ΚΥΡΙΑΚΗ Ι΄ ΜΑΤΘΑΙΟΥ Απόδοσις της εορτής της Μεταμορφώσεως

ΚΥΡΙΑΚΗ Ι΄ ΜΑΤΘΑΙΟΥ Απόδοσις της εορτής της Μεταμορφώσεως

ΚΥΡΙΑΚΗ Ι΄ ΜΑΤΘΑΙΟΥ Απόδοσις της εορτής της Μεταμορφώσεως
Ήχος Α΄ εωθινόν ι΄

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Προοιμιακός

Εις το Κύριε εκέκραξα ιστώμεν στίχους ι΄
Τέσσερα αναστάσιμα του Α΄ήχου και της εορτής ιδιόμελα 4 εις 6

Ἦχος α΄
Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι Ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν ἀνάστασιν.

Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ, τῷ ἀναστάντι ἐκ νεκρῶν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν.

Δεῦτε λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν ἀνάστασιν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.

Εὐφράνθητε οὐρανοί, σαλπίσατε τὰ θεμέλια τῆς γῆς, βοήσατε τὰ ὄρη εὐφροσύνην· ἰδοὺ γὰρ ὁ Ἐμμανουὴλ τὰς ἁμαρτίας ἡμῶν, τῷ Σταυρῷ προσήλωσε, καὶ ζωὴν ὁ διδούς, θάνατον ἐνέκρωσε, τὸν Ἀδὰμ ἀναστήσας, ὡς φιλάνθρωπος.

Ἦχος δ’ (Κοσμᾶ Μοναχοῦ)
Πρὸ τοῦ σοῦ Σταυροῦ Κύριε, ὄρος οὐρανὸν ἐμιμεῖτο, νεφέλη ὡς σκηνὴ ἐφηπλοῦτο. Σοῦ μεταμορφουμένου, ὑπὸ Πατρὸς δὲ μαρτυρουμένου, παρῆν ὁ Πέτρος σὺν Ἰακώβῳ καὶ Ἰωάννῃ, ὡς μέλλοντες συνεῖναί σοι, καὶ ἐν τῷ καιρῷ τῆς παραδόσεώς σου, ἵνα θεωρήσαντες τὰ θαυμάσιά σου, μὴ δειλιάσωσι τὰ παθήματά σου, ἃ προσκυνῆσαι ἡμᾶς, ἐν εἰρήνῃ καταξίωσον, διὰ τὸ μέγα σου ἔλεος. (2)

Πρὸ τοῦ Σταυροῦ σου Κύριε, παραλαβὼν τοὺς Μαθητὰς εἰς ὄρος ὑψηλόν, μετεμορφώθης ἔμπροσθεν αὐτῶν, ἀκτῖσι δυνάμεως καταυγάζων αὐτούς, ἔνθεν φιλανθρωπίᾳ, ἐκεῖθεν ἐξουσίᾳ, δεῖξαι βουλόμενος τῆς Ἀναστάσεως τὴν λαμπρότητα, ἧς καὶ ἡμᾶς ὁ Θεός, ἐν εἰρήνῃ καταξίωσον, ὡς ἐλεήμων καὶ φιλάνθρωπος. (2)

Εἰς ὄρος ὑψηλὸν μεταμορφωθεὶς ὁ Σωτήρ, τοὺς κορυφαίους ἔχων τῶν Μαθητῶν, ἐνδόξως ἐξέλαμψας, δηλῶν, ὅτι οἱ τῷ ὕψει τῶν ἀρετῶν διαπρέψαντες, καὶ τῆς ἐνθέου δόξης ἀξιωθήσονται. Συλλαλοῦντες δὲ τῷ Χριστῷ, Μωϋσῆς καὶ Ἠλίας ἐδείκνυον, ὅτι ζώντων καὶ νεκρῶν κυριεύει, καὶ ὁ πάλαι διὰ νόμου, καὶ Προφητῶν λαλήσας ὑπῆρχε Θεός, ᾧ καὶ φωνὴ τοῦ Πατρός, ἐκ νεφέλης φωτεινῆς, ἐμαρτύρει λέγουσα· Αὐτοῦ ἀκούετε, τοῦ διὰ Σταυροῦ τόν, ᾍδην σκυλεύσαντος, καὶ νεκροῖς δωρουμένου, ζωήν τὴν αἰώνιον.

