+ΚΥΡΙΑΚΗ Γ΄ ΜΑΤΘΑΙΟΥ Μνήμη της Αγίας Ὁσιομάρτυρος Φεβρωνίας – Απόδοσις του Γενεσίου του Προδρόμου

+ΚΥΡΙΑΚΗ Γ΄ ΜΑΤΘΑΙΟΥ Μνήμη της Αγίας Ὁσιομάρτυρος Φεβρωνίας – Απόδοσις του Γενεσίου του Προδρόμου

† ΚΥΡΙΑΚΗ Γ´ ΜΑΤΘΑΙΟΥ 

Απόδοσις του Γενεσίου του Προδρόμου, Φεβρωνίας οσιομάρτυρος

Ἦχος β´. Ἑωθινὸν γ´.

* * * * *

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ 

Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν, καὶ τὸ πρῶτον Κάθισμα τοῦ Ψαλτηρίου, εἰς τό, Κύριε, ἐκέκραξα,  ἱστῶμεν  Στίχους  ι´,  καὶ  ψάλλομεν

Στιχηρὰ Ἀναστάσιμα δ´, καὶ τοῦ Μηναίου στ´.

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου.

Ἦχος β´.

Στίχ. α´. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ  ὀνόματί σου.

Τὸν πρὸ  αἰώνων  ἐκ Πατρὸς  γεννηθέντα,  τὸν Θεὸν  Λόγον  σαρκωθέντα  ἐκ  Παρθένου Μαρίας,  δεῦτε προσκυνήσωμεν· Σταυρὸν  γὰρ  ὑπομείν-ας,  τῇ  ταφῇ παρεδόθη,  ὡς  αὐτὸς  ἠθέλησε,  καὶ  ἀναστὰς  ἐκ  νεκρῶν,  ἔσωσέ  με  τὸν πλανώμενον ἄνθρωπον.

Στίχ.  β´.  Ἐμὲ  ὑπομενοῦσι  δίκαιοι,  ἕως  οὗ  ἀνταποδῷς μοι.

Χριστὸς  ὁ Σωτὴρ  ἡμῶν,  τὸ  καθ᾿  ἡμῶν  χειρόγραφον  προσηλώσας,  τῷ  Σταυρῷ  ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε. Προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον ἔγερσιν.

Στίχ. γ´. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς  μου.

Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν ἀνάστασιν·  αὐτὸς  γὰρ  λυτρωτής  ἐστι,  καὶ Σωτὴρ  τῶν  ψυχῶν  ἡμῶν·  καὶ  ἐν  δόξῃ  φοβερᾷ, καὶ  κραταιᾷ  δυνάμει,  πάλιν  ἔρχεται,  κρῖναι κόσμον, ὃν ἔπλασεν.

Ἕτερα Στιχηρὰ Ἀνατολικά.

Στίχ.  δ´.  Γενηθήτω  τά  ὦτά  σου  προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσε-ώς μου.

Ἐκ στειρευούσης γεγέννηται νηδύος, ὁ λύσας τὴν στείρωσιν τῶν καρδιῶν ἡμῶν, καὶ εὐτεκνίαν ἐν πίστει τε καὶ ἀληθείᾳ, ψυχαῖς ἀκάρποις λόγον δωρούμενος, ὁ ἔνδοξος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, φωνὴ τοῦ Λόγου ἡ εὔσημος, τῆς μετανοίας, ὁ προσημάντωρ ὁ μεγαλόφωνος, καὶ Παλαιᾶς τε καὶ τῆς Νέας, θεῖος μεσίτης σαφῶς γνωριζόμενος, οὗ τὴν γέννησιν πόθῳ, ἑορτάσωμεν γηθόμενοι.

Στίχ.  ε´.  Ἐὰν  ἀνομίας  παρατηρήσῃς,  Κύριε Κύριε,  τίς  ὑποστήσεται;  ὅτι  παρὰ  σοὶ  ὁ  ἱλασμός ἐστιν.

Ὁ σιτευτὸς νῦν τῆς ἐγκρατείας μόσχος, ἐκ στείρας γεγέννηται, ὑποδεικνύων ἡμῖν, τὸν ἐκ Παρθένου νεάνιδος, ἀμνὸν τεχθέντα, καὶ τὰ τοῦ κόσμου αἴροντα πταίσματα, τρυγὼν ἡ φιλέρημος, σαφῶς ἐπέφανε, τὸ θεῖον ἔαρ μηνύουσα, δι’ οὗ ἐπαύθη, τῆς ἀθεΐας χειμὼν βαρύτατος, καὶ τοῦ νυμφίου φίλος γνήσιος, περιφανῶς ἐπεδήμησεν, Ἰωάννης πρεσβεύων, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Στίχ. Ϛ´. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε,  Κύριε·  ὑπέμεινεν  ἡ    ψυχή  μου  εἰς  τὸν  λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Ἠνοίγησάν  σοι  Κύριε,  φόβῳ πύλαι  θανάτου· πυλωροὶ  δὲ  ᾅδου  ἰδό-ντες  σε  ἔπτηξαν·  πύλας γὰρ  χαλκᾶς  συνέτριψας,  καὶ  μοχλοὺς  σιδη-ροῦς συνέθλασας, καὶ ἐξήγαγες ἡμᾶς ἐκ σκότους, καὶ σκιᾶς θανάτου,     καὶ τοὺς δεσμοὺς ἡμῶν διέῤῥηξας.

Στίχ.  ζ´.  Ἀπὸ  φυλακῆς πρωΐας  μέχρι  νυκτός,ἀπὸ  φυλακῆς  πρωΐας      ἐλπισάτω  Ἰσραὴλ  ἐπὶ τὸν Κύριον.

Ὁ κατὰ θείαν τεχθεὶς ἐπαγγελίαν, ὅτε ὁ παμμέγιστος θεῖος, Ἀρχάγγελος, ἐν τῷ ναῷ τῷ γεννήτορι, σοῦ δεομένῳ, εὐηγγελίσατο τὴν σὴν γέννησιν, τότε ἀπιστήσαντι καὶ ἀντιλέξαντι, τῷ Ἱερεῖ καθὼς γέγραπται, τὴν ἀφωνίαν, ὁ Γαβριὴλ ἐπήγαγε καὶ τὴν κώφευσιν, ἄχρι τοῦ τόκου, σὺ δὲ Πρόδρομε, τὸν πατέρα τεχθεὶς τῶν τῆς γλώττης δεσμῶν, ἠλευθέρωσας μάκαρ, καὶ πρεσβεύεις ὑπὲρ πάντων ἡμῶν.

Στιχηρὰ προσόμοια της οσιομάρτυρος γ´.

Στίχ.  η´.  Ὅτι  παρὰ  τῷ  Κυρίῳ  τὸ  ἔλεος,  καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρω-σις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Ἄθλησιν ὑπέμεινας, τῇ σῇ παλαίστρᾳ κατάλληλον, Φεβρωνία πανεύφημε, ἱδρῶσιν ἀσκήσεως, μαρτυρίου αἷμα, συγκερασαμένη· ὅθεν καὶ στέφανον διπλοῦν, ὁ εὐεργέτης σοι ἐχαρίσατο, πρὸς ὃν καὶ ἀνελήλυθας, πεποικιλμένη λαμπρότητι, ὡς Παρθένος πανάμωμος, καὶ ὡς Μάρτυς ἀήττητος.

