Το τυπικό της εορτής των Πρωτοκορυφαίων Αποστόλων Πέτρου & Παύλου (Μέγας Εσπερινός, Όρθρος, Θεία Λειτουργία)

Το τυπικό της εορτής των Πρωτοκορυφαίων Αποστόλων Πέτρου & Παύλου (Μέγας Εσπερινός, Όρθρος, Θεία Λειτουργία)

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν τὰ ἑξῆς γ’ Ἰδιόμελα Στιχηρά, δευτεροῦντες αὐτά.

Ἦχος β’ Αὐτόμελον

Ἀνδρέου Πυροῦ

Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν Πέτρον καὶ Παῦλον; τοὺς διῃρημένους τοῖς σώμασι, καὶ ἡνωμένους τῷ Πνεύματι, τοὺς θεοκηρύκων πρωτοστάτας, τὸν μέν, ὡς τῶν Ἀποστόλων προεξάρχοντα, τὸν δέ, ὡς ὑπὲρ τοὺς ἄλλους κοπιάσαντα· τούτους γὰρ ὄντως ἀξίως, ἀθανάτου δόξης, διαδήμασι στεφανοῖ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος. (Δίς)

Ποίοις ὑμνῳδιῶν κάλλεσιν, ἀνυμνήσωμεν Πέτρον καὶ Παῦλον, τῆς θεογνωσίας τὰς πτέρυγας, τὰς διαπτάσας τὰ πέρατα, καὶ πρὸς οὐρανὸν ἀνυψωθείσας, τὰς χεῖρας, Εὐαγγελίου τοῦ τῆς χάριτος, τοὺς πόδας, τῆς ἀληθείας τοῦ κηρύγματος, τοὺς ποταμοὺς τῆς σοφίας, τοῦ Σταυροῦ τὰ κέρατα, δι’ ὧν δαιμόνων ὀφρύν, Χριστὸς καταβέβληκεν, ὁ ἔχων τὸ μέγα ἔλεος. (Δίς)

Ποίοις πνευματικοῖς ᾄσμασιν, ἐπαινέσωμεν Πέτρον καὶ Παῦλον; τὰ τὴν ἀθεότητα σφάττοντα, καὶ μὴ ἀμβλυνόμενα στόματα, τῆς φρικτῆς τοῦ Πνεύματος μαχαίρας, τὰ Ῥώμης, περιφανῆ ἐγκαλλωπίσματα, τὰ πάσης τῆς οἰκουμένης ἐντρυφήματα, τὰς τῆς Καινῆς Διαθήκης, θεογράφους πλάκας, νοουμένας ἃς ἐν Σιών, Χριστὸς ἐξεφώνησεν, ὁ ἔχων τὸ μέγα ἔλεος. (Δίς)

Δόξα… Ἦχος δ’

Ἰωάννου Μοναχοῦ

Τῷ τριττῷ τῆς ἐρωτήσεως, τῷ, Πέτρε φιλεῖς με, τὸ τριττὸν τῆς ἀρνήσεως, ὁ Χριστὸς διωρθώσατο· διὸ καὶ πρὸς τὸν κρυφιογνώστην ὁ Σίμων, Κύριε, πάντα γινώσκεις, τὰ πάντα ἐπίστασαι, σὺ οἶδας ὅτι φιλῶ σε. Ὅθεν πρὸς αὐτὸν ὁ Σωτήρ· Ποίμαινε τὰ πρόβατά μου, ποίμαινε τὴν ἐκλογάδα μου, ποίμαινε τὰ ἀρνία μου, ἃ ἐν τῷ ἰδίῳ αἵματι περιεποιησάμην εἰς σωτηρίαν, Αὐτὸν ἱκέτευε, θεομακάριστε Ἀπόστολε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν… Θεοτοκίον

Ὁ διὰ σὲ θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου· Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρὼν πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε, τὸν κόσμον, Χριστὸς ὁ ἔχων τὸ μέγα, καὶ πλούσιον ἔλεος.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Καθολικῆς α’ Ἐπιστολῆς Πέτρου Τὸ Ἀνάγνωσμα (Κεφ. 1, 3-9)

Ἀδελφοί, εὐλογητὸς ὁ Θεός, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν, δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον, καὶ ἀμίαντον, καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ἡμᾶς τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως, εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι ( εἰ δέον ἐστί ) λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως, πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. Ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δέ, ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν.