Ὄρος τὸ ποτὲ ζοφῶδες καὶ καπνῶδες, νῦν τίμιον καὶ ἅγιόν ἐστιν, ἐν ᾧ οἱ πόδες σου ἔστησαν Κύριε· πρὸ αἰώνων γὰρ κεκαλυμμένον μυστήριον, ἐπ’ ἐσχάτων ἐφανέρωσεν ἡ φρικτή σου Μεταμόρφωσις, Πέτρῳ Ἰωάννῃ καὶ Ἰακώβῳ, οἵτινες τὴν ἀκτῖνα τοῦ προσώπου σου μὴ φέροντες, καὶ τὴν λαμπρότητα τῶν χιτώνων σου, ἐπὶ πρόσωπον, εἰς γῆν κατεβαρύνοντο, οἳ καὶ τῇ ἐκστάσει συνεχόμενοι, ἐθαύμαζον βλέποντες, Μωϋσῆν καὶ Ἠλίαν συλλαλοῦντάς σοι τὰ μέλλοντα συμβαίνειν σοι, καὶ φωνὴ ἐκ τοῦ Πατρός, ἐμαρτύρει λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησᾳ, αὐτοῦ ἀκούετε, ὃς τις καὶ δωρεῖται τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα Πατρί… Ἦχος πλ. β’ (Ἀνατολίου)
Προτυπῶν τὴν Ἀνάστασιν τὴν σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς σου μαθητάς, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτήρ μεταμορφουμένου, τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο. Οἱ Μαθηταί σου Λόγε, ἔρριψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γῆς, μὴ φέροντες ὁρᾶν, τὴν ἀθέατον μορφήν, Ἄγγελοι διηκόνουν φόβῳ καὶ τρόμῳ, οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς, τῆς δόξης τὸν Κύριον.

Και νυν… Ἦχος α΄
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

Είσοδος – Φως ιλαρόν
Προκείμενον της ημέρας (χωρίς αναγνώσματα)

Απόστιχα τα αναστάσιμα
Ἦχος α΄
Τῷ πάθει σου, Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ ἀναστάσει σου ἐκ φθορᾶς ἐλυτρώθημεν· Κύριε δόξα σοι.

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Ἀγαλλιάσθω ἡ κτίσις, οὐρανοὶ εὐφραινέσθωσαν, χεῖρας κροτείτω τὰ ἔθνη μετ’ εὐφροσύνης· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, τῷ Σταυρῷ προσήλωσε τὰς ἁμαρτίας ἡμῶν, καὶ τὸν θάνατον νεκρώσας, ζωὴν ἡμῖν ἐδωρήσατο, πεπτωκότα τὸν Ἀδὰμ παγγενῆ ἀναστήσας, ὡς φιλάνθρωπος.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Βασιλεὺς ὑπάρχων οὐρανοῦ καὶ γῆς, Ἀκατάληπτε, ἑκὼν ἐσταύρωσαι διὰ φιλανθρωπίαν· Ὃν ὁ ᾅδης συναντήσας κάτωθεν ἐπικράνθη, καὶ δικαίων ψυχαὶ δεξάμεναι, ἠγαλλιάσαντο· Ἀδὰμ δὲ ἰδών σε τὸν Κτίστην ἐν τοῖς καταχθονίοις ἀνέστη. Ὢ τοῦ θαύματος! πῶς θανάτου ἐγεύσατο ἡ τῶν ἁπάντων ζωὴ; ἀλλ’ ἢ ὡς ἠβουλήθη, κόσμον φωτίσαι, κραυγάζοντα καὶ λέγοντα· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Γυναῖκες μυροφόροι μύρα φέρουσαι, μετὰ σπουδῆς καὶ ὀδυρμοῦ τὸν τάφον σου κατέλαβον, καὶ μὴ εὑροῦσαι τὸ ἄχραντον Σῶμά σου, παρὰ δὲ τοῦ Ἀγγέλου μαθοῦσαι τὸ καινόν, καὶ παράδοξον θαῦμα, τοῖς Ἀποστόλοις ἔλεγον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα Πατρί…και νυν… της εορτής
Ἦχος πλ. β’
Πέτρῳ καὶ Ἰακώβῳ καί, Ἰωάννῃ, τοῖς προκρίτοις μαθηταῖς σου Κύριε, σήμερον ὑπέδειξας ἐν τῷ ὄρει τῷ Θαβώρ, τὴν δόξαν τῆς θεϊκῆς σου μορφῆς· ἔβλεπον γὰρ τὰ ἱμάτιά σου, ἀστράψαντα ὡς τὸ φῶς καὶ τὸ πρόσωπόν σου ὑπὲρ τὸν ἥλιον καὶ μὴ φέροντες ὁρᾶν τὸ ἄστεκτον τῆς σῆς ἐλλάμψεως, εἰς γῆν κατέπιπτον, μηδόλως ἀτενίσαι ἰσχύοντες. Φωνῆς γὰρ ἤκουον μαρτυρούσης ἄνωθεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ὁ ἐλθὼν εἰς τὸν κόσμον σῶσαι τὸν ἄνθρωπον.

