόκε αειπάρθενε…», του αγίου του ναού, κοντάκιο του μηναίου  Ἦχος δ’ (Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ)

Περιβολὴν πᾶσι πιστοῖς ἀφθαρσίας, θεοχαρίτωτε Ἁγνὴ ἐδωρήσω, τὴν ἱερὰν Ἐσθῆτά σου, μεθ’ ἧς τὸ ἱερόν, σῶμά σου ἐσκέπασας, σκέπη θεία ἀνθρώπων· ἧσπερ τὴν κατάθεσιν, ἑορτάζομεν πόθῳ, καὶ ἐκβοῶντες κράζομεν πιστῶς· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

ΑΝΑΓΝΩΣΜΑΤΑ

Απόστολος της Θεοτόκου, 21ης Νοεμβρίου

«Είχεν η πρώτη σκηνή (Εβρ. Θ΄1-7)

Ευαγγέλιον Κυριακής Δ΄Ματθαίου «Ελθόντι τω Ιησού εις Καπερναούμ…» (Ματθ. Η΄5-13)

ΚΟΙΝΩΝΙΚΟΝ

«Αινείτε τον Κύριον…»

Κοινοποίηση άρθρου:
RSS
Follow by Email
Facebook
Facebook
Google+
https://www.agiospatrokosmas.gr/2017/06/30/%ce%ba%cf%85%cf%81%ce%b9%ce%b1%ce%ba%ce%b7-%ce%b4%ce%84-%ce%bc%ce%b1%cf%84%ce%b8%ce%b1%ce%b9%ce%bf%cf%85-%ce%ba%ce%b1%cf%84%ce%b1%ce%b8%ce%b5%cf%83%ce%b9%cf%83-%cf%84%ce%b9%ce%bc%ce%b9%ce%b1%cf%83/
Twitter