Καθολικῆς α’ Ἐπιστολῆς Πέτρου Ἀνάγνωσμα (Κεφ. 1, 13-19)

Ἀγαπητοί, ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλά, κατὰ τὸν καλέσαντα ἡμᾶς Ἅγιον, καὶ αὐτοὶ Ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε. Διότι γέγραπται. Ἅγιοι γίνεσθε, ὅτι ἐγὼ Ἅγιός εἰμι. Καί, εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες, ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.

Καθολικῆς α’ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. 2, 11-24)

Ἀγαπητοί, παρακαλῶ ὑμᾶς, ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα, ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες, δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς. Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε Βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε Ἡγεμόσιν, ὡς δι’ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν μὲν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν, ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ’ ὡς δοῦλοι Θεοῦ. Πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν Βασιλέα τιμᾶτε. Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς. Τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως. Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλ’ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ· εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστός ἀπέθανεν ὑπὲρ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ. Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὃς λοιδορούμενος, οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως. Ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν.

 

Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.

Ἦχος β’

Ἀνδρέου Ἱεροσολυμίτου

Δεῦρο δὴ μοι σήμερον, τὸ τῶν πιστῶν εὐθύμως καλλιέρημα, χοροστατήσαντες ἅμα, τοὺς τῆς χάριτος ἐκλόγους ὑφάντας, Πέτρον καὶ Παῦλον πρέπουσιν ἐγκωμίοις στεφανώσωμεν, ὅτι ἀφθόνως πᾶσι τὸν λόγον κατασπείραντες, σὺν τούτοις καὶ τὴν χάριν τοῦ Πνεύματος κατεπλούτησαν, καὶ τῆς ἀληθινῆς ἀμπέλου ὑπάρχοντες κλήματα, βότρυν ἡμῖν πέπειρον ἐξεπέπαναν, εὐφραίνοντα τὰς καρδίας ἡμῶν. Πρὸς οὓς βοήσωμεν, ἀνακεκαλυμμένῳ προσώπῳ, καὶ καθαρῷ συνειδότι, λέγοντες· Χαίρετε πορθμευταὶ τῶν ἀλόγων, καὶ ὑπουργοὶ τῶν ἐν λόγῳ. Χαίρετε τοῦ παντὸς ποιητοῦ καὶ κηδεμόνος ἐκλόγια τερπνά. Χαίρετε πρόξενοι τῶν ἀγαθῶν, καὶ διῶκται τῶν δολερῶν. Οὓς ἱκετεύσωμεν πρεσβεύειν ἀεί, εἰρήνην σταθηρὰν τῷ κόσμῳ δωρήσασθαι, πρὸς τὸν Κτίστην καὶ Διδάσκαλον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἀρσενίου Ὁ αὐτὸς

Τοὺς Μαθητὰς τοῦ Χριστοῦ, καὶ θεμελίους τῆς Ἐκκλησίας, τοὺς ἀληθεῖς στύλους καὶ βάσεις, καὶ σάλπιγγας ἐνθέους, τῶν τοῦ Χριστοῦ δογμάτων καὶ παθημάτων, τούς κορυφαίους Πέτρον καὶ Παῦλον, ἅπας ὁ κόσμος ὡς προστάτας εὐφημήσωμεν. Οὗτοι γὰρ διαδραμόντες τὸ κλίτος ὅλον τῆς γῆς, ὥσπερ ἀρότρῳ ἔσπειραν τὴν πίστιν, καὶ πᾶσι τὴν θεογνωσίαν ἀνέβλυσαν, τῆς Τριάδος δεικνῦντες λόγον. Ὦ Πέτρε, πέτρα καὶ κρηπίς, καὶ Παῦλε, σκεῦος ἐκλογῆς, οἳ καὶ ζευκτοὶ βόες τοῦ Χριστοῦ, πάντας εἵλκυσαν πρὸς τὴν θεογνωσίαν, ἔθνη πόλεις τε καὶ νήσους, Ἑβραίους δὲ πάλιν πρὸς τὸν Χριστὸν ἐπανήγαγον, καὶ πρεσβεύουσι τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Γερμανοῦ Ὁ αὐτὸς

Πέτρε, κορυφαῖε τῶν ἐνδόξων Ἀποστόλων, ἡ πέτρα τῆς πίστεως, καὶ Παῦλε θεσπέσιε, τῶν Ἁγίων Ἐκκλησιῶν ὁ ῥήτωρ καὶ φωστήρ, τῷ θείῳ θρόνῳ παριστάμενοι, ὑπέρ ἡμῶν Χριστῷ πρεσβεύσατε.