Στίχ.  θ´.  Αἰνεῖτε  τὸν  Κύριον, πάντα  τὰ  ἔθνη, ἐπαινέσατε αὐτόν, πά-ντες οἱ λαοί.

Κάλλει τὸ τοῦ σώματος, ἡ ὡραιότης ἡ ἔνθεος, τῆς ψυχῆς σου συνέδραμεν· ὡς κρίνον γὰρ ἔλαμψας, ἐν μοναῖς ὅσιαις, ἐκλελευκασμένη, καὶ ταῖς τοῦ αἵματος ῥοαῖς, πεφοινιγμένη Νύμφη πανάμωμε· διὸ σε καὶ οὐράνιος, τερπνὸς ἐδέξατο θάλαμος, καὶ παστὰς ἀκατάλυτος, ὡς Παρθένον καὶ Μάρτυρα.

Στίχ.  ι´. Ὅτι  ἐκραταιώθη  τὸ  ἔλεος  αὐτοῦ  ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Κύκλῳ παρενέβαλε, σοῦ Φεβρωνία πανεύφημε, ὁ ῥυόμενος Ἄγγελος· ἐκ βρέφους γὰρ Κύριον, φοβουμένη ὤφθης, καὶ ἀνακειμένη, ὥσπερ ἀνάθημα τερπνόν, τετηρημένον τῷ παντοκράτορι, ἐντεῦθεν κατεπάτησας, τὴν τοῦ Σελήνου παράνοιαν, καὶ στεφθεῖσα ἀνέδραμες, πρὸς Χριστὸν τὸν νυμφίον σου.

Δόξα. 

Ἡ Ἐλισάβετ συνέλαβε τὸν Πρόδρομον τῆς χάριτος, ἡ δὲ Παρθένος τὸν Κύριον τῆς δόξης. Ἠσπάσαντο ἀλλήλας αἱ μητέρες, καὶ τὸ βρέφος ἐσκίρτησεν· ἔνδοθεν γὰρ ὁ δοῦλος ᾔνει τὸν Δεσπότην, θαυμάσασα ἡ μήτηρ τοῦ Προδρόμου, ἤρξατο βοᾶν· Πόθεν μοι τοῦτο, ἵνα ἡ Μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρὸς με; ἵνα σώσῃ λαὸν ἀπεγνωσμένον. Ὁ ἔχων τὸ μέγα ἔλεος, δόξα σοι.

Καὶ νῦν. Θεοτοκίον

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης·  ὡς  γὰρ  ἡ  βάτος  οὐκ  ἐκαίετο  καταφλεγομένη,  οὕτω  παρθένος  ἔτεκες,  καὶ  παρθένος  ἔ-μεινας·  ἀντὶ  στύλου πυρός,  δικαιοσύνης ἀνέτειλεν ἥλιος, ἀντὶ Μωϋσέ-ως Χριστός,ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

* * *

Εἴσοδος καὶ ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦ-μα·

Φῶς ἱλαρὸν ἁγίας δόξης,*ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος* Ἰησοῦ Χριστέ,*ἐλθόντες  ἐπὶ  τὴν  ἡλίου  δύσιν,*  ἰδόντες  φῶς ἑσπερι-νόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅγιον  Πνεῦμα,  Θεόν. *  Ἄξιόν  σε  ἐν  πᾶσι  καιροῖς *  ὑμνεῖσθαι  φωναῖς  αἰσίαις, *  Υἱὲ  Θεοῦ,ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει.

Καὶ ψάλλεται τὸ προκείμενον τῆς ἡμέρας.

Τῷ Σαββάτῳ ἑσπέρας.

Ἦχος πλ. β´. Ψαλμὸς Ϟβ´ (92).

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. (Ϟβ´ 1)

Στίχ. α´. Ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. (Ϟβ´ 1)

Στίχ. β´. Καὶ γὰρ ἐστερέωσε τὴν  οἰκουμένην,ἥτις οὐ σαλευθήσεται. (Ϟβ´ 1)

* * *

Εἶτα ἡ συνήθης Ἐκτενής, τό, Καταξίωσον, τὰ Πληρωτικά, ἡ κεφαλοκλισία κ.λπ.

* * *

Εἰς τὸν Στίχον. Ἀπόστιχα Στιχηρά.

Τὸ Ἀναστάσιμον. Ἦχος β´.

Ἡ  Ἀνάστασίς  σου  Χριστὲ  Σωτήρ,  ἅπασαν  ἐφώτισε τὴν  οἰκουμένην,    καὶ ἀνεκαλέσω τὸ  ἴδιον πλάσμα. Παντοδύναμε Κύριε, δόξα σοι.

Τὰ κατ᾿ Ἀλφάβητον. Ἰωάννου τοῦ Δαμασκηνοῦ.

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. (Ψαλμ. Ϟβ´ 1).

Διὰ ξύλου Σῶτερ κατήργησας, τὴν τοῦ ξύλου κατάραν·  κράτος  θανάτου  τῇ  ταφῇ  σου  ἐνέκρωσας, ἐφώτισας δὲ τὸ γένος ἡμῶν τῇ ἐγέρσει  σου·  διὸ  βοῶμέν  σοι·  Ζωοδότα  Χριστέ,  ὁ Θεὸς ἡμῶν δόξα σοι.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις

οὐ σαλευθήσεται. (Ψαλμ. Ϟβ´ 1)

Ἐν  τῷ  σταυρῷ Χριστέ,  φανεὶς  καθηλωμένος,ἠλλοίωσας  κάλλος  κτι-σμάτων·  καὶ  τὸ  μὲν  ἀπάνθρωπον,  στρατιῶται  δεικνύμενοι,  λόγχῃ     πλευράν  σου  ἐκέντησαν·  Ἑβραῖοι  δὲ  σφραγῖσαι  τάφον  ᾐτήσαντο,      τὴν  σὴν  ἐξουσίαν,  οὐκἐπιστάμενοι.  Ἀλλ᾿  ὁ  δι᾿  οἶκτον  σπλάγχνων σου  καταδεξάμενος  ταφήν,  καὶ  τριήμερος  ἀναστάς, Κύριε δόξα σοι.

Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. (Ψαλμ. Ϟβ´ 5).

Ζωοδότα Χριστέ, ἑκουσίως πάθος ὑποστὰς διὰ  θνητούς,  ἐν  ᾅδῃ  δὲ  κατελθὼν  ὡς  δυνατός,τοὺς  ἐκεῖ  τὴν  ἔλευσιν  μένοντας  τὴν  σήν,  ἀ‐φαρπάσας  ὡς  ἐκ  χειρὸς  κραταιοῦ,  Παράδεισον ἀνθ᾿ ᾅδου, οἰκεῖν δε-δώρησαι· διὸ καὶ ἡμῖν τοῖς  δοξάζουσι,  τὴν  σὴν  τριήμερον  ἔγερσιν,δώ-ρησαι ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν.