Απολυτίκια
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου,δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.

Δόξα Πατρί (Ἦχος βαρὺς)
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.
Και νυν…
Το αυτό

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Εξάψαλμος
Εις το «Θεός Κύριος» τα απολυτίκια του εσπερινού

Καθίσματα
Ἦχος α΄
Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, Γυναιξὶ τὴν Ἀνάστασιν, σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.

Δόξα…
Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῷ θανάτῳ σου. Σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ ᾅδου· σὺ συνήγειρας, τοὺς ἀπ’ αἰῶνος θανόντας, ὡς μόνος φιλάνθρωπος.

Και νυν…
Ἦχος δ’ (Κατεπλάγη Ἰωσὴφ)
Τὴν τῶν βροτῶν ἐναλλαγήν, τὴν μετὰ δόξης σου Σωτήρ, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ, τῆς σῆς ἐλεύσεως δεικνύς, ἐπὶ τοῦ ὄρους Θαβὼρ μετεμορφώθης, Ἠλίας καὶ Μωσῆς συνελάλουν σοι, τοὺς τρεῖς τῶν Μαθητῶν συνεκάλεσας, οἳ κατιδόντες Δέσποτα τὴν δόξαν σου, τῇ ἀστραπῇ σου ἐξέστησαν, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.

Ἦχος α΄ (Τοῦ λίθου σφραγισθέντος)
Γυναῖκες πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔτρεμον· ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς· διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς μαθηταῖς ἐκήρυττον τὴν ἔγερσιν. Τὸν ᾅδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυνάμει Σταυροῦ.

Δόξα.
Ἐν τῷ Σταυρῷ προσηλωθεὶς ἡ ζωὴ τῶν ἁπάντων, καὶ ἐν νεκροῖς λογισθεὶς ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, καὶ ἢγειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τοῖς σοῖς παθήμασι Χριστέ· δόξα τῇ ἀναστάσει σου· δόξα τῇ συγκαταβάσει σου, μόνε Φιλάνθρωπε.

Καὶ νῦν.
Ἦχος δ’ (Κατεπλάγη Ἰωσὴφ)
Ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης, Ἰησοῦ, καὶ νεφέλη φωτεινή, ἐφηπλωμένη ὡς σκηνή, τοὺς Ἀποστόλους τῆς δόξης σου κατεκάλυψεν· ὅθεν καὶ εἰς γῆν ἐναπέβλεπον, μὴ φέροντες ὁρᾶν τὴν λαμπρότητα, τῆς ἀπροσίτου δόξης τοῦ προσώπου σου, ἄναρχε Σῶτερ Χριστὲ ὁ Θεός, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχάς ἡμῶν.Τὸν τάφον σου Σωτήρ.

Ευλογητάρια
Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τών Αγγέλων ο δήμος, κατεπλάγη ορών σε, εν νεκροίς λογισθέντα, τού θανάτου δέ Σωτήρ, τήν ισχύν καθελόντα, καί σύν εαυτώ τόν Αδάμ εγείραντα, καί εξ Άδου πάντας ελευθερώσαντα.

Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τί τά μύρα, συμπαθώς τοίς δάκρυσιν, ώ Μαθήτριαι κιρνάτε; ο αστράπτων εν τώ τάφω Άγγελος, προσεφθέγγετο ταίς Μυροφόροις, Ίδετε υμείς τόν τάφον καί ήσθητε, ο Σωτήρ γάρ εξανέστη τού μνήματος.

Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου,
Λίαν πρωί, Μυροφόροι έδραμον, πρός τό μνήμά σου θρηνολογούσαι, αλλ΄ επέστη, πρός αυτάς ο Άγγελος, καί είπε, θρήνου ο καιρός πέπαυται, μή κλαίετε, τήν Ανάστασιν δέ, Αποστόλοις είπατε.

Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου,
Μυροφόροι γυναίκες, μετά μύρων ελθούσαι, πρός τό μνήμά σου, Σώτερ ενηχούντο. Αγγέλου τρανώς, πρός αυτάς φθεγγομένου. Τί μετά νεκρών, τόν ζώντα λογίζεσθε; Ως Θεός γάρ, εξανέστη τού μνήματος.

Δόξα… Τριαδικόν
Προσκυνούμεν Πατέρα, καί τόν τούτου Υιόν τε, καί τό Άγιον Πνεύμα, τήν Αγίαν Τριάδα, εν μιά τή ουσία, σύν τοίς Σεραφείμ, κράζοντες τό, Άγιος, Άγιος, Άγιος εί, Κύριε.