Ὁ αὐτὸς

Παῦλε, στόμα Κυρίου, ἡ κρηπὶς τῶν δογμάτων, ὁ ποτὲ μὲν διώκτης, Ἰησοῦ τοῦ Σωτῆρος, νῦν δὲ καὶ πρωτόθρονος, τῶν Ἀποστόλων γενόμενος μακάριε· ὅθεν ἄρρητα εἶδες σοφέ, ἕως τρίτου οὐρανοῦ ἀναβάς, καὶ ἔκραζες· Δεῦτε σὺν ἐμοί, καὶ τῶν ἀγαθῶν μὴ ὑστερηθῶμεν.

Ἦχος γ’ Ἰωάννου Μοναχοῦ

Οἱ τῆς ἄνω Ἱερουσαλὴμ πολῖται, ἡ πέτρα τῆς πίστεως, ὁ ῥήτωρ τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ἡ τῆς Τριάδος δυάς, τοῦ κόσμου οἱ σαγηνευταί, καταλιπόντες σήμερον τὰ ἐπὶ γῆς, ἐπορεύθησαν ἐν ἀθλήσει πρὸς Θεόν, καὶ πρεσβεύουσιν αὐτῷ ἐν παρρησίᾳ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα… Ἦχος πλ. α’ Βυζαντίου

Ἡ σοφία τοῦ Θεοῦ, ὁ συναΐδιος Λόγος τοῦ Πατρός, καθὼς ἐν Εὐαγγελίοις προέφη, τὰ εὔφορα κλήματα, ὑμεῖς ἐστε πανεύφημοι Ἀπόστολοι, οἱ τὸν βότρυν τὸν πέπειρον καὶ τερπνόν, ἐν τοῖς κλάδοις ὑμῶν φέροντες, ὃν οἱ πιστοὶ ἐσθίοντες, ἐπιστοιχοῦμεν γεῦσιν πρὸς εὐφρόσυνον, Πέτρε, ἡ πέτρα τῆς πίστεως, καὶ Παῦλε, καύχημα τῆς οἰκουμένης, στηρίξατε ποίμνην, ἣν ἐκτήσασθε διδαχαῖς ὑμῶν.

Καὶ νῦν… Θεοτοκίον

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν των ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Ἰδιόμελα.

Ἦχος α’

Ἀνδρέου Κρήτης

Τὰ κατὰ πόλιν δεσμὰ καὶ τὰς θλίψεις σου, τὶς διηγήσεται, ἔνδοξε Ἀπόστολε Παῦλε; ἢ τὶς παραστήσει τοὺς ἀγῶνας καὶ τοὺς κόπους σου, οὓς ἐκοπίασας ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, ἵνα πάντας κερδήσῃς, καὶ Χριστῷ προσαγάγῃς τὴν Ἐκκλησίαν. Ἀλλὰ ταύτην αἴτησαι, φυλάττειν τὴν καλήν σου ὁμολογίαν, μέχρι τελευταίας ἀναπνοῆς, Παῦλε Ἀπόστολε, καὶ διδάσκαλε τῶν Ἐκκλησιῶν.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Τὰ κατὰ πόλιν δεσμὰ καὶ τὰς θλίψεις σου, τὶς διηγήσεται, ἔνδοξε Ἀπόστολε Παῦλε, τοὺς κόπους, τοὺς μόχθους, τὰς ἀγρυπνίας, τὰς ἐν λιμῷ καὶ δίψει κακοπαθείας, τὰς ἐν ψύχει καὶ γυμνότητι, τὴν σαργάνην, τοὺς ῥαβδισμούς, τοὺς λιθασμούς, τὴν περίοδον, τὸν βυθόν, τὰ ναυάγια; θέατρον ἐγένου καὶ Ἀγγέλοις καὶ ἀνθρώποις. Πάντα οὖν ὑπέμεινας ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, ἵνα κόσμον κερδίσῃς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ σου. Διὸ δυσωποῦμέν σε, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς, ἀδιαλείπτως ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Τοὺς φωστῆρας τοὺς μεγάλους τῆς Ἐκκλησίας, Πέτρον καὶ Παῦλον εὐφημήσωμεν· ὑπὲρ ἥλιον γὰρ ἔλαμψαν, ἐν τῷ τῆς πίστεως στερεώματι, καὶ τὰ ἔθνη ταῖς ἀκτῖσι τοῦ κηρύγματος, ἐκ τῆς ἀγνοίας εἰς τὴν θείαν γνῶσιν ἐπανήγαγον, ὁ μὲν τῷ σταυρῷ προσηλωθείς, πρὸς οὐρανὸν τὴν πορείαν ἐποιήσατο, ἔνθα τῆς βασιλείας, παρὰ Χριστοῦ τὰς κλεῖς ἐγκεχείριστο, ὁ δὲ τῷ ξίφει ἀποτμηθείς, πρὸς τὸν Σωτῆρα ἐκδημήσας, ἐπαξίως μακαρίζεται, καὶ ἀμφότεροι τὸν Ἰσραὴλ καταγγέλλουσιν, ὡς εἰς αὐτὸν τὸν Κύριον, χεῖρας ἀδίκως ἐκτείναντα. Διὸ εὐχαῖς αὐτῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν, τοὺς καθ’ ἡμῶν κατάβαλε, καὶ τὴν ὀρθόδοξον πίστιν κράτυνον, ὡς φιλάνθρωπος.

