Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Mαρίνης (17 Ιουλίου)

Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Mαρίνης (17 Ιουλίου)

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Προιμιακός
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ’

Ὢ τοῦ παραδόξου θαύματος! τὴν ἐπηρμένην ὀφρύν, τοῦ τὴν γῆν καὶ τὴν θάλασσαν, ἐξαλείφειν φάσκοντος, πρὸς τὴν γῆν ἐταπείνωσεν, ἁπαλὴ κόρη καὶ παναμώμητος, τὰς πανουργίας αὐτοῦ νικήσασα. Ὢ τῆς δυνάμεως, τοῦ Σταυροῦ καὶ χάριτος! ἥτις ἡμῶν, πᾶσαν ὑπεστήριξε, σαφῶς ἀσθένειαν. (Δίς)

Μάρτυς Μαρῖνα πανένδοξε, τὰς οὐρανίους μονάς, ἐπαξίως οἰκήσασα, σὺν παρθένων τάγμασι, καὶ Μαρτύρων στρατεύμασι, τοὺς ἐκτελοῦντας πίστει τὴν μνήμην σου, καὶ προσιόντας πιστῶς τῇ σκέπη σου, σῷζε πρεσβείαις σου, καὶ πταισμάτων ἄφεσιν παρὰ Θεοῦ, αἴτησαι καὶ λύτρωσιν, καὶ μέγα ἔλεος. (Δίς)

Μάρτυς Μαρῖνα Πανεύφημε, οὔτε βασάνων τὸ πῦρ, οὐ τρυφῆς ἡ ἀπόλαυσις, οὐ τοῦ κόσμου χάριτες, οὐ τερπνότης νεότητος, τῆς πρὸς Χριστὸν ἀγάπης ἐχώρισεν, ἐφιεμένην τῆς ὡραιότητος, τῆς ὑπὲρ ἔννοιαν, τοῦ σεπτοῦ νυμφίου σου, ἐπιτυχεῖν, ἧσπερ κατηξίωσαι, θεομακάριστε. (Δίς)

Δόξα… Ἦχος β’

Ἐν φωνῇ ἀγαλλιάσεως, καὶ ἐν ψαλμοῖς ἀλαλαγμοῦ, ἀνυμνήσωμεν Μαρῖναν τὴν μάρτυρα· ὅτι καθεῖλεν ἐπὶ γῆς τῶν εἰδώλων τὴν πλάνην, καὶ τὸν ἀντίπαλον ἐχθρὸν ἀνδρείως ἐν τοῖς ποσὶν αὐτῆς κατεπάτησε· διὸ καὶ τελειωθεῖσα, εἰς οὐρανοὺς ἀνίπταται, τὴν κάραν στεφηφοροῦσα καὶ ἀνακράζουσα· Σὲ νυμφίε μου ποθῶ, καὶ τὸ τοῦ πόθου φίλτρον ἔχουσα, ὑπὲρ σοῦ τὰς σάρκας μου τῷ πυρὶ παρέδωκα, κατασκηνώσω οὖν εἰς τὰς αἰωνίους σου μονάς, ἔνθα ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία.

Καὶ νῦν … Θεοτοκίον

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Εἰς τὴν Λιτήν, Στιχηρὰ lδιόμελα.
Ἦχος α’

Ὡς ἐν πέτρᾳ στερρᾷ, τῆς ὁμολογίας Χριστοῦ προσερεισθεῖσα, Μαρῖνα πανεύφημε, τὸν παλαμναῖον ἐχθρὸν εἰς χάος ἐβύθισας, καὶ στέφος τῆς νίκης ἐπάξιον ἀπείληφας.