Βλέπε τὴν Ἐλισάβετ, πρὸς τὴν Παρθένον Μαριὰμ διαλεγομένην· Τὶ παραγέγονας πρὸς με, ἡ Μήτηρ τοῦ Κυρίου μου; σὺ Βασιλέα βαστάζεις, κἀγὼ στρατιώτην, σὺ τόν νομοδότην, κἀγὼ τὸν νομοθέτην, σὺ τὸν Λόγον, κἀγὼ τὴν φωνήν, τὴν κηρύξασαν τὴν βασιλείαν τῶν οὐρανῶν.

* * *

Νῦν ἀπολύεις, Τρισάγιον καὶ τὰ Ἀπολυτίκια.

Ἀπολυτίκιον Ἀναστάσιμον. Ἧχος β´.

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος,  τότε  τὸν  ᾅδην  ἐ-νέκρωσας,  τῇ  ἀστραπῇ τῆς θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶτας,  ἐκ     τῶν καταχθονίων  ἀνέστησας,  πᾶσαι αἱ  δυνάμεις  τῶν  ἐπουρανίων      ἐκραύγαζον· Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Δόξα. Δ΄ήχος

Προφῆτα καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαί σε οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ πόθῳ τιμῶντές σε· στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυνται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύττεται.

Καὶ νῦν. Θεοτοκίον.

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καὶ Ἀπόλυσις.

* * * * *

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 

Μετὰ τὸν Ἑξάψαλμον,

Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·

Ὅτι πρέπει σοι πᾶσα δόξα…

Ἦχος β´.

Θεὸς  Κύριος,  καὶ  ἐπέφανεν  ἡμῖν·  εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό-ματι Κυρίου.

Στίχ.  α´.  Ἐξομολογεῖσθε  τῷ  Κυρίῳ,  ὅτι  ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔ-λεος αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

Στίχ.  β´.  Πάντα  τὰ  ἔθνη  ἐκύκλωσάν  με,  καὶ τῷ ὀνόματι Κυρίου ἠμυ-νάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡ-μῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ΑΠΟΛΥΤΙΚΙΑ

Τὸ Ἀναστάσιμον. Ἦχος β´.

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος,  τότε  τὸν  ᾅδην  ἐνέκρωσας,  τῇ  ἀστραπῇ τῆς θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶτας,  ἐκ  τῶν καταχθονίων  ἀνέστησας,  πᾶσαι αἱ  δυνάμεις  τῶν  ἐπουρανίων  ἐκραύ-γαζον· Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Πάντα  ὑπὲρ  ἔννοιαν,  πάντα  ὑπερένδοξα,  τὰ σά,  Θεοτόκε  μυστήρια·  τῇ  ἁγνείᾳ  ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώ-σθης  ἀψευδής,  Θεὸν  τεκοῦσα  ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·

Ὅτι σὸν τὸ κράτος…

* * *

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.

Ἀναστάσιμον. Ἦχος β´. Αὐτόμελον.

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών,τὸ ἄχραντόν σου σῶμα, σινδόνι καθαρᾷ εἱλήσας, καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέ-θετο· ἀλλὰ τριήμερος ἀνέστης, Κύριε,παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα. Ὅμοιον.

Ταῖς Μυροφόροις  γυναιξί, παρὰ  τὸ  μνῆμα  ἐπιστάς,  ὁ  Ἄγγελος  ἐβόα· Τὰ  μύρα  τοῖς  θνητοῖς, ὑπάρχει ἁρμόδια· Χριστὸς δὲ διαφθορᾶς εδεί-χθη  ἀλλότριος·  ἀλλὰ  κραυγάσατε·  Ἀνέστη  ὁ Κύριος, παρέχων τῷ κό-σμῳ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.

Ὑπερευλογημένη  ὑπάρχεις,  Θεοτόκε  Παρθένε·  διὰ  γὰρ  τοῦ  ἐκ  σοῦ  σαρκωθέντος,  ὁ  ᾅδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα     νενέκρωται,  ἡ  Εὔα  ἠλευθέρωται,  ὁ  θάνατος  τεθανάτωται,  καὶ  ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι.

Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.

Ἦχος β´.

Τὸν  λίθον  τοῦ  μνήματος,  σφραγισθῆναι  μὴ κωλύσας,  τὴν  πέτραν       τῆς  πίστεως,  ἀναστὰς παρέσχες πᾶσι. Κύριε δόξα σοι.

Δόξα.

Τῶν  μαθητῶν  σου  ὁ  χορός,  σὺν Μυροφόροις γυναιξίν,  ἀγάλλεται      συμφώνως·  κοινὴν  γὰρ ἑορτήν, σὺν αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ   τιμὴν τῆς σῆς ἀναστάσεως· καὶ δι᾿ αὐτῶν φιλάνθρωπε  Κύριε,  τῷ  λαῷ  σου  παράσχου  τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.

Ὑπερευλογημένη  ὑπάρχεις,  Θεοτόκε  Παρθένε·  διὰ  γὰρ  τοῦ  ἐκ  σοῦ  σαρκωθέντος,  ὁ  ᾅδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα     νενέκρωται,  ἡ  Εὔα  ἠλευθέρωται,  ὁ  θάνατος  τεθανάτωται,  καὶ  ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς   ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι.

* * *

ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ 

Ἦχος πλ. α´.

Εὐλογητὸς εἶ, Κύριε·  δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε *ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶτερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ *τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ    ᾅδου * πάντας ἐλευθερώσαντα.

Εὐλογητὸς εἶ, Κύριε·  δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μαθήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφό-ροις· *Ἴδετε  ὑμεῖς *  τὸν  τάφον  καὶ  ἥσθητε· *  ὁ Σωτὴρ γὰρ * ἐξανέστητοῦ μνήματος.

Εὐλογητὸς εἶ, Κύριε·  δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν  πρωῒ  *  μυροφόροι  ἔδραμον  *  πρὸς  τὸ μνῆμά  σου  θρηνολο-γοῦσαι·  *  ἀλλ᾿  ἐπέστη  *πρὸς  αὐτὰς  ὁ  ἄγγελος  καὶ  εἶπε· *  Θρήνου  ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστασιν δὲ * ἀποστόλοις εἴ-πατε.

Εὐλογητὸς εἶ, Κύριε·  δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶ-τερ,* ἐνηχοῦντο ἀγγέλου *  πρὸς  αὐτὰς  φθεγγομένου· *  Τί  μετὰ  νε-κρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος.

Δόξα Πατρὶ καὶ Υἱῷ  καὶ ἁγίῳ Πνεύματι.

Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα *  ἐν  μιᾷ  τῇ  οὐσίᾳ, *  σὺν  τοῖς Σεραφὶμ *  κρά‐ζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς  αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ζωοδότην  τεκοῦσα, *  ἐλυτρώσω,  Παρθένε, τὸν  Ἀδὰμ  ἁμαρτίας· *  χαρμονὴν  δὲ  τῇ  Εὔᾳ *ἀντὶ λύπης παρέσχες· *  ῥεύσαντα ζωῆς, * ἴθυνε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε‐ὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα,  ἀλληλούϊα,  ἀλληλούϊα·  δόξα  σοι ὁ Θεός. (ἐκ γ´)

Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·

Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα…

* * *

ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ 

Ἡ Ὑπακοή. Ἦχος β´.