Δόξα… Ἦχος πλ. β’

Ἐφραὶμ Καρίας

Ἑορτὴ χαρμόσυνος, ἐπέλαμψε τοῖς πέρασι σήμερον, ἡ πάνσεπτος μνήμη τῶν σοφωτάτων Ἀποστόλων, καὶ κορυφαίων Πέτρου καὶ Παύλου· διὸ καὶ Ῥώμη συγχαίρει χορεύουσα. Ἐν ᾠδαῖς καὶ ὕμνοις ἑορτάσωμεν καὶ ἡμεῖς ἀδελφοί, τὴν πανσεβάσμιον ταύτην ἡμέραν, βοῶντες πρὸς αὐτούς· Χαῖρε, Πέτρε Ἀπόστολε, καὶ γνήσιε φίλε, τοῦ σοῦ διδασκάλου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Χαῖρε Παῦλε παμφίλτατε, καὶ κήρυξ τῆς πίστεως, καὶ διδάσκαλε τῆς οἰκουμένης, Ὡς ἔχον παρρησίαν, ζεῦγος ἁγιόλεκτον, Χριστὸν τὸν Θεόν ἡμῶν ἱκετεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν… Θεοτοκίον

Ἦχος πλ. β’

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἦχος δ’

Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἦχος δ’ Θεοτοκίον

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν πρώτην Στιχολογίαν

Κάθισμα τοῦ Πέτρου

Ἦχος πλ. δ’ Τὴν Σοφίαν καὶ Λόγον

Τὸν βυθὸν τῆς ἁλιείας καταλιπών, οὐρανόθεν ἐδέξω παρὰ Πατρός, τὴν θείαν ἀποκάλυψιν, τῆς τοῦ Λόγου σαρκώσεως, καὶ παρρησίᾳ πᾶσιν, ἐβόας τῷ Κτίστῃ σου, τοῦ Θεοῦ σε γινώσκω, Υἱὸν ὁμοούσιον, Ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, ἡ πέτρα τῆς πίστεως, καὶ κλειδοῦχος τῆς χάριτος, Πέτρε Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Ἐνθυμοῦμαι τὴν κρίσιν καὶ δειλιῶ, τὴν ἐξέτασιν φρίττω τὴν φοβεράν, τρέμω τὴν ἀπόφασιν, καὶ πτοοῦμαι τὴν κόλασιν, τὴν τοῦ πυρὸς ὀδύνην, τὸ σκότος, τὸν τάρταρον, Οἴμοι! τὶ ποιήσω ἐν ἐκείνῃ τῇ ὥρᾳ, ὅταν τίθωνται θρόνοι, καὶ βίβλοι ἀνοίγωνται, καὶ αἱ πράξεις ἐλέγχωνται; Τότε Δέσποινα, βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.