Ὁ αὐτὸς
Μετὰ τῶν ἄνω ταγμάτων, συνηριθμήθης ἔνδοξε, κόσμον λιποῦσα, καὶ τὸν Χριστὸν ποθήσασα, Μαρῖνα πάνσεμνε, αἰτοῦσα ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος β’
Ὡς ἀλάβαστρον μύρου, τὸ αἷμά σου προσενήνοχας τῷ σῷ νυμφίῳ Xριστῷ, Mαρῖνα μάρτυς ἀθληφόρε ἀήττητε, ἀντάμειψιν δὲ εἴληφας στέφος ἄφθαρτον, παρ’ αὐτοῦ ἀξιάγαστε· ὅθεν καὶ τὸν ἀρχέκακον ἐχθρόν, ὡραίοις σου ποσὶ κατεπάτησας, τῇ ἐπικλήσει τοῦ σωτηρίου ὀνόματος τοῦ Σωτῆρος Χριστοῦ· διὸ καὶ οὐρανίων θαλάμων ἠξιώθης, ὡς παρθένος, καὶ μάρτυς Χριστοῦ πολύαθλε.

Ἦχος δ’
Δοξάζομέν σου Χριστέ, τὴν πολλὴν εὐσπλαγχνίαν καὶ τὴν ἀγαθότητα, τὴν εἰς ἡμᾶς γενομένην, ὅτι καὶ γυναῖκες κατήργησαν τὴν πλάνην τῆς εἰδωλομανίας, δυνάμει τοῦ Σταυροῦ σου φιλάνθρωπε. Τύραννον οὐκ ἑπτοήθησαν, τὸν δόλιον κατεπάτησαν, ἴσχυσαν δὲ ὀπίσω σου ἐλθεῖν, εἰς ὀσμὴν μύρου σου ἔδραμον, πρεσβεύουσαι ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Δόξα… Ἦχος πλ. α’
Τῇ παρθενικῇ σου θελχθεὶς ὡραιότητι, ὁ Βασιλεὺς τῆς δόξης Χριστός, ὡς ἀμώμητον νύμφην ἑαυτῷ σε ἡρμόσατο, ἀκηράτῳ συναφείᾳ· ἐν γὰρ τῷ θελήματι αὐτοῦ παρασχόμενος τῷ κάλλει σου δύναμιν, κατ’ ἐχθρῶν τε καὶ παθῶν, ἀήττητον ἔδειξεν, ἐγκαρτερήσασαν δὲ αἰκίαις πικραῖς, καὶ βασάνοις δριμυτάταις, διπλῷ στέφει δισσῶς σε κατέστεψε, καὶ παρέστησεν ἐκ δεξιῶν αὐτοῦ, ὡς βασίλισσαν πεποικιλμένην. Αὐτὸν δυσώπησον, παρθενομάρτυς Μαρῖνα πανεύφημε, τοῖς ὑμνηταῖς σου δοθῆναι σωτηρίαν, καὶ ζωήν, καὶ μέγα ἔλεος.

Καὶ νῦν … Θεοτοκίον

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχήρά Προσόμοια.
Ἦχος β’
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν

Δεῦτε, φιλομάρτυρες πιστῶς, τὴν ὑπὲρ τοῦ πάντων Δεσπότου στερρῶς ἀθλήσασαν, μάρτυρα τιμήσωμεν, Μαρῖναν νύμφην Χριστοῦ· παρθενίας χιτῶνι γάρ, τὸ σῶμα κοσμοῦσα, χρύσεον ὡς ὕφασμα, τούτῳ ἐπέθηκεν, αἷμα, τοῦ σεπτοῦ μαρτυρίου, καὶ διπλοῖς κοσμεῖται στεφάνοις, καὶ τῷ στεφανίτῃ νῦν παρίσταται.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Μέγα, τὸ κατόρθωμα τὸ σόν, μέγα καὶ πανάριστον ὄντως, σοῦ τὸ ἐκνίκημα· φύσις γὰρ εὐπτόητος, καὶ εὐταπείνωτος, τὸν ἀόρατον δράκοντα, τὸ ὄρος τὸ μέγα, νοῦν τὸν πολυμήχανον, Μαρῖνα σὺ ἀληθῶς, εἷλες εὐτελὲς ὡς στρουθίον καὶ καταπατοῦσα χορεύεις, νῦν μετὰ Ἀγγέλων ἀξιάγαστε.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.
Λόγου, τοῦ φανέντος ἐπὶ γῆς νύμφη ἐκλεκτὴ ἀνεδείχθης, Μαρῖνα σὺ ἀληθῶς, κάλλει διαλάμπουσα, ἐνθέων πράξεων, καὶ μαραίνουσα χάριτι, φυτὰ ἀθεΐας· ὅθεν τήν πανίερον μνήμην σου σέβομεν, πόθῳ, καὶ λειψάνων τὴν θήκην, νῦν περιπτυσσόμεθα χάριν, ἐξ αὐτῆς ἰάσεων λαμβάνοντες.