Μετὰ  τὸ πάθος, πορευθεῖσαι  ἐν  τῷ  μνήματι,πρὸς  τὸ  μυρίσαι,  τὸ       σῶμά  σου  αἱ  γυναῖκες,Χριστὲ  ὁ  Θεός,  εἶδον  Ἀγγέλους  ἐν  τῷ  τάφῳ καὶ ἐξέστησαν· φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν,ὅτι  ἀνέστη  ὁ  Κύριος,  πα-ρέχων  τῷ  κόσμῳ,  τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοί. Ἦχος β´.

Ἀντίφωνον Α´.

Ἐν τῷ  οὐρανῷ τὰ  ὄμματα, ἐκπέμπω μου τῆς καρδίας,  πρὸς  σὲ  Σωτήρ·  σῶσόν  με  σῇ  ἐπιλάμψει.

Ἐλέησον  ἡμᾶς  τοὺς  πταίοντάς  σοι  πολλά,καθ᾿  ἑκάστην  ὥραν,  ὦ       Χριστέ  μου,  καὶ  δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι.

Δόξα. Καὶ νῦν.

Ἁγίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν,  τὸ  κινεῖν  τὴν  κτίσιν· Θεὸς  γάρ  ἐστιν,  ὁμοούσιος Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Β´.

Εἰ  μὴ  ὅτι  Κύριος  ἦν  ἐν  ἡμῖν,  τίς  ἱκανὸς  σῶος φυλαχθῆναι  ἐκ  τοῦ  ἐ-χθροῦ  ἅμα  καὶ  ἀνθρω‐ποκτόνου;

Τοῖς  ὀδοῦσιν  αὐτῶν,  μὴ  παραδῷς  Σῶτερ  τὸν σὸν  δοῦλον·  λέοντος   τρόπον  κατ᾿  ἐμοῦ  κινοῦνται, καὶ γὰρ οἱ ἐχθροί μου.

Δόξα. Καὶ νῦν.

Ἁγίῳ  Πνεύματι,  ζωαρχία  καὶ  γέρας·  πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι᾿ Υἱοῦ δέ.

Ἀντίφωνον Γ´.

Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁγίῳ· οἳ οὐδαμῶς σαλεύο-νται, προσβολαῖς τοῦ βελίαρ.

Ἐν ἀνομίαις χεῖρας αὐτῶν, μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες· οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ.

Δόξα. Καὶ νῦν.

Ἁγίῳ  Πνεύματι,  προσπηγάζει  πᾶσα  σοφία,ἔνθεν χάρις Ἀποστόλοις,     καὶ τοῖς ἄθλοις καταστέφονται,  Μάρτυρες,  καὶ  Προφῆται  ὁρῶ‐

σιν.

Προκείμενον. Ψαλμὸς ζ´ (7).

Ἐξεγέρθητι,  Κύριε  ὁ  Θεός  μου,  ἐν  προστάγματι ᾧ ἐνετείλω, καὶ συνα-γωγὴ λαῶν κυκλώσει σε. (δίς)

Στίχ.  Κύριε,  ὁ Θεός  μου,  ἐπὶ  σοὶ  ἤλπισα·  σῶσόν με ἐκ πάντων τῶν δι-ωκόντων με καὶ ρῦσαί με.

Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου…

* * *

ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ 

Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ἐλέησον.

Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, …

Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Στίχ. Αἰνεῖτε  τὸν  Θεὸν  ἐν  τοῖς  ἁγίοις  αὐτοῦ· αἰνεῖτε  αὐτὸν  ἐν  στερεώματι  τῆς  δυνάμεως αὐτοῦ.

Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον.

Ὁ  διάκονος·  Καὶ  ὑπὲρ  τοῦ  καταξιωθῆναι  ἡμᾶς  τῆς  ἀκροάσεως  τοῦ  ἁγίου  Εὐαγγελίου

Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Κύριε, ἐλέησον. (γ´)

Ὁ  διάκονος· Σοφία·  ὀρθοί· ἀκούσωμεν τοῦ  ἁγίου Εὐαγγελίου.

Ὁ ἱερεύς· Εἰρήνη πᾶσι.

Καὶ τῷ Πνεύματί σου.

Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

Ὁ διάκονος· Πρόσχωμεν.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ ἱερεὺς ἀναγινώσκει  τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον.

Ἑωθινὸν Γ´  

Ἐκ τοῦ κατὰ Μᾶρκον (ιστ´ 9‐20).

Ἀναστὰς  ὁ  Ἰησοῦς πρωὶ πρώτῃ  σαββάτου, ἐφάνη  πρῶτον Μαρίᾳ  τῇ Μαγδαληνῇ,  ἀφ᾿  ἧς ἐκβεβλήκει  ἑπτὰ  δαιμόνια.  Ἐκείνη πορευθεῖ‐σα  ἀπήγγειλε  τοῖς  μετ᾿  αὐτοῦ  γενομένοις,πενθοῦσι καὶ  κλαίουσι, κἀ-κεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς, ἠπίστησαν. Μετὰ  δὲ ταῦτα  δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν  ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πο-ρευομένοις εἰς ἀγρόν.  Κἀκεῖνοι  ἀπελθόντες  ἀπήγγειλαν τοῖς λοιποῖς·  οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὕστερον  ἀνακειμένοις  αὐτοῖς  τοῖς  ἕνδεκα  ἐφανερώθη,  καὶ  ὠνείδισε  τὴν  ἀπιστίαν  αὐτῶν  καὶ σκληροκαρδίαν,   ὅτι  τοῖς  θεασαμένοις  αὐτὸν ἐγηγερμένον  οὐκ  ἐπίστευσαν.  Καὶ  εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε  τὸ  εὐαγγέλιον   πάσῃ  τῇ  κτίσει.  Ὁ  πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστή-σας  κατακριθήσεται.  Σημεῖα  δὲ  τοῖς  πιστεύσασι ταῦτα παρακολουθή-σει· ἐν τῷ  ὀνόματί  μου  δαιμόνια  ἐκβαλοῦσι·  γλώσσαις  λαλήσουσι     καιναῖς·  ὄφεις  ἀροῦσι·  κἂν  θανάσιμόν  τι  πίωσιν,  οὐ  μὴ  αὐτοὺς       βλάψει·  ἐπὶ  ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν.  Ὁ  μὲν οὖν  Κύριος  μετὰ  τὸ  λαλῆσαι  αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐ-κάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν  πανταχοῦ,τοῦ  Κυρίου  συνεργοῦντος  καὶ  τὸν  λόγον  βεβαιοῦντος  διὰ  τῶν  ἐπα‐κολουθούντων σημείων. Ἀμήν.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνήσωμεν  ἅγιον  Κύριον  Ἰησοῦν, *  τὸν  μόνον  ἀναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν *  καὶ  τὴν  ἁγίαν  σου  ἀνά-στασιν *ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡμῶν,* ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνομά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν *  τὴν  τοῦ  Χριστοῦ  ἁγίαν  ἀ-νάστασιν· *  ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ *χαρὰ  ἐν  ὅλῳ  τῷ  κόσμῳ. *  Διὰ  παντὸς  εὐλογοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς,* θανάτῳ θάνατον ὤλεσεν.