Καί νύν… Θεοτοκίον
Ζωοδότην τεκούσα, ελυτρώσω Παρθένε, τόν Αδάμ αμαρτίας, χαρμονήν δέ τή Εύα, αντί λύπης παρέσχες, ρεύσαντα ζωής, ίθυνε πρός ταύτην δέ, ο εκ σού σαρκωθείς Θεός καί άνθρωπος.
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός

Ἡ Ὑπακοὴ
Ἡ τοῦ Λῃστοῦ μετάνοια, τὸν παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ, Ἦχος α΄
Ἀντίφωνον Α΄
– Ἐν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀδυνῶν, Κύριε σοὶ κράζω.
– τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός.
Δόξα… καὶ νῦν …
Ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ· διὰ τοῦτο ᾄσωμεν τῇ Τριάδι Μονοκρατορίᾳ.

Ἀντίφωνον Β΄
– Εἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς με νόμων, ἀρεταῖς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῶ σε.
– Δεξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πῦρ με φλέξῃ τῆς ἁμαρτίας.
Δόξα… καὶ νῦν …
Ἁγίῳ Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον· Ἰσοσθενὲς γάρ ἐστι Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Γ΄
– Ἐπὶ τοῖς εἰρηκόσι μοι ὁδεύσωμεν εἷς τὰς αὐλὰς τοῦ Κυρίου, εὐφράνθη μου τὸ Πνεῦμα, συγχαίρει ἡ καρδία.
– Ἐπὶ οἶκον Δαυΐδ, φόβος μέγας· ἐκεῖ γὰρ θρόνων ἐκτεθέντων, κριθήσονται ἅπασαι, αἱ φυλαὶ τῆς γῆς καὶ γλῶσσαι.
Δόξα… καὶ νῦν …
Ἁγίῳ Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ προσφέρειν· Μονὰς γάρ ἐστιν ἡ Τριὰς τῇ φύσει, ἀλλ’ οὐ προσώποις.

Προκείμενον
Νῦν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ παρρησιάσομαι ἐν αὐτῷ.
Στίχ. Τὰ λόγια Κυρίου λόγια ἁγνά.

Η τάξις του Εωθινού Ευαγγελίου
ΕΩΘΙΝΟΝ Ι΄, (ΙΩΑΝΝΗ κα΄1-14)
«Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος, ἐφανέρωσε δὲ οὕτως· Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. Λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. Ἐξῆλθον καὶ ἀνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. Πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· Οὔ· ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ· Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο – ἦν γὰρ γυμνὸς -, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν, οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον – οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ’ ὡς ἀπὸ πηχῶν διακοσίων -, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. Ἀνέβη οὖν Σίμων Πέτρος, καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντηκοντατριῶν, καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ἀριστήσατε. Οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν. Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ Κύριός ἐστιν. Ἔρχεται οὖν ὁ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν».

ᾨδὴ α’, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος
Ἦχος α΄
Ὁ Εἱρμὸς
Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται. Αὕτη γὰρ ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὀδὸν βυθοῦ καινουργὴσασα.

Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ’ ἀρχὰς διαπλάσας με, χεῖρας διεπέτασας ἐν τῷ Σταυρῷ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθαρέν μου σῶμα, ὃ ἐκ Παρθένου προσείληφας.

Νέκρωσιν ὑπέστη δι’ ἐμέ, καὶ τὴν ψυχὴν τῷ θανάτῳ προδίδωσιν, ὁ ἐμπνεύσει θείᾳ ψυχήν μοι ἐνθείς· καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε.

Θεοτοκίον
Χαῖρε ἡ τῆς χάριτος Πηγή· χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος· χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσῆ, καὶ ὄρος ἀλατόμητον, ἡ τὸν Ζωοδότην, Χριστὸν τῷ κόσμῳ κυήσασα.

Ωδή α΄ Ἦχος δ’
Ὁ Εἱρμὸς
«Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται».