Μετὰ τὴν β’ Στιχολογίαν

Κάθισμα τοῦ Παύλου Τὴν Σοφίαν καὶ Λόγον

Οὐρανόθεν τὴν κλῆσιν παρὰ Χριστοῦ, κομισάμενος ὤφθης κήρυξ φωτός, πᾶσι τοῖς τῆς χάριτος, καταλάμψας διδάγμασι· τὴν γὰρ τοῦ νόμου ξέσας, λατρείαν τοῦ γράμματος, τοῖς πιστοῖς κατήστραψας, τὴν γνῶσιν τοῦ Πνεύματος· ὅθεν καὶ εἰς τρίτον, οὐρανὸν ἐπαξίως, ἐπήρθης μετάρσιος, καὶ Παράδεισον ἔφθασας, Παῦλε Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεὶ με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσης φλογιζούσης δώρησαι, καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι, Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν τόκον σου Ἄχραντε, Μετὰ τὸν Πολυέλεον.

Κάθισμα ἀμφοτέρων Τὴν Σοφίαν καὶ Λόγον

Κορυφαίους ὀφθέντας τῶν μαθητῶν, τοὺς μεγάλους φωστῆρας καὶ φαεινούς, Πέτρον εὐφημήσωμεν, καὶ τὸν πάνσοφον Παῦλον· τῷ γὰρ πυρὶ τοῦ θείου ἐκλάμψαντες Πνεύματος, τὴν ἀχλὺν τῆς πλάνης, κατέφλεξαν ἅπασαν· ὅθεν καὶ τῆς ἄνω, βασιλείας πολῖται, ἀξίως ἐδείχθησαν, καὶ τῆς χάριτος σύνθρονοι· Διὰ τοῦτο βοήσωμεν· Ἀπόστολοι Χριστοῦ τοῦ Θεοῦ, τῶν πταισμάτων ἄφεσιν αἰτήσασθε, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ἡμῶν.

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα συνεχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντας ἐκτρέφοντα· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε ἁγνή· τὴν σὴν βοήθειαν τότε μοι καὶ γὰρ δύνασαι, ὅσα θέλεις πανύμνητε.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

Ἀντίφωνον Α’

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

Δόξα…

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

 

Προκείμενον Ἦχος δ’

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Τό, Πᾶσα πνοὴ

Εὐαγγέλιον Ἑωθινὸν ια’. ὁ Ν’.

Δόξα… ταῖς τῶν Ἀποστόλων…

Καὶ νῦν… ταῖς τῆς Θεοτόκου…

Στίχ. Ἐλέησόν με ὁ Θεός…

Καὶ τὸ Ἰδιόμελον Ἦχος β’

Πέτρε, κορυφαῖε τῶν ἐνδόξων Ἀποστόλων, ἡ πέτρα τῆς πίστεως, καὶ Παῦλε θεσπέσιε, τῶν Ἁγίων Ἐκκλησιῶν ὁ ῥήτωρ καὶ φωστήρ, τῷ θείῳ θρόνῳ παριστάμενοι, ὑπέρ ἡμῶν Χριστῷ πρεσβεύσατε.

Οἱ Κανόνες, ἀμφότεροι. Ποίημα Ἰωάννου Μοναχοῦ.

Ὁ Κανὼν τοῦ Ἁγίου Πέτρου.

ᾨδὴ α’ Ἦχος δ’ Ὁ Εἱρμὸς

«Οὐκ ἔστι σοι ὅμοιος, δεδοξασμένε Κύριε· ἐν χειρὶ γὰρ κραταιᾷ, ἐλυτρώσω τὸν λαόν, ὃν ἐκτήσω φιλάνθρωπε».

Τὸν κορυφαιότατον, τῶν Ἀποστόλων σήμερον, πρωτοκλήτου ἀδελφόν, θεοπνεύστοις ἐν ᾠδαῖς, ἐπαξίως ὑμνήσωμεν.

Σὲ ὁ προαιώνιος, προεγνωκὼς προώρισε, παμμακάριστε Πέτρε, ὡς προστάτην Ἐκκλησίας καὶ πρόεδρον.

Οὐ σάρξ οὐδὲ αἷμά σοι, ἀλλ’ ὁ Πατὴρ ἐνέπνευσε, τον Χριστὸν θεολογεῖν, Υἱὸν Θεοῦ ἀληθινὸν τοῦ ὑψίστου Ἀπόστολε.