Οἱ  χοροὶ ψάλλουν  ἀντιφωνικῶς  κατὰ  στίχον

τὸν  ν´  ψαλμόν,  προτάσσοντες  (ἐν  Κυριακῇ)

τὴν προφώνησιν Ἐλεῆμον.

Ἦχος β´.

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ  κατὰ  τὸ πλῆθος  τῶν  οἰκτιρμῶν  σου  ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἐπὶ  πλεῖον  πλῦνόν  με  ἀπὸ  τῆς  ἀνομίας  μου καὶ ἀπὸ τῆς ἁμαρτίας     μου καθάρισόν με.

Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ  ἡ  ἁμαρτία μου ἐνώπιόν μού ἐ-στι διὰ παντός.

Σοὶ  μόνῳ  ἥμαρτον  καὶ  τὸ  πονηρὸν  ἐνώπιόν σου  ἐποίησα,  ὅπως  ἂν  δικαιωθῇς  ἐν  τοῖς  λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν  ἁμαρτίαις ἐκίσσησέ με ἡ μή-τηρ μου.

Ἰδοὺ  γὰρ  ἀλήθειαν  ἠγάπησας,  τὰ  ἄδηλα  καὶ τὰ κρύφια τῆς σοφίας    σου ἐδήλωσάς μοι.

Ῥαντιεῖς  με  ὑσσώπῳ,  καὶ  καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τετα-πεινωμένα.

Ἀπόστρεψον  τὸ  πρόσωπόν  σου  ἀπὸ  τῶν  ἁμαρτιῶν μου καὶ πάσας     τὰς ἀνομίας μου ἐξάλειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα  εὐθὲς  ἐγκαίνισον  ἐν  τοῖς  ἐγκάτοις μου.

Μὴ  ἀπορρίψῃς  με  ἀπὸ  τοῦ  προσώπου  σου,καὶ  τὸ  Πνεῦμά  σου  τὸ  ἅγιον  μὴ  ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.

Ἀπόδος  μοι  τὴν  ἀγαλλίασιν  τοῦ  σωτηρίου σου, καὶ πνεύματι ἡγεμο-νικῷ στήριξόν με.

Διδάξω  ἀνόμους  τὰς  ὁδούς  σου,  καὶ  ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.

Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

Κύριε,  τὰ  χείλη  μου  ἀνοίξεις,  καὶ  τὸ  στόμα μου ἀναγγελεῖ τὴν αἴνε-σίν σου.

Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν·  ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν  συντετριμμένην  καὶ    τεταπεινωμένην  ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Ἀγάθυνον,  Κύριε,  ἐν  τῇ  εὐδοκίᾳ  σου  τὴν  Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Δόξα.

Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον,ἐξάλειψον  τὰ  πλήθη  *       τῶν  ἐμῶν  ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη * τῶν  ἐμῶν ἐγκλημάτων.

Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου,  καὶ  κατὰ  τὸ πλῆθος  τῶν  οἰκτιρμῶν  σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἀναστὰς  ὁ  Ἰησοῦς  ἀπὸ  τοῦ  τάφου, *  καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν *καὶ μέγα ἔλεος.

Σῶσον,  ὁ  Θεός,  τὸν  λαόν  Σου… Κύριε,  ἐλέησον (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς… Ἀμήν.

* * *

ΟΙ ΚΑΝΟΝΕΣ 

Ὁ Ἀναστάσιμος καὶ ὁ της Αγίας

ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´.

Ποίημα Ἰωάννου μοναχοῦ  (τοῦ Δαμασκηνοῦ).

Ἦχος β´. Ὁ εἱρμός.

Ἐν βυθῷ κατέστρωσέ ποτε, τὴν φαραωνίτιδα,πανστρατιὰν  ἡ  ὑπέρο-πλος  δύναμις,  σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξή-λειψεν,  ὁ  δεδοξασμένος,  Κύριος·  ἐνδόξως γὰρ δεδόξασται.

Τροπάρια.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ὁ τοῦ κόσμου ἄρχων Ἀγαθέ, ᾧ ἀπεγραψάμεθα,  τῇ  ἐντολῇ  τῇ  σῇ  μὴ   πειθαρχήσαντες,  τῷ Σταυρῷ σου κέκριται· προσβαλὼν γάρ σοι ὡς θνητῷ, περιπέπτωκε  τῷ  τῆς  ἐξουσίας  κράτει σου καὶ ἀσθενὴς διήλεγκται.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν, καὶ τῆς ἀκηράτου  ζωῆς  ἀρχηγός,     εἰς  τὸν  κόσμον  ἐλήλυθας·  τῇ  γὰρ  ἀναστάσει  σου,  διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν ἅπαντες· ἐνδόξως γὰρ δεδόξα-σται.

Θεοτοκίον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὑπερτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε καὶ ὁρατῆς, ἀειπάρθενε κτί-σεως· τὸν γὰρ Κτίστην  τέτοκας,  ὡς  εὐδόκησε  σαρκωθῆναι  ἐν μήτρᾳ    σου, ᾧ σὺν παρρησίᾳ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ της αγίας οὗτος,

ᾨδὴ α’ Ἦχος πλ. δ’

Ὑγρὰν διοδεύσας

Αγία του Θεού, πρέσβευε υπέρ ημών

Ὑπέρμαχε δόξης τῆς τοῦ Χριστοῦ, παράσχου μοι χάριν, Φεβρωνία καὶ φωτισμόν, τὴν σὴν εὐφημῆσαι φωτοφόρον, καὶ σεβασμίαν πανήγυριν ᾄσμασι.

Μελέτῃ θανάτου διηνεκεῖ, λαμπρύνασα Μάρτυς, Φεβρωνία σοῦ τὴν ψυχήν, ἔδραμες πρὸς ὕψος μαρτυρίου, διὰ βασάνων πολλῶν προσαχθεῖσα Χριστῷ.

Νεώσασα πόνοις ἀσκητικοῖς, τὴν ἄρουραν Μάρτυς, τῆς καρδίας σου τηλαυγῶς, Μαρτύρων ἐδρέψω τοὺς στεφάνους, ἀθλητικῶς τῷ Θεῷ ἡμῶν ᾄδουσα.

Ὁ νεύματι πάντα δημιουργῶν, ἐκ σοῦ Θεομῆτορ, ἐσαρκώθη, ὃν εὐσεβῶς, ποθήσασα κόρη Φεβρωνία, μαρτυρικῶς ἐν αὐτῷ προσενήνεκται.

 

ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος.

Ἦχος β´. Ὁ εἱρμός.

Ἐξήνθησεν  ἡ  ἔρημος,  ὡσεὶ  κρίνον  Κύριε,  ἡ τῶν ἐθνῶν στειρεύουσα,  Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.

Τροπάρια.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ἡ κτίσις ἐν τῷ πάθει σου, ἠλλοιοῦτο βλέπουσα,  ἐν  εὐτελεῖ  προσχήμα-τι,  ὑπ᾿  ἀνόμων  μυκτηριζόμενον,  τὸν  ἑδράσαντα  πάντα  θείῳ νεύματι.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ἐκ  χοὸς  κατ᾿  εἰκόνα  με,  τῇ  χειρί  σου  ἔπλασας,  καὶ  συντριβέντα  πά-λιν  δέ,  εἰς  χοῦν  θανάτου  δι᾿  ἁμαρτίαν  Χριστέ,  συγκαταβὰς  εἰς ᾅδην συνανέστησας.