Ῥήματα ζωῆς τοῖς φίλοις Χριστός, καὶ περὶ τῆς θείας δημηγορῶν βασιλείας ἔφη· Ἐν ἐμοὶ τὸν Πατέρα ἐπιγνώσεσθε, φωτὶ ὡς ἐξαστράψω ἀπροσίτῳ, ἐν ἀγαλλιάσει μέλποντες· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ἰσχὺν τῶν ἐθνῶν κατέδεσθε, φίλοι Μαθηταί, θαυμασθήσεσθε δὲ τῷ πλούτῳ αὐτῶν, ὅτι δόξης πληροῦσθε, ὡς ὀφθήσομαι, λαμπρότερος ἡλίου ἐξαστράπτων, ἐν ἀγαλλιάσει μέλποντες· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Σήμερον Χριστὸς ἐν ὄρει Θαβώρ, λάμψας ἀμυδρῶς, θεϊκῆς αὐγῆς ὡς ὑπέσχετο, Μαθηταῖς παρεγύμνου χαρακτῆρα· σελασφόρου δὲ πλησθέντες θείας αἴγλης, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Δεύτερος Κανών,
Ἦχος πλ. δ’ (Ὑγρὰν διοδεύσας)
Μωσῆς ἐν θαλάσσῃ προφητικῶς, ἰδὼν ἐν νεφέλῃ καὶ ἐν στύλῳ πάλαι πυρός, τὴν δόξαν Κυρίου ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Ὡς πέτρα τῷ σώματι σκεπασθείς, τῷ τεθεωμένῳ, τὸν ἀόρατον καθορῶν, Μωσῆς ὁ θεόπτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Σὺ ἐπὶ τοῦ ὄρους τοῦ νομικοῦ, καὶ ἐν Θαβωρίῳ, καθωράθης τῷ Μωϋσῆ, ἐν γνόφῳ τὸ πάλαι, ἐν φωτὶ δέ, νῦν ἀπροσίτῳ τῆς Θεότητος.

ᾨδὴ γ’, Κανὼν Ἀναστάσιμος.
Ἦχος α΄
Ὁ Εἱρμὸς
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾷν σοι, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος,τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε.

Θεός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατῳκτείρησας, καὶ καταβῆναι πρός με ηὐδόκησας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.

Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθαρέντα με, ὡς συμπαθὴς Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνητὸν διέρρηξας, καὶ νεκροὺς τριήμερος, ἀναστὰς ἀφθαρσίαν ἠμφίεσας.

Θεοτοκίον
Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ παναγίου ἔμεινας ἄφλεκτος· ἐπεί σε βάτος τῷ νομοθέτῃ Μωσῇ, φλεγομένη ἄκαυστα, σαφῶς προεμήνυσε, τήν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον.

Κανών Α΄της εορτής
Ἦχος δ’
Ὁ Εἱρμὸς
«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».

Ὅλον τὸν Ἀδὰμ φορέσας Χριστέ, τὴν ἀμαυρωθεῖσαν ἀμείψας ἐλάμπρυνας πάλαι φύσιν, καὶ ἀλλοιώσει τῆς μορφῆς σου ἐθεούργησας.

Στύλῳ πυριμόρφῳ καὶ νεφέλῃ πάλαι, ὁ ἐν τῇ ἐρήμῳ τὸν Ἰσραὴλ ἄγων, σήμερον ἐν τῷ ὄρει Θαβὼρ ἀρρήτως, ἐν φωτὶ Χριστὸς ἐξέλαμψεν.

Κανών Β΄ τῆς Ἑορτῆς
Ἦχος πλ. δ’ (Οὐρανίας ἁψῖδος)
Ἡ σκιάζουσα δόξα, ἐν τῇ σκηνῇ πρότερον, καὶ τῷ Μωϋσῇ ὁμιλοῦσα, τῷ σῷ θεράποντι, τύπος γεγένηται, τῆς ἀστραψάσης ἀρρήτως, ἐν Θαβώρ σου Δέσποτα Μεταμορφώσεως.

Συνανῆλθέ σοι Λόγε, μονογενὲς ὕψιστε, ἡ τῶν Ἀποστόλων ἀκρότης, ἐπὶ τοῦ ὄρους Θαβώρ, καὶ συμπαρέστησαν ὅ,τε Μωσῆς καὶ Ἠλίας, ὡς Θεοῦ θεράποντες, μόνε φιλάνθρωπε.

Θεὸς ὅλος ὑπάρχων, ὅλος βροτὸς γέγονας, ὅλη τῇ Θεότητι μίξας τὴν ἀνθρωπότητα, ἐν ὑποστάσει σου, ἣν ἐν δυσὶ ταῖς οὐσίαις, Μωϋσῆς Ἠλίας τε, εἶδον ἐν ὄρει Θαβώρ.

Κοντάκιον τῆς Ἑορτῆς
Ἦχος βαρὺς Αὐτόμελον
Ἐπὶ τοῦ ὅρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.

Κάθισμα της εορτής Ἦχος δ’ (Κατεπλάγη Ἰωσὴφ)
Ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης ὁ Θεός, ἀναμέσον Ἠλιού, καὶ Μωϋσέως τῶν σοφῶν, σὺν Ἰακώβῳ καὶ Πέτρῳ καὶ Ἰωάννῃ, ὁ Πέτρος δὲ συνών, ταῦτά σοι ἔλεγε· Καλόν ὧδέ ἐστι, ποιῆσαι τρεῖς σκηνάς, μίαν Μωσεῖ, καὶ μίαν Ἠλίᾳ, καὶ μίαν σοὶ τῷ Δεσπότῃ Χριστῷ, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.