Θεοτοκίον

Τὸ ὄρος τὸ ἅγιον, τὸ ὑπὲρ ἔννοιαν ὄχημα, τὴν Μητέρα τοῦ Θεοῦ, καὶ Παρθένον ἀληθῶς μετὰ τόκον ὑμνήσωμεν.

 

Ὁ Κανὼν τοῦ Ἁγίου Παύλου.

ᾨδὴ α’ Ἦχος πλ. δ’

Ἡ κεκομμένη

Ὁ ὥσπερ ὄντα καλῶν τὰ ἀνύπαρκτα, Χριστὸς τῇ θείᾳ γνώσει, Παῦλε παμμακάριστε, αὐτὸς ἐκ μητρικῆς γαστρὸς σε ἐξελέξατο, βαστάσαι, ἐναντίον τῶν ἐθνῶν, αὐτοῦ τὸ θεῖον ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα· ἐνδόξως γὰρ δεδόξασται.

Τὴν ἐσομένην μηνύων σοι ἔλλαμψιν, τῆς εὐσεβείας Παῦλε, καὶ πλάνης τὴν καθαίρεσιν, Χριστὸς ἐπιφανείς, ἐν ὄρει ἀστραπόμορφος, τὸ ὄμμα μὲν σκοτίζει τῆς σαρκός, τὴν ψυχὴν συνετίζει δέ, τῆς Τριάδος τῇ γνώσει· ἐνδόξως γὰρ δεδόξασται.

Περιτομὴν με τελῶν ὀκταήμερον, καὶ ζηλωτὴς πατρῴων Παῦλε παραδόσεων, Ἑβραίων ἐκ σπορᾶς φυλῆς Βενιαμίτιδος, ἐν νόμῳ Φαρισαῖός τε δειχθείς, ἡγήσω πάντα σκύβαλα, καὶ Χριστὸν ἐκέρδησας· ἐνδόξως γὰρ δεδόξασται.

Θεοτοκίον

Ἄχραντε Μήτηρ Θεοῦ παντοκράτορος, ἡ βασιλίδος φυλῆς, Δέσποινα βλαστήσασα, καὶ μόνη τον Θεόν, τὸν πάντων βασιλεύοντα, γεννήσασα σαρκὶ ὑπερφυῶς, κινδύνων με διάσωσον, τῷ Υἱῷ σου ψάλλοντα· Ἐνδόξως γὰρ δεδόξασται.

Καταβασία

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

Τοῦ Πέτρου

ᾨδὴ γ’ Ὁ Εἱρμὸς

«Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ’ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν Ἅγιος πλήν σου φιλάνθρωπε».

Μακάριόν σε, τὸ γλυκύτατον στόμα Χριστοῦ τοῦ Θεοῦ, καὶ ταμίαν ἀσφαλῆ, τῆς βασιλείας ανέδειξε· διὸ ἀνυμνοῦμέν σε Πέτρε Ἀπόστολε.

Ἐπὶ τὴν πέτραν, τῆς σῆς θεολογίας ἐπήξατο, ὁ Δεσπότης Ἰησοῦς, τὴν Ἐκκλησίαν ἀκλόνητον, ἐν ᾗ σε Ἀπόστολε Πέτρε δοξάζομεν.

 

Ὡς ὑπέρτερος, τῶν Ἀγγέλων ὁ Πέτρος ἐν σώματι· ἐν γὰρ τῇ ἐπιφανεῖ, ἐλεύσει τοῦτον Χριστὸς ὁ Θεός, κριτήν τε καὶ σύνεδρον, ἔσεσθαι ἔφησεν.

Θεοτοκίον

Ἀπειρόγαμε, ἡ Θεὸν σαρκωθέντα κυήσασα, τῶν παθῶν ταῖς προσβολαῖς, κλονούμενόν με στερέωσον· οὐ γὰρ ἐστιν Ἄχραντε, πλήν σου βοήθεια.

 

Τοῦ Παύλου

Σὺ εἶ τὸ στερέωμα

Σὺ λίθον θεμέλιον, ταῖς τῶν πιστῶν ψυχαῖς τέθεικας, πολυτελῆ, ἀκρογωνιαῖον, τὸν Σωτῆρα καὶ Κύριον.

Πάντοτε τὴν νέκρωσιν, τοῦ Ἰησοῦ ἐν τῷ σώματι, εἰλικρινῶς, Παῦλε περιφέρων, ἠξιώθης τῆς ὄντως ζωῆς.