Θεοτοκίον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε,  καὶ  τῶν  ἀνθρώπων  ἔ-φριξαν,  αἱ  καρδίαι ἐπὶ  τῷ  τόκῳ  σου·  διό  σε Θεοτόκον πίστει  σέβο-μεν.

Της Αγίας (Σὺ εἶ τὸ στερέωμα)

Ἴσχυσας τῷ Πνεύματι, καταβαλεῖν ὀφρὺν ἔνδοξε, τυραννικήν, καὶ πολυθεΐας, Φεβρωνία τὸ ἄθεον.

Σὺ νῦν ἐστερέωσας, τῇ κραταιᾷ χειρὶ Δέσποτα, μαρτυρικῶς, ἀγωνιζομένην, Φεβρωνίαν τὴν ἔνδοξον.

Σῶμά σου τεμνόμενον, ὑπὲρ Χριστοῦ ἁγνὴ πάνσοφε, μαρτυρικῶς, σὺ τοῦ Παραδείσου, ἐγεώργεις ἀπόλαυσιν.

Θεοτοκίον

Εὗρέ σε βοήθειαν, τὴν Θεομήτορα Πάναγνε, ἡ εὐκλεής, Μάρτυς Φεβρωνία, καὶ τυράννους κατῄσχυνε.

 

ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ 

Κάθισμα της Αγίας.

Ποθήσασα Χριστόν, τὸν ὡραῖον ἐν κάλλει, ἐχώρησας τομῶς, πρὸς μεγίστους ἀγῶνας, δι’ ὧν τὸν ἀρχέκακον, παντελῶς ἐθανάτωσας· οὗ με λύτρωσαι, τῶν πολυπλόκων παγίδων, ὁδηγοῦσά με, ταῖς σαῖς εὐχαῖς Φεβρωνία, πρὸς θείαν μετάνοιαν.

Δόξα και νυν

«Νηδύι μητρική»

Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·

Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης…

* * *

ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ 

Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα.

Κοντάκιον. Ἦχος β´. Τὰ ἄνω ζητῶν.

Ἀνέστης Σωτήρ,  ἐκ  τάφου παντοδύναμε,  καὶ ᾅδης ἰδών, τὸ θαῦμα ἐξε-πλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι,καὶ ὁ Ἀδὰμ συναγάλλεται, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.

Ὁ Οἶκος.

Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνάστασις  πάντων,  καὶ  ἡ  ζωὴ  τῶν  βροτῶν,  καὶ πάντας  συνανέστησας,  τοῦ  θανάτου  τὸ  κράτος  Σω-τὴρ  σκυλεύσας,  καὶ  τοῦ  ᾅδου  τὰς  πύλας  συντρίψας  Λόγε,  καὶ  οἱ    θνητοὶ  κατιδόντες  τὸ  θαῦμα  ἐθαύμαζον,  καὶ  πᾶσα  κτίσις συγχαίρει  ἐν  τῇ  σῇ  ἀναστάσει,  Φιλάνθρωπε.Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑ-μνοῦμεν τὴν σὴν συγκατάβασιν, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.

Συναξάριον.

* * *

ΚΑΤΑΒΑΣΙΑΙ 

Τῆς Θεοτόκου.

ᾨδὴ α´. Ἦχος δ´.

Ἀνοίξω  τὸ  στόμα  μου  *  καὶ  πληρωθήσεται Πνεύματος *  καὶ  λόγον   ἐρεύξομαι *  τῇ  βασιλίδι Μητρί· * καὶ ὀφθήσομαι * φαιδρῶς πανηγυρί-ζων  *  καὶ  ᾄσω  γηθόμενος  *  ταύτης  τὰ θαύματα.

ᾨδὴ γ´.

Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ ἄφθονος  πηγή, *  θίασον  συγκροτήσαντας  *πνευματικόν, στερέωσον· * καὶ ἐν τῇ θείᾳ δόξῃ σου * στεφάνων δόξης ἀξίωσον.

ᾨδὴ δ´.

Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς Παρθένου  σαρκώσεως *   σοῦ  τοῦ  ὑψίστου *  ὁ προφήτης Ἀββακοὺμ * κατανοῶν ἐκραύγαζε· * Δόξα τῇ δυνάμει σου, Κύριε.

ᾨδὴ ε´.

Ἐξέστη τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου· *σὺ γάρ, ἀπειρόγαμε Παρ-θένε,* ἔσχες ἐν μήτρᾳ *  τὸν  ἐπὶ  πάντων  Θεὸν *  καὶ  τέτοκας  ἄχρονον Υἱόν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρίαν βραβεύοντα.

ᾨδὴ ς´.

Τὴν  θείαν  ταύτην  καὶ  πάντιμον *  τελοῦντες ἑορτὴν οἱ θεόφρονες *     τῆς Θεομήτορος * δεῦτε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τεχθέντα * Θεὸν δοξάζοντες.

ᾨδὴ ζ´.

Οὐκ  ἐλάτρευσαν  *  τῇ  κτίσει  οἱ  θεόφρονες  *παρὰ  τὸν  κτίσαντα· * ἀλλὰ  πυρὸς  ἀπειλὴν *ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον· *Ὑπερύμνητε, *  ὁ  τῶν  πατέρων  Κύριος  *  καὶ Θεός, εὐλογητὸς εἶ.

ᾨδὴ η´.

Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον,

Παῖδας  εὐαγεῖς  ἐν  τῇ  καμίνῳ  *  ὁ  τόκος  τῆς Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος· * νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅπα‐σαν * ἀγείρει ψάλλουσαν· * Τὸν Κύριον ὑμνεῖτε  τὰ  ἔργα  *  καὶ  ὑπερυ-ψοῦτε  *  εἰς  πάντας τοὺς αἰῶνας.

* * *

Ὁ διάκονος· Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνομεν.

Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ 

Στίχ.  α´. Μεγαλύνει  ἡ ψυχή  μου  τὸν  Κύριον,καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ  τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν *  ἀσυγκρίτως  τῶν  Σεραφίμ,*  τὴν  ἀδιαφθόρως  Θεὸν  Λόγον  τεκοῦσαν,*  τὴν  ὄντως Θεοτό-κον, * σὲ μεγαλύνομεν.

Στίχ.  β´. Ὅτι  ἐπέβλεψεν  ἐπὶ  τὴν  ταπείνωσιν τῆς  δούλης αὐτοῦ·  ἰδοὺ γὰρ ἀπὸ  τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ…

Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός,καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς  γενεὰν  καὶ  γενεὰν  τοῖς  φοβουμένοις  αὐτόν.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ…

Στίχ.  δ´. Ἐποίησε  κράτος  ἐν  βραχίονι  αὐτοῦ,διεσκόρπισεν  ὑπερηφάνους  δια-νοίᾳ  καρδίας αὐτῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ…

Στίχ.  ε.´  Καθεῖλε  δυνάστας  ἀπὸ  θρόνων  καὶ ὕψωσε ταπεινούς· πεινῶ-ντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ…

Στίχ.  Ϛ´. Ἀντελάβετο  Ἰσραὴλ  παιδὸς  αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας  ἡμῶν,  τῷ  Ἀβραὰμ  καὶ  τῷ  σπέρματι αὐτοῦ ἕως αἰ-ῶνος.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ…

Καταβασία. ᾨδὴ θ´.