Αναστάσιμον Κοντάκιον Ήχος Α΄ (Ὅταν ἔλθῃς ὁ Θεὸς)
Ἐξανέστης ὡς Θεός, ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν ὡς Θεόν σε ἀνύμνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει, Δέσποτα, καὶ ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα· Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν ἀνάστασιν.

Ὁ Οἶκος
Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον, καὶ πύλας τοῦ ᾅδου συντρίψαντα, καὶ τοὺς ἀπ’ αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις ὀφθέντα καθὼς ηὐδόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας· καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζωοδότης. Ὅθεν πίστει αἱ γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται, καὶ ᾅδης στενάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀγάλλεται, καὶ πάντες συγχαίρουσι· Σὺ γὰρ παρέσχες πᾶσι, Χριστὲ τὴν ἀνάστασιν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΓ’ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς μεταθέσεως τοῦ λειψάνου τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαξίμου τοῦ Ὁμολογητοῦ.

Στίχοι
Κινοῦσί σου Μάξιμε πιστοὶ τὴν κόνιν,
Δηλοῦντες, ὡς ζῇς, ἐξαμείβων καὶ τόπους.
Μαξίμου ἀμφὶ τρίτην νεκρὸν δεκάτην μεταθῆκαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀοιδίμου καὶ Παμμακαρίστου Βασιλίσσης καὶ κτιτορίσσης τῆς σεβασμίας μονῆς τοῦ Παντοκράτορος Σωτῆρος Χριστοῦ, Εἰρήνης, τῆς διὰ τοῦ Ἁγίου καὶ Ἀγγελικοῦ σχήματος μετονομασθείσης Ξένης Μοναχῆς.
Στίχοι
Παντοκράτωρ δέδωκέ σοι Μονὴν ἄνω,
Ὡς κτιτορίσσῃ ἰδίας Μονῆς κάτω.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Καταβασίαι

«Σταυρὸν χαράξας» Τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ
Ὠδὴ α’. Ἦχος πλ. δ’.
Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδω, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἤνωσεν, ἐπ’ εὕρους διαγράψας τὸ ἀήττητον ὅπλον. Διὸ Χριστῷ ᾄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ὠδὴ γ’.
Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα, τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.

Ὠδὴ δ’.
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

Ὠδὴ ε’.
Ὦ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Ὠδὴ ς’.
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας, Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.

Ὠδὴ ζ’.
Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον, ἀλλ’ ἀντηχούντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

Στιχολογούμεν την Τιμιωτέραν…., ψάλλομεν και την Θ΄Ωδή των δύο κανόνων της εορτής
Κανών α’, ᾨδὴ θ’, τῆς Ἑορτῆς
Ἦχος δ’
«Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν».

Σύντρομοι καινῇ φωτοχυσίᾳ, ἀθρόως οἱ Μαθηταὶ ἐλλαμφθέντες, πρὸς ἀλλήλους ἑώρων, καὶ πρηνεῖς εἰς γῆν καταπεσόντες, σοὶ τῷ Δεσπότῃ τῶν ἁπάντων προσεκύνησαν.

Ἦχος ἐκ νεφέλης ἀνεπέμπετο, θεόκτυπος βεβαιῶν τὸ θαῦμα· ὁ Πατὴρ γὰρ τῶν φώτων. Οὗτός ἐστιν Υἱὸς ὁ ἀγαπητός μου, τοῖς Ἀποστόλοις ἀνεβόα, οὗ ἀκούετε.

Καινὰ κατιδόντες καὶ παράδοξα, φωνῆς πατρικῆς ἐνωτισθέντες, ἐν Θαβὼρ οἱ τοῦ Λόγου ὑπηρέται, ἐκμαγεῖον τοῦ ἀρχετύπου. Οὗτος ὑπάρχει ἀνεβόων ὁ Σωτὴρ ἡμῶν.

Εἰκὼν ἀπαράλλακτε τοῦ Ὄντος, ἀκίνητε σφραγὶς ἀναλλοίωτε, Υἱὲ Λόγε σοφία καὶ βραχίων, δεξιὰ Ὑψίστου σθένος, σὲ ἀνυμνοῦμεν, σὺν Πατρί τε καὶ τῷ Πνεύματι.

Κανών β’, ᾨδὴ θ’, τῆς Ἑορτῆς
Ἦχος πλ. δ’
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθεν μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».