Δόξα… Ἦχος πλ. β’
Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος, καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένη ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτὸν ἐν ἀγαλλιάσει, τὴν λαμπάδα κατέχουσα· Εἰς ὀσμὴν μύρου σου ἔδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσῃς με νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτήρ, τὰ ἐλέη σου.

Καὶ νῦν … Θεοτοκίον
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπoλυτίκιον Ἦχος δ’

Ἡ ἀμνάς σου Ἰησοῦ κράζει μεγάλῃ τῇ φωνή· Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ’ ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Εξάψαλμος
Θεός Κύριος Απολυτίκιον
Μετὰ τὴν συνήθη Στιχολογίαν,

Καθίσματα της Παρακλητικής ήχος πλ.Α΄

Ευαγγέλιον Όρθρου

Ο Ν΄Ψαλμός

οἱ Κανόνες, πρῶτον ὁ τῆς Θεοτόκου, Της Μικράς Παρακλήσεως «Υγράν διοδεύσας»
Εἶτα οἱ δύο παρόντες τῆς Ἁγίας.

Κανὼν πρῶτος τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς.
Χριστοῦ Παρθενομάρτυρα νύμφην ᾄσμασι μέλπω.
Ποίημα Θεοφάνους.

ᾨδὴ α’ Ἦχος πλ. δ’
Ὑγρὰν διοδεύσας

Χορεύουσα Mάρτυς περὶ Θεόν, καὶ τῶν λαμπηδόνων, πληρουμένη τῶν παρ’ αὐτοῦ, αἴγλην μοι παράσχου φωτοφόρον, ταῖς σαῖς πρεσβείαις καλλιπάρθενε.

Ῥεόντων τὸ ἄστατον καὶ φθαρτὸν σοφῇ διανοίᾳ, κεχρημένη Μάρτυς Χριστοῦ, παρεῖδες ἐμφρόνως καὶ δικαίως, κατηξιώθης τῆς ἄνω λαμπρότητος.

Ἱκέτης προσέρχομαι σοὶ σεμνή, ταῖς σαῖς ἱκεσίαις, τῶν τοῦ βίου με δυσχερῶν, διάσωσον Μάρτυς ἀθληφόρε, καὶ τῶν παθῶν μου κατεύνασον τάραχον.

Σοφίᾳ καὶ χάριτι λαμπρυνθείς, ὁ νοῦς σου Μαρῖνα, τῶν τυράννων τὰς ἀπειλάς, οὐκ ἔπτηξε μάρτυς τοῦ Σωτῆρος, θείᾳ δυνάμει κρατυνόμενος.

Θεοτοκίον

Τὴν τρίβον ὑπέδειξας τῆς ζωῆς, ζωὴν οὐσιώδη συλλαβοῦσα καὶ σαρκικῶς, κυήσασα ταύτην Θεομῆτορ, καὶ τὰ δεσμὰ τοῦ θανάτου διέρρηξας.

Κανὼν δεύτερος, οὗ ἡ Ἀκροστιχὶς ἐν τῇ θ’ ᾨδῇ.
Ἰωσήφ.