Ἅπας γηγενὴς * σκιρτάτω τῷ πνεύματι * λαμπαδουχούμενος· *  πανηγυ-ριζέτω  δὲ *  ἀΰλων νόων *  φύσις,  γεραίρουσα *  τὴν  ἱερὰν πανήγυ-ριν *    τῆς  Θεομήτορος,*  καὶ  βοάτω· *  Χαίροις, παμμακάριστε * Θεο-τόκε ἁγνή, ἀειπάρθενε.

Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

* * *

ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ 

Ἦχος β´.

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

Ἅγιος  Κύριος  ὁ  Θεὸς  ἡμῶν. Ὑψοῦτε  Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν πο-δῶν αὐτοῦ, … ὅτι ἅγιός ἐστιν.

Ἀναστάσιμον Ἐξαποστειλάριον Γ´.

Ὅτι Χριστὸς ἐγήγερται, μή τις διαπιστείτω· ἐφάνη  τῇ  Μαρίᾳ  γάρ,  ἔπει-τα  καθωράθη,  τοῖς εἰς ἀγρὸν ἀπιοῦσι· μύσταις δὲ πάλιν ὤφθη, ἀ‐νακειμένοις ἕνδεκα· οὓς βαπτίζειν ἐκπέμψας,εἰς  οὐρανούς,  ὅθεν  κα-ταβέβηκεν  ἀνελήφθη,ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων.

Θεοτοκίον.

Ὁ  ἀνατείλας Ἥλιος,  ἐκ  παστοῦ  ὡς  νυμφίος,ἀπὸ  τοῦ  τάφου  σήμερον,  καὶ  τὸν  ᾅδην  σκυλεύσας, καὶ θάνατον καταργήσας, σὲ Τεκούσης πρε-σβείαις, φῶς ἡμῖν, ἐξαπόστειλον, φῶς φωτίζον  καρδίας, καὶ  τὰς ψυχάς,  φῶς  βαδίζειν ἅπαντας ἐμβιβάζον, ἐν τρίβοις προσταγμάτων σου, καὶ ὁδοῖς τῆς εἰρήνης.

* * *

ΑΙΝΟΙ 

Ἦχος β´.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε  αὐτόν,  πάντες  οἱ  ἄγγελοι  αὐτοῦ·  αἰνεῖτε  αὐτόν,  πᾶσαι  αἱ      δυνάμεις  αὐτοῦ.  Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί·

Στιχηρὰ Ἀναστάσιμα. Ἦχος β´.

Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι  τοῖς ὁσίοις αὐτοῦ.

Πᾶσα πνοὴ καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.

Στίχ.  β´.  Αἰνεῖτε  τὸν  Θεὸν  ἐν  τοῖς  ἁγίοις  αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στε-ρεώματι τῆς δυνάμεως αὐτοῦ.

Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν,  τηροῦντες  τὸν  Βα-σιλέα;  Διατί  γὰρ  ὁ λίθος  οὐκ  ἐφύλαξε  τὴν  πέτραν  τῆς  ζωῆς;  ἢ τὸν   ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν,  λέγοντες  σὺν  ἡμῖν·  Δόξα  τῷ  πλήθει τῶν οἰκτιρμῶν σου, Σωτὴρ ἡμῶν δόξα σοι.

Στίχ.  γ´.  Αἰνεῖτε  αὐτὸν  ἐπὶ  ταῖς  δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κα-τὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε. Ἄγγελος ἐκάθισεν  εἰς  τὸν  λίθον  τοῦ      μνήματος·  αὐτὸς  ἡμᾶς  εὐηγγελίσατο  εἰπών·  Χριστὸς  ἀνέστη  ἐκ νε-κρῶν,  ὁ  Σωτὴρ  τοῦ  κόσμου,  καὶ  ἐπλήρωσε τὰ  σύμπαντα  εὐωδίας.   Χαίρετε  λαοί,  καὶ  ἀγαλλιᾶσθε.

Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως  Κύριε,  τῇ  Κεχαριτωμέ-νῃ  ἐκόμισεν·  Ἄγγελος  δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος,ἐν τῇ σῇ ἀναστάσει ἐκύλισεν. Ὁ μέν, ἀντὶ τῆς λύπης,  εὐφροσύνης  σύμβολα  μηνύων,  ὁ  δέ,ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶ-μέν σοι· Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.

Ἕτερα Στιχηρά, Ἀνατολικά.

Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς    καὶ ὀργάνῳ.

Ἔρραναν  μύρα  μετὰ  δακρύων,  ἐπὶ  τὸ  μνῆμά σου  αἱ  γυναῖκες,  καὶ    ἐπλήσθη  χαρᾶς  τὸ  στόμα αὐτῶν, ἐν τῷ λέγειν· Ἀνέστη ὁ Κύριος.

Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβά-λοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Αἰνεσάτωσαν ἔθνη καὶ λαοί, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἑκουσίως δι᾿   ἡμᾶς Σταυρὸν ὑπομείναντα, καὶ ἐν τῷ ᾅδῃ τριημερεύσαντα· καὶ προ-σκυνησάτωσαν  αὐτοῦ,  τὴν  ἐκ  νεκρῶν  ἀνάστασιν,  δι᾿  ἧς  πεφώτισται  πάντα  τοῦ  κόσμου τὰ πέρατα.

Στίχ. ζ´. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ  τῶν πενήτων σου εἰς τέλος.

Ἐσταυρώθης,  ἐτάφης  Χριστέ,  ὡς  ἠβουλήθης,ἐσκύλευσας  τὸν  θάνα-τον,  ὡς  Θεὸς  καὶ  Δεσπότης, δωρούμενος τῷ κόσμῳ ζωὴν αἰώνιον,  καὶ τὸ μέγα ἔλεος.

Στίχ.  η´.  Ἐξομολογήσομαί  σοι,  Κύριε,  ἐν  ὅλῃ καρδίᾳ  μου,  διηγήσο-μαι πάντα  τὰ  θαυμάσιά σου.

Ὄντως παράνομοι,  σφραγίσαντες  τὸν  λίθον,μείζονος  ἡμᾶς  θαύματος ἠξιώσατε.  Ἔχουσι τὴν  γνῶσιν  οἱ  φύλακες.  Σήμερον  προῆλθε τοῦ        μνήματος,  καὶ  ἔλεγον·  Εἴπατε,  ὅτι  ἡμῶν κοιμωμένων, ἦλθον οἱ Μαθηταί, καὶ ἔκλεψαν αὐτόν.  Καὶ  τίς  κλέπτει  νεκρόν,  μάλιστα  δὲ καὶ  γυ-μνόν;  Αὐτὸς  ἀνέστη  αὐτεξουσίως  ὡς Θεός, καταλιπὼν καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ. Δεῦτε  ἴδετε Ἰουδαῖοι, πῶς οὐ διέρρηξε τὰς  σφραγῖ-δας,  ὁ  τὸν  θάνατον πατήσας,  καὶ τῷ  γένει  τῶν  ἀνθρώπων,  τὴν  ἀτε-λεύτητον ζωὴν δωρούμενος, καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἑωθινὸν Γ´. Ἦχος γ´.