Παῦλε παμμακάριστε, τῷ θεμελίῳ σου πρέσβευε, τῶν ἀρετῶν ἐποικοδομεῖσθαι, εὐσεβῶν τὴν λαμπρότητα.

Θεοτοκίον

Σὲ νῦν μακαρίζουσιν, ὡς προεφήτευσας Πάναγνε, αἱ γενεαί, πᾶσαι τῶν ἀνθρώπων· διὰ σοῦ νῦν σῳζόμεναι.

Καταβασία

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Ἡ Ὑπακοὴ

Ἦχος πλ. δ’

Ποία φυλακὴ οὐκ ἔσχε σε δέσμιον; ποία δὲ Ἐκκλησία οὐκ ἔχει σε Ῥήτορα; Δαμασκὸς μέγα φρονεῖ ἐπὶ σοὶ Παῦλε· εἶδε γὰρ σε σκελισθέντα φωτί· Ῥώμῃ σου τὸ αἷμα δεξαμένη, καὶ αὐτὴ κομπάζει· ἀλλ’ ἡ Ταρσὸς πλέον χαίρει, καὶ πόθῳ τιμᾷ σου τὰ σπάργανα. Ἀλλ’ ὦ Παῦλε Ἀπόστολε, τὸ καύχημα τῆς οἰκουμένης, προφθάσας ἡμᾶς στήριξον.

 

Κοντάκιον Ἦχος β’ Αὐτόμελον

Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν Μαθητῶν σου Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Ὁ Οἶκος

Τράνωσόν μου τὴν γλῶτταν Σωτήρ μου, πλάτυνόν μου τὸ στόμα, καὶ πληρώσας αὐτό, κατάνυξον τὴν καρδίαν μου, ἵνα οἷς λέγω ἀκολουθήσω, καὶ ἃ διδάσκω, ποιήσω πρῶτος· πᾶς γὰρ ποιῶν καὶ διδάσκων, φησίν, οὗτος μέγας ἐστίν· ἐὰν γὰρ λέγω μὴ πράττων, ὡς χαλκὸς ἠχῶν λογισθήσομαι. Διὸ λαλεῖν μοι τὰ δέοντα, καὶ ποιεῖν τὰ συμφέροντα δώρησαι, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Συναξάριον

Τῇ ΚΘ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Στίχοι

Σταύρωσις εἷλε κήρυκα Χριστοῦ Πέτρον,

Τομὴ δὲ Παῦλον, τὸν τεμόντα τὴν πλάνην.

Τλῆ ἐνάτῃ Σταυρὸν Πέτρος εἰκάδ’ ἄορ δέ γε Παῦλος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Καταβασίαι

«Ανοίξω το στόμα μου»

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί,

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ…

Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ…

Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ…

Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ…

Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Άπας γηγενής…

Ἐξαποστειλάριον

Γυναῖκες ἀκουτίσθητε

Τῶν Ἀποστόλων ἅπαντες, τὴν κορυφὴν ὑμνήσωμεν, Πέτρον καὶ Παῦλον τοὺς θείους, τῆς οἰκουμένης φωστῆρας, τοὺς κήρυκας τῆς πίστεως, τὰς θεολόγους σάλπιγγας, δογμάτων τοὺς ἐκφάντορας, τῆς Ἐκκλησίας τοὺς στύλους, καὶ καθαιρέτας τῆς πλάνης.

Θεοτοκίον

Τὸ μέγα καὶ παράδοξον, τοῦ τόκου σου μυστήριον, θεοχαρίτωτε Κόρη, καὶ Θεομῆτορ Παρθένε, Προφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, Μάρτυρες ὡμολόγησαν, Ἄγγελοι δὲ ἀνυμνοῦσι, καὶ ἄνθρωποι προσκυνοῦσιν.

 

Εἰς τοὺς Αἴνους, Στιχηρὰ Προσόμοια.