ᾨδὴ α’ Ἦχος δ’

Θαλάσσης, τὸ ἐρυθραῖον
Μαρτύρων, περιφανῶς λαμπρότησι, περιαστράπτουσα, περὶ Θεὸν χορεύεις ἱερῶς, θεουμένη Πανεύφημε, καὶ φωτισμὸν πρεσβείαις σου, παρεχομένη τοῖς ὑμνοῦσί σε.

Ἀθλήσει, τὴν ψυχικὴν νεώσασα, θεόφρον ἄρουραν, τοῦ μαρτυρίου στάχυν γεωργεῖς, γεωργῷ συντηρούμενον, τῷ τὴν ἰσχὺν σοι πνεύσαντι, Παρθενομάρτυς ἀξιάγαστε.

Πoρφύραν, σῶν ἐξ αἱμάτων βάψασα, καὶ στολισθεῖσα φαιδρῶς, περιφανῶς τὰ ἄνω κατοικεῖς, ὡς παρθένος βασίλεια, καὶ θεϊκαῖς λαμπρότησι, μάρτυς Mαρῖνα κατηγλάϊσαι.

Ῥωσθεῖσα, τοῦ παντουργοῦ πανεύφημε, δυνάμει Πνεύματος, τὸν ἰσχυρὸν ἀνδρείως συμπλοκαῖς, ἐταπείνωσας τύραννον, μεγαλαυχίᾳ χρώμενον, καὶ σοῖς ποσὶ Μάρτυς ὑπέταξας.

Θεοτοκίον

Δοχεῖον, χωρητικὸν γεγένησαι τῆς θείας χάριτος, Θεογεννῆτορ ἄχραντε· διό, σε Μαρῖνα ποθήσασα, παρθενικῶς ὀπίσω σου, τῷ σῷ Υἱῷ προσαπενήνεκται.

ᾨδὴ γ’
Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς
Οὐ πῦρ οὐδὲ μάστιγες, οὐδὲ ξίφους ἀκμή, οὐ τυράννων ὠμότητες, οὐδὲ θάνατος, οὐ θηρῶν ἀγριότης, τῆς θείας ἐχώρισεν, ἀγάπης σε Πανόλβιε.

Ὑπῆρξας ἄσειστος καὶ ἀσάλευτος, ἐν καιρῷ περιστάσεως, πύργος πανένδοξε, εὐσεβείας κρηπῖδα, θεμένη τῆς πίστεως, ἐν πέτρᾳ Παμμακάριστε.

Παρθένος ἐν μάρτυσιν ἐχρημάτισας, ἐν παρθένοις ἀήττητος, Μάρτυς γεγένησαι, τῷ Χριστῷ νυμφευθεῖσα, διπλοῦν σοι παρέχοντι, τὸν στέφανον πανόλβιε.

Ἁγίων αἱμάτων σου Καλλιπάρθενε, οἱ κρουνοὶ προχεόμενοι, πᾶσαν κατέσβεσαν, τῶν εἰδώλων τὴν πλάνην, καὶ δῆμον προσήγαγον, Μαρτύρων τῷ νυμφίῳ σου.

Θεοτοκίον

Ῥωσθέντες τῇ χάριτι, Θεοτόκον σε ὁμοφρόνως δοξάζομεν, σάρκα γενόμενον, τὸν τὸ εἶναι τοῖς πᾶσι· διδοῦντα γὰρ τέτοκας, καὶ κόσμον ἀνεκαίνισας.

Ἕτερος

Εὐφραίνεται ἐπὶ σοὶ
Τὸ πάθος τοῦ ἀπαθοῦς, τοῦ νεκρωθέντος δι’ ἡμᾶς νέκρωσιν, Μάρτυς σεμνὴ στέργουσα, τὸν μαρτυρικὸν θνῄσκεις θάνατον.

Μεγίστων ἐπιτυχεῖν, ἐφιεμένη δωρεῶν Πάνσεμνε, πόνους σαρκὸς ἔφερες, ὡς ἐν ἀλλοτρίῳ τῷ σώματι.