Τῆς  Μαγδαληνῆς  Μαρίας,  τὴν  τοῦ  Σωτῆρος εὐαγγελιζομένης,  ἐκ  νε-κρῶν  ἀνάστασιν  καὶ ἐμφάνειαν,  διαπιστοῦντες  οἱ Μαθηταί,  ὠνειδίζο-ντο  τὸ  τῆς  καρδίας  σκληρόν·  ἀλλὰ  τοῖς σημείοις  καθοπλισθέντες  καὶ  θαύμασι,  πρὸς τὸ κήρυγμα ἀπεστέλλοντο. Καὶ σὺ μὲν Κύριε,πρὸς  τὸν ἀρχίφωτον  ἀνελήφθης  Πατέρα·  οἱ δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον,  τοῖς θαύμασι πιστούμενοι. Διὸ οἱ φωτισθέντες δι᾿ αὐτῶν,  δοξάζομέν     σου, τὴν ἐκ νεκρῶν ἀνάστασιν, φιλάνθρωπε Κύριε.

Καὶ νῦν. Θεοτοκίον.

Ὑπερευλογημένη  ὑπάρχεις,*  Θεοτόκε  Παρθένε· *  διὰ  γὰρ  τοῦ  ἐκ      σοῦ  σαρκωθέντος,*  ὁ ᾅδης   ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται,* ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, *ὁ θάνατος τεθανάτω-   ται,* καὶ ἡμεῖς ἐζωοποιήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογη- τὸς     Χριστὸς  ὁ Θεὸς  ἡμῶν, *  ὁ  οὕτως  εὐδοκήσας, δόξα σοι.

* * *

Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ εις τον ήχον της ημέρας (β’)

Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ´.

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· * ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς ζωῆς  ἡμῶν·  *  καθελὼν  γὰρ  τῷ  θανάτῳ  τὸν θάνα-τον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα ἔλεος.

* * *

ΑΠΟΣΤΟΛΟΣ 

Κυριακῆς Γ´ ἑβδομάδος ἐπιστολῶν.

Προκείμενον καὶ Ἀλληλούϊα τοῦ ἤχου.

Προκείμενον. Ἦχος β´. (Ψαλμὸς ριζ´).

Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν.

Στίχ. Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με.

Πρὸς  Ῥωμαίους  Ἐπιστολῆς  Παύλου  τὸ  Ἀνάγνωσμα.

(Ῥωμ. ε´ 1‐10)

Ἀδελφοί, δικαιωθέντες ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ     τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,  δι᾿  οὗ  καὶ  τὴν προσαγωγὴν  ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ᾿ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς     θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν  κατεργάζεται,  ἡ  δὲ  ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει,  ὅτι  ἡ  ἀγάπη   τοῦ  Θεοῦ  ἐκκέχυται  ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος Ἁγίου τοῦ   δοθέντος ἡμῖν. Ἔτι γὰρ Χριστὸς  ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε.Μόλις  γὰρ  ὑπὲρ  δικαίου  τις  ἀποθανεῖται·  ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀπθανεῖν. Συνίστησι  δὲ  τὴν  ἑαυτοῦ  ἀγάπην  εἰς ἡμᾶς ὁ Θεός, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς  ὑ-πὲρ  ἡμῶν  ἀπέθανε.  Πολλῷ  οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι᾿ αὐτοῦ ἀπὸ τῆς ὀργῆς. Εἰ γὰρ ἐχθροὶ  ὄντες  κα-τηλλάγημεν  τῷ Θεῷ  διὰ  τοῦ θανάτου  τοῦ  υἱοῦ  αὐτοῦ, πολλῷ  μᾶλ-λον  κα‐ταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.

Ἀλληλούϊα (γ´). Ἦχος β´. (Ψαλμὸς ιθ´).

Στίχ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως,  ὑπερασπίσαι  σου  τὸ  ὄνομα  τοῦ Θεοῦ  Ἰακώβ.

Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικα-λεσώμεθά σε.

ΕΥΑΓΓΕΛΙΟΝ 

Κυριακῆς Γ´ Ματθαίου.

Ἐκ τοῦ κατὰ Ματθαῖον (στ´ 22‐33).

Εἶπεν ὁ Κύριος· Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ὁ ὀ-φθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται· ἐὰν δὲ ὁ ὀ-φθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον; Οὐδεὶς δύναται δυσὶ  κυ-ρίοις  δουλεύειν·  ἢ  γὰρ  τὸν  ἕνα  μισήσει καὶ  τὸν  ἕτερον  ἀγαπήσει,  ἢ  ἑνὸς  ἀνθέξεται καὶ  τοῦ  ἑτέρου  καταφρονήσει·  οὐ  δύνασθε Θεῷ    δουλεύειν  καὶ  μαμωνᾷ. Διὰ  τοῦτο  λέγω ὑμῖν,  μὴ  μεριμνᾶτε  τῇ ψυχῇ ὑμῶν  τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ  σῶμα  τοῦ  ἐνδύματος;  Ἐμβλέ-ψατε  εἰς  τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν  οὐδὲ  συνάγουσιν  εἰς  ἀποθήκας,καὶ  ὁ  πατὴρ  ὑμῶν  ὁ  οὐράνιος  τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Τίς δὲ ἐξ ὑμῶν  μεριμνῶν  δύναται  προσθεῖναι  ἐπὶ  τὴν ἡλικίαν  αὐτοῦ  πῆχυν  ἕνα;  Καὶ  περὶ  ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξά-νει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ  ὑμῖν  ὅτι  οὐδὲ  Σολομὼν  ἐν  πάσῃ     τῇ  δόξῃ αὐτοῦ  περιεβάλετο  ὡς  ἓν  τούτων.  Εἰ  δὲ  τὸν χόρτον  τοῦ  ἀγροῦ,  σήμερον  ὄντα  καὶ  αὔριον εἰς  κλίβανον  βαλλόμενον,  ὁ Θεὸς    οὕτως  ἀμφιέννυσιν,  οὐ  πολλῷ  μᾶλλον  ὑμᾶς,  ὀλιγόπιστοι; Μὴ οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν  ἢ  τί  πίωμεν  ἢ  τί  περιβαλώμεθα;  Πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ·  οἶδεν γὰρ  ὁ πατὴρ  ὑμῶν  ὁ  οὐρά-νιος  ὅτι  χρῄζετε  τούτων  ἁπάντων.  Ζητεῖτε  δὲ  πρῶτον  τὴν  βασιλείαν τοῦ  Θεοῦ  καὶ  τὴν  δικαιοσύνην  αὐτοῦ,  καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.

Κοινωνικόν

Αἰνεῖτε  τὸν  Κύριον  ἐκ  τῶν  οὐρανῶν.  Ἀλληλούϊα.

 

Κοινοποίηση άρθρου:
RSS
Follow by Email
Facebook
Facebook
Google+
https://www.agiospatrokosmas.gr/2017/06/24/kuriaki-g-mathaiou-mnhmh-agias-osiomaryros-fevronias/
Twitter