Ἦχος δ’

Ὁ ἐξ ὑψίστου κληθεὶς

Ὁ οὐρανόθεν τὴν χάριν δεδεγμένος, ὅτε τὴν ἐρώτησιν πρὸς τὸν χορὸν ὁ Σωτήρ, τὸν δωδεκάριθμον ἔφησε, τῶν Ἀποστόλων· Τίνα μὲ λέγουσιν εἶναι ἄνθρωποι; τότε δὴ ὁ πρόκριτος, Πέτρος Χριστοῦ Μαθητῶν, θεολογῶν ἀνεκήρυξε, τρανῶς βοήσας· Σὺ εἶ Χριστός, τοῦ ζῶντος Θεοῦ Υἱός. Ὅθεν ἀξίως μακαρίζεται, ὡς ἐξ ὕψους λαβών ἀποκάλυψιν, καὶ δεσμεῖν τε καὶ λύειν, τὰς εὐθύνας κομισάμενος.

 

Ὁ ἐξ ὑψίστου κληθείς, οὐκ ἀπ’ ἀνθρώπων, ὅτε τὸ ἐπίγειον σκότος ἠμαύρωσε, τοὺς ὀφθαλμοὺς σοῦ τοῦ σώματος, τῆς ἀσεβείας, δημοσιεῦον τὴν σκυθρωπότητα, τότε τὸ οὐράνιον, φῶς περιήστραψε, σῆς διανοίας τὰ ὄμματα, τῆς εὐσεβείας ἀνακαλύπτον τὴν ὡραιότητα· ὅθεν ἐπέγνως τὸν ἐξάγοντα, φῶς ἐκ σκότους Χριστὸν τὸν Θεον ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

 

Σὺ ἐπαξίως πέτρα προσηγορεύθης, ἐν ᾗ τὴν ἀκράδαντον πίστιν ὁ Κύριος, τῆς Ἐκκλησίας ἐκράτυνεν, ἀρχιποιμένα, τῶν λογικῶν προβάτων ποιήσας σε, ἐντεῦθεν κλειδοῦχόν σε, τῶν οὐρανίων πυλῶν, ὡς ἀγαθὸς ἐγκατέστησεν, ἀνοίγειν πᾶσι, τῆς μετὰ πίστεως προσεδρεύουσιν· Ὅθεν ἀξίως κατηξίωσαι, σταυρωθῆναι καθὼς ὁ Δεσπότης σου, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

 

Ὁ χριστοκήρυξ  Σταυροῦ καύχημα φέρων, σὺ τὴν πολυέραστον θείαν ἀγάπησιν, ὡς τοὺς ἐρῶντας συνδέουσαν, τῷ ποθουμένῳ, εἰλικρινῶς ἁπάντων προέκρινας, ἐντεῦθεν καὶ δέσμιος, προσηγορεύθης Χριστοῦ, τῶν πειρασμῶν τὴν δυσχέρειαν, ὡς γλυκυτέραν, τρυφῆς ἁπάσης αἱρετισάμενος, καὶ τῆς τιμίας ἀναλύσεως, ἠξιώθης συνὼν τῷ Δεσπότῃ σου, ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Δόξα… Ἦχος πλ. β’

Κοσμᾶ Μοναχοῦ

Ἡ πάνσεπτος τῶν Ἀποστόλων, ἐπεδήμησεν ἑορτή, τῇ Ἐκκλησίᾳ Χριστοῦ, προξενοῦσα σωτηρίαν ἡμῖν, μυστικῶς οὖν κροτήσαντες τούτοις προσείπωμεν· Χαίρετε φωστῆρες τῶν ἐν σκότει, τοῦ ἡλίου ἀκτῖνες ὑπάρχοντες. Χαίρετε Πέτρε καὶ Παῦλε, δογμάτων τῶν θείων θεμέλιοι ἀρραγεῖς, φίλοι τοῦ Χριστοῦ, σκεύη τίμια. Πάρεστε μέσον ἡμῶν ἀοράτως, καταξιοῦντες δωρεῶν ἀΰλων, τοὺς τὴν ἡμῶν ἑορτήν, εὐφημοῦντας ᾄσμασι.

 

Καὶ νῦν… Θεοτοκίον

Ἦχος πλ. β’

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις

 

Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τῶν Κανόνων, ᾨδὴ γ’ καὶ ς’.

 

Ὁ Ἀπόστολος,

τὸ Εὐαγγέλιον

 

Κοινωνικὸν

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.

 

 

Κοινοποίηση άρθρου:
RSS
Follow by Email
Facebook
Facebook
Google+
https://www.agiospatrokosmas.gr/2017/06/27/to-tupiko-ths-eorths-ton-protokorufaion-apostolon-petrou-pavlou/
Twitter