Ἵνα σου δείξῃς ἐμφανῶς, τὴν ἀπόρρητον δευτέραν κατάβασιν, ὅπως ὁ Ὑψιστος Θεός, ὀφθήσῃ ἑστὼς ἐν μέσῳ θεῶν, τοῖς Ἀποστόλοις ἐν Θαβώρ, Μωσεῖ σὺν Ἠλίᾳ τε, ἀρρήτως ἔλαμψας· διὸ πάντες σε Χριστὲ μεγαλύνομεν.

Δεῦτέ μοι πείθεσθε λαοί, ἀναβάντες εἰς τὸ ὄρος τὸ Ἅγιον, τὸ ἐπουράνιον ἀΰλως στῶμεν ἐν πόλει ζῶντος Θεοῦ, καὶ ἐποπτεύσωμεν νοῒ Θεότητα ἄϋλον, Πατρὸς καὶ Πνεύματος, ἐν Υἱῷ μονογενεῖ ἀπαστράπτουσαν.

Ἔθελξας πόθῳ με Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι, ἀλλὰ κατάφλεξον, πυρὶ ἀΰλω τὰς ἁμαρτίας μου, καὶ εμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν, μεγαλύνω ἀγαθὲ παρουσίας σου.

Καταβασίαι Ὠδὴ θ’.
Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτὸν, σὲ μεγαλύνομεν.

Ἄλλη.
Ὁ διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενος θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον· τῆς γὰρ Προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος, ἢν πᾶσαι αἱ Δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσι.

Εξαποστειλάρια

Άγιος Κύριος…

Το ι΄ αναστάσιμον
«Τιβεριάδος θάλασσα σὺν παιδὶ Ζεβεδαίου, Ναθαναήλ, τῷ Πέτρῳ τε σὺν δυσὶν ἄλλοις πάλαι, καὶ Θωμᾶν εἶχε πρὸς ἄγραν· οἵ, Χριστοῦ τῇ προστάξει, ἐν δεξιοῖς χαλάσαντες πλῆθος εἷλκον ἰχθύων· ὃν Πέτρος γνοὺς πρὸς αὐτὸν ἐνήχετο, οἷς τὸ τρίτον φανείς, καὶ ἄρτον ἔδειξε καὶ ἰχθὺν ἐπ᾿ ἀνθράκων».

Της εορτής Ἦχος γ’
Φῶς ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τόν, Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν Κτίσιν.

Εις τους Αίνους
Πάσα πνοή…
Στιχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ὑμνοῦμέν σου Χριστέ, τὸ σωτήριον πάθος, καὶ δοξάζομέν σου τὴν ἀνάστασιν.

Στιχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ὁ Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος παντοδύναμος.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὁ τὸν ᾅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ ἀναστάσει σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ· ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί· ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας Σταυρόν· ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον· Κύριε δόξα σοι.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἦχος δ’ ( Ὁ ἐξ ὑψίστου κληθεὶς)
Πρὸ τοῦ τιμίου Σταυροῦ σου καὶ τοῦ πάθους, λαβὼν οὓς προέκρινας τῶν Ἱερῶν Μαθητῶν, πρὸς τὸ Θαβώριον Δέσποτα, ἀνῆλθες ὄρος, δεῖξαι θελήσας τούτοις τὴν δόξαν σου, οἳ καὶ κατιδόντες σε μεταμορφούμενον, καὶ ὑπὲρ ἥλιον λάμψαντα, πρηνεῖς πεσόντες, τὴν δυναστείαν σου κατεπλάγησαν, ἀναβοῶντες· Σὺ τὸ ἄχρονον, φῶς ὑπάρχεις Χριστὲ καὶ ἀπαύγασμα, τοῦ Πατρός, εἰ καὶ θέλων, σάρξ ὡράθης ἀναλλοίωτος.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πρὸ τοῦ τιμίου Σταυροῦ σου καὶ τοῦ πάθους, λαβὼν οὓς προέκρινας τῶν Ἱερῶν Μαθητῶν, πρὸς τὸ Θαβώριον Δέσποτα, ἀνῆλθες ὄρος, δεῖξαι θελήσας τούτοις τὴν δόξαν σου, οἳ καὶ κατιδόντες σε μεταμορφούμενον, καὶ ὑπὲρ ἥλιον λάμψαντα, πρηνεῖς πεσόντες, τὴν δυναστείαν σου κατεπλάγησαν, ἀναβοῶντες· Σὺ τὸ ἄχρονον, φῶς ὑπάρχεις Χριστὲ καὶ ἀπαύγασμα, τοῦ Πατρός, εἰ καὶ θέλων, σάρξ ὡράθης ἀναλλοίωτος.