Αἱμάτων σου σταλαγμοῖς, τῆς ἀθεΐας τὴν πυρὰν ἔσβεσας, καὶ τῶν πιστῶν ἤρδευσας, ὦ Μαρῖνα μάρτυς τὸ φρόνημα.

Ὡς μάρτυς μαρτυρικήν, ἐνδεικνυμένη καρτερῶς ἔνστασιν, τὸν πτερνιστὴν πτέρναις σου, ταῖς ὡραιοτάταις συνέτριψας.

Θεοτοκίον
Κυρίως καὶ ἀληθῶς, σὲ Θεοτόκον οἱ πιστοὶ σέβομεν· σὺ γὰρ Θεὸν τέτοκας, σάρκα γεγονότα Πανάμωμε.
Ὁ Εἱρμὸς
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Κάθισμα Ἦχος δ’
Κατεπλάγη Ἰωσὴφ

Μαρῖνα μάρτυς τοῦ Χριστοῦ, ἀνευφημοῦμέν σε πιστοί, ὅτι τὸν τύραννον ἐχθρόν, ἐν τῇ δυνάμει τοῦ Σταυροῦ, ἐν τοῖς ποσὶ κατεπάτησας γενναιοφρόνως, καὶ γέγονας ἡμῖν, ἀνδρεία πίστεως, πᾶσαν τοῦ ἐχθροῦ, πατοῦσα δύναμιν· καὶ οὐρανόθεν ἔλαβες τὸν στέφανον, τῇ κoρυφῇ σου ἀοίδιμε, Χριστὸν δυσώπει, σωθῆναι πάντας, τούς τελοῦντας τὴν μνήμην σου.

Θεοτοκίον

Κατεπλάγη, Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.

Κοντάκιον Ἦχος γ’
Ἡ Παρθένος σήμερον

Παρθενίας κάλλεσι, πεποικιλμένη παρθένε, μαρτυρίου στίγμασι, στεφανωθεῖσα Mαρῖνα, αἵμασιν ἀθλητικοῖς τε ῥεραντισμένη, θαύμασι καταλαμφθεῖσα τῶν ἰαμάτων, εὐσεβῶς Μάρτυς ἐδέξω, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.

Ὁ Οἶκος
Τῷ νυμφίῳ Χριστῷ, ἔρωτι τῆς καρδίας σου ἀπὸ βρέφους σεμνὴ πυρποληθεῖσα, ἔδραμες, δορκὰς ὡς διψῶσα πηγαῖς ἀειρύτοις, Παρθενομάρτυς, καὶ τῇ ἀθλήσει σεαυτήν συντηρήσασα, ἐν τῷ ἀφθάρτῳ ὄντως τοῦ Κτίστου σου, νύμφη εὐκλεής, θαλάμῳ ἔφθασας ἐστολισμένη, πεποικιλμένη, στεφανηφόρος, νικητὴς λαμπαδηφόρος, εὐθαλής, ἀφθάρτου νυμφῶνος τυχοῦσα, καὶ δεξαμένη ὡς χρυσίον, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.

Συναξάριον

Τῇ ΙΖ’ τοῦ αὐτοῦ μηνός, Mνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Μαρίνης.
Στίχοι
Χεὶρ δημίου τέμνει σε Μαρῖνα ξίφει,
Χεὶρ Κυρίου χάριτι θείᾳ δὲ στέφει.
Ἑβδομάτῃ δεκάτῃ Μαρῖνα δειροτομήθη.

Μνήμη τῶν ἁγίων μαρτύρων Σπεράτου καὶ Bηρονίκης.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ
Ανοίξω το στόμα μου
Την τιμιωτέραν
Άπας γηγενής

Ἐξαποστειλάριον
Ὁ οὐρανὸν τοῖς ἄστροις
Μαρῖνα μάρτυς Κυρίου, καὶ καλλιπάρθενε νύμφη, ῥῦσαι λαόν σου καὶ πόλιν, ἐκδυσωποῦσα τὸν Θεόν, ὅπως ῥυσθῶμεν οἱ πάντες, φθορᾶς ὀργῆς καὶ κινδύνων.
Θεοτοκίον

Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην.