Στιχ. Σοι εισίν οι ουρανοί και ση εστίν η γη, την οικουμένην και το πλήρωμα αυτής σύ εθεμελίωσας.
Ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς Λόγος ὁ φῶς ὡς ἱμάτιον περιβαλλόμενος, μεταμορφούμενος ἔμπροσθεν, τῶν μαθητῶν σου, ὑπὲρ τὸν ἥλιον Λόγε ἔλαμψας, Μωσῆς καὶ Ἠλίας δέ, σοὶ παρειστήκεισαν, νεκρῶν καὶ ζώντων σε Κύριον, δηλοποιοῦντες, καὶ σοῦ δοξάζοντες τὴν ἀπόρρητον, οἰκονομίαν καὶ τὸ ἔλεος, καὶ τὴν πολλὴν συγκατάβασιν, δι’ ἧς ἔσωσας κόσμον, ἁμαρτίαις ἀπολλύμενον.

Στιχ. Θαβώρ και Ερμών εν τω ονόματι σου αγαλλιάσονται.
Παρθενικῆς ἐκ νεφέλης σε τεχθέντα, καὶ σάρκα γενόμενον, καὶ πρὸς τὸ ὄρος Θαβώρ, μεταμορφούμενον Κύριε, καὶ τῇ νεφέλῃ, τῇ φωτεινῇ σε περικυκλούμενον, φωνὴ τοῦ Γεννήτορος, ἀγαπητὸν σὲ Υἱόν, τῶν μαθητῶν συμπαρόντων σοι, σαφῶς ἐδήλου, ὡς ὁμοούσιον καὶ ὁμόθρονον· ὅθεν ὁ Πέτρος ἐκπληττόμενος, Καλὸν ὧδέ ἐστιν εἶναι ἔλεγε, μὴ εἰδὼς ὃ ἐλάλει, Εὐεργέτα πολυέλεε.

Δόξα Πατρί…
Ἦχος πλ. δ’ Βύζαντος
Παρέλαβεν ὁ Χριστός, τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ Ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ, ἐγένετο λευκὰ ὡς τὸ φῶς. Καὶ ὤφθησαν Μωϋσῆς καὶ Ἠλίας μετ’ αὐτοῦ συλλαλοῦντες, καὶ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησᾳ, αὐτοῦ ἀκούετε.

Και νυν…
«Υπερευλογημένη…»
Δοξολογία μεγάλη
«Σήμερον της σωτηρίας…»

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ἀντίφωνον Α’
Στίχος α’. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν.
Ταις πρεσβείαις της Θεοτόκου…
Στίχος β’. Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχὺϊ αὐτοῦ.
Στίχος γ’. Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
Στίχος δ’. Τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου Κυρίου.

Ἀντίφωνον Β’
Στίχος α’. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι Ἀλληλούϊα.
Στίχος β’. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα, Ἰακώβ.
Στίχος γ’. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.
Στίχος δ’. Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος. καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ.

Ἀντίφωνον Γ’
Στίχος α’. Τὰ ἔλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.
Ἦχος βαρὺς
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.
Στίχος β’. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.
Στίχος γ’. Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν.
Στίχος δ’. Κύριε ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν.

Εἰσοδικὸν
Ότι παρά σοί πηγή ζωής, Κύριε, εν τω φωτί σου οψόμεθα φως. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ αναστάς εκ νεκρών, ψάλλοντάς σοι Ἀλληλούϊα.
Απολυτίκια
«Του λίθου σφραγισθέντος…»
«Μετεμορφώθης εν τω όρει…»
Κοντάκιον
« Ἐπὶ τοῦ ὅρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα».

Αναγνώσματα
Απόστολος Κυριακής Ι΄ Ματθαίου (Α΄Κορ. δ΄9-16)
«Ο Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

Ευαγγέλιον Κυριακής Ι΄Ματθαίου (Ματθ.ιζ΄14-23)
«Προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ᾿ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾿ ἰδίαν εἶπον· διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. Καὶ ἐλυπήθησαν σφόδρα».

Εις το Εξαιρέτως αντί του «Άξιόν εστιν» ο ειρμός της θ΄ωδής
«Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν».

Κοινωνικόν της εορτής
«Ἐν τῷ φωτὶ τῆς δόξης τοῦ προσώπου σου, Κύριε, πορευσόμεθα εἰς τὸν αἰῶνα. Ἀλληλούϊα».
Αντί του «Είδομεν το φως…» το απολυτίκιον της εορτής «Μετεμορφώθης εν τω όρει…».

Κοινοποίηση άρθρου:
RSS
Follow by Email
Facebook
Facebook
Google+
http://www.agiospatrokosmas.gr/2017/08/12/apodosi-giortis-metamorfoseos/
Twitter