Εἰς τοὺς Αἴνους, ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες τὸ α’.
Ἦχος δ’

Ὡς γενναῖον ἐν Mάρτυσι

Πολυώδυνα βάσανα ὑποστῆναι πανένδοξε, ἀνδρικῷ φρονήματι ηὐτομόλησας, καὶ τῶν Ἑλλήνων σεβάσματα, ὡς κόνιν ἐλέπτυνας, καὶ τὸν τύραννον ἐχθρόν, ἀθληφόρε πανεύφημε τὸν καυχώμενον, ὑπεράνωθεν ἄστρων θρόνον θεῖναι, σὺ κατῄσχυνας Mαρῖνα, καὶ τοὺς λαοὺς κατεφώτισας. (Δίς)

Τὸν ἀρχέκακον δράκοντα, τὸν τὴν Εὔαν γυμνώσαντα, παραβάσει πρότερον, Μάρτυς ἔνδοξε, διὰ Σταυροῦ ἀπενέκρωσας, ἀγῶσι δεσμεύσασα, τοῖς σεπτοῖς σου εὐσεβῶς, Χριστὸν δύναμιν ἔχουσα, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Ὥσπερ προῖκα πολύτιμον, τῷ νυμφίῳ προσήγαγες, Ἀθληφόρε ἔνδοξε δῆμον ἅγιον, τοῖς θαυμασίοις πιστεύσαντα, οἷς πίστει ἐτέλεσας, ἀνωτέρα καὶ ποινῶν, καὶ πυρός καταφλέγοντος, καὶ στρεβλώσεων, ἐν Χριστῷ δεικνυμένη τῷ τὴν νίκην, οὐρανόθεν σοι παρθένε, θεουργικῶς χορηγήσαντι.

Δόξα… Ἦχος πλ. β’

Ἀθλητικὴν ὁδεύσασα ὁδόν, προγονικὴν ἐξέφυγες βουλήν, Μαρῖνα πανσεβάσμιε, καὶ ὡς μὲν παρθένος φρονίμη, λαμπαδηφόρος εἰσῆλθες εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου, ὡς δὲ μάρτυς ἀνδρεία, χάριν ἔλαβες ἀπελαύνειν πᾶσαν νόσον ἐξ ἀνθρώπων. Ἀλλὰ καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, ψυχικῶν ἀλγηδόνων ἐλευθέρωσον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.

Καὶ νῦν … Θεοτοκίον
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰ βούλει, ποίησον Δοξολογίαν μεγάλην, καὶ
Ἀπόλυσις.

Εἰς τὴν Λειτουργίαν. Τὰ Τυπικά, καὶ ἐκ τοῦ Κανόνος τῆς Ἁγίας ἡ γ’ καὶ ς’ ᾨδή.

Ὁ Ἀπόστολος Πρὸς Γαλάτας
Ἀδελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν…

Εὐαγγέλιον κατὰ Μᾶρκον
Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς…

Κοινωνικὸν
Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.

Για να ωφεληθούν  περισσότερες ψυχές χρειαζόμαστε τη δική σας βοήθεια. Για να βοηθήσετε πατήστε εδώ

Για να διαβάσετε Ομιλία για την Κυριακή των Αγίων της Δ’ Οικουμενικής Συνόδου πατήστε εδώ

Για να εγγραφείτε στο κανάλι μας στο youtube και να παρακολουθείτε τα βίντεο μας πατήστε εδώ

Για να δείτε σε αποκλειστικότητα σε Παγκόσμια πρώτη προβολή βίντεο από την ημέρα της Αγιοκατατάξεως του Αγίου Παϊσίου, πατήστε εδώ

 

Κοινοποίηση άρθρου:
RSS
Follow by Email
Facebook
Facebook
Google+
http://www.agiospatrokosmas.gr/2017/07/16/mnimi-agias-megalopmarturos-marinis/
